<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0007.tlg076.perseus-grc2:1</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0007.tlg076.perseus-grc2:1</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0007.tlg076.perseus-grc2"><div type="textpart" subtype="section" n="1"><p rend="indent"><milestone unit="stephpage" xml:id="stephpage-101f" n="101f"/> καὶ πάλαι σοι συνήλγησα καὶ συνηχθέσθην, Ἀπολλώνιε, ἀκούσας περὶ τῆς τοῦ προσφιλεστάτου πᾶσιν ἡμῖν υἱοῦ σου προώρου μεταλλαγῆς τοῦ βίου, νεανίσκου κοσμίου πάνυ καὶ σώφρονος; καὶ διαφερόντως 
<milestone unit="tlnum" n="5"/> τά τε πρὸς θεοὺς καὶ τὰ πρὸς γονεῖς<note resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">καὶ πρὸς γονεῖς</foreign> Stephanus</note> καὶ 
<milestone unit="stephpage" xml:id="stephpage-102a" n="102a"/> φίλους ὅσια καὶ δίκαια διαφυλάξαντος. τότε μὲν οὖν ὑπὸ τὸν τῆς τελευτῆς καιρὸν ἐντυγχάνειν σοι καὶ παρακαλεῖν ἀνθρωπίνως φέρειν τὸ συμβεβηκὸς ἀνοίκειον ἦν, παρειμένον τό τε σῶμα καὶ τὴν ψυχὴν 
<milestone unit="tlnum" n="10"/> ὑπὸ τῆς,· παραλόγου συμφορᾶς, καὶ συμπαθεῖν δʼ ἦν 10 ἀναγκαῖον οὐδὲ γὰρ οἱ βέλτιστοι τῶν ἰατρῶν πρὸς τὰς ἀθρόας τῶν ῥευμάτων ἐπιφορὰς εὐθὺς· προσφέρουσι τὰς διὰ τῶν φαρμάκων βοηθείας, ἀλλʼ ἐῶσι τὸ βαρῦνον τῆς φλεγμονῆς δίχα τῆς τῶν ἔξωθεν 
<milestone unit="tlnum" n="15"/> περιχρίστων ἐπιθέσεως αὐτὸ διʼ αὑτοῦ λαβεῖν πέψιν. </p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>