<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0007.tlg072.perseus-grc2:1-11</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0007.tlg072.perseus-grc2:1-11</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0007.tlg072.perseus-grc2"><div type="textpart" subtype="section" n="1"><p rend="indent"><milestone unit="stephpage" xml:id="stephpage-86b" n="86b"/> ὁρῶ μὲν ὅτι τὸν πραότατον, ὦ Κορνήλιε Ποῦλχερ,<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">Ποῦλχερ</foreign> Xylander: <foreign xml:lang="grc">ποῦλχερ ἄτερ</foreign> </note> πολιτείας ᾕρησαι τρόπον, ἐν ᾧ μάλιστα τοῖς κοινοῖς ὠφέλιμος; ὢν ἀλυπότατον ἰδίᾳ τοῖς ἐντυγχάνουσι 
<milestone unit="stephpage" xml:id="stephpage-86c" n="86c"/> παρέχεις σεαυτόν. ἐπεὶ δὲ χώραν μὲν 
<milestone unit="tlnum" n="5"/> ἄθηρον ὥσπερ ἱστοροῦσι τὴν Κρήτην εὑρεῖν ἔστι, πολιτεία δὲ μήτε φθόνον ἐνηνοχυῖα μήτε ζῆλον φιλονεικίαν, ἔχθρας γονιμώτατα πάθη, μέχρι νῦν οὐ γέγονεν ἀλλʼ εἰ μηδὲν ἄλλο, ταῖς ἔχθραις αἱ φιλίαι συμπλέκουσιν ἡμᾶς· ὃ καὶ Χίλων ὁ σοφὸς 
<milestone unit="tlnum" n="10"/> νοήσας τὸν εἰπόντα μηδένα ἔχειν ἐχθρὸν ἠρώτησεν εἰ μηδὲ φίλον ἔχοι, δοκεῖ μοι τὰ τʼ ἄλλα περὶ ἐχθρῶν τῷ πολιτικῷ διεσκέφθαι προσήκειν καὶ τοῦ Ξενοφῶντος<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">Ξενοφῶντος</foreign>] Oecon. I 15</note> ἀκηκοέναι μὴ παρέργως εἰπόντος ὅτι τοῦ νοῦν ἔχοντός ἐστι καὶ ἀπὸ <q>τῶν ἐχθρῶν ὠφελεῖσθαι</q> 
<milestone unit="tlnum" n="15"/> ἅπερ οὖν εἰς τοῦτο πρῴην εἰπεῖν μοι παρέστη, συναγαγὼν ὁμοῦ τι τοῖς αὐτοῖς ὀνόμασιν ἀπέσταλκά σοι, φεισάμενος ὡς ἐνῆν μάλιστα τῶν <pb xml:id="v.1.p.209"/> 
<milestone unit="stephpage" xml:id="stephpage-86d" n="86d"/> ἐν τοῖς Πολιτικοῖς Παραγγέλμασι γεγραμμένων, ἐπεὶ κἀκεῖνο τὸ βιβλίον ὁρῶ σε πρόχειρον ἔχοντα πολλάκις. </p></div><div type="textpart" subtype="section" n="2"><p rend="indent">ἐξήρκει τοῖς παλαιοῖς ὑπὸ τῶν ἀλλοφύλων καὶ ἀγρίων ζῴων μὴ ἀδικεῖσθαι, καὶ τοῦτο τῶν 
<milestone unit="tlnum" n="5"/> πρὸς τὰ θηρία τέλος ἦν ἀγώνων ἐκείνοις· οἱ δʼ ὕστερον ἤδη χρῆσθαι μαθόντες αὐτοῖς καὶ ὠφελοῦνται σαρξὶ τρεφόμενοι καὶ θριξὶν ἀμφιεννύμενοι καὶ χολαῖς καὶ πυτίαις ἰατρευόμενοι καὶ δέρμασιν ὁπλίζοντες ἑαυτούς, ὥστʼ ἄξιον εἶναι δεδιέναι μὴ τῶν 
<milestone unit="tlnum" n="10"/> θηρίων ἐπιλιπόντων τῷ ἀνθρώπῳ θηριώδης ὁ βίος αὐτοῦ γένηται καὶ ἄπορος καὶ ἀνήμερος. ἐπεὶ τοίνυν τοῖς μὲν ἄλλοις ἱκανόν ἐστι τὸ μὴ πάσχειν 
<milestone unit="stephpage" xml:id="stephpage-86e" n="86e"/> ὑπὸ τῶν ἐχθρῶν, κακῶς, τοὺς δὲ νοῦν ἔχοντας ὁ Ξενοφῶν<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">Ξενοφῶν</foreign>] Cyrop. I 6, 11</note> καὶ ὠφελεῖσθαί φησιν ἀπὸ τῶν διαφερομένων, 
<milestone unit="tlnum" n="15"/> ἀπιστεῖν μὲν οὐ χρή, ζητεῖν δὲ μέθοδον καὶ τέχνην διʼ ἧς τοῦτο περιέσται τὸ καλὸν οἷς χωρὶς ἐχθροῦ ζῆν ἀδύνατόν ἐστιν. οὐ δύναται πᾶν ἐξημερῶσαι δένδρον ὁ γεωργὸς οὐδὲ πᾶν τιθασεῦσαι θηρίον ὁ κυνηγός· ἐζήτησαν οὖν καθʼ ἑτέρας χρείας 
<milestone unit="tlnum" n="20"/> ὁ μὲν ἐκ τῶν ἀκάρπων ὁ δʼ ἀπὸ τῶν ἀγρίων ὠφελεῖσθαι. τῆς θαλάττης τὸ ὕδωρ ἄποτόν ἐστι καὶ πονηρόν, ἀλλʼ ἰχθῦς τρέφει καὶ πόμπιμόν ἐστι πάντῃ καὶ πορεύσιμον ὄχημα τοῖς κομιζομένοις· τοῦ δὲ 
<milestone unit="stephpage" xml:id="stephpage-86f" n="86f"/> σατύρου τὸ πῦρ, ὡς πρῶτον ὤφθη, βουλομένου φιλῆσαι 
<milestone unit="tlnum" n="25"/> καὶ περιβαλεῖν, ὁ Προμηθεύς <quote rend="blockquote"><l>τράγος ἔφη<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">ἔφη</foreign> add. H</note> γένειον ἆρα πενθήσεις σύ γε </l><note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true">Nauck. p. 53</note></quote> καὶ γὰρ κάει τὸν ἁψάμενον, ἀλλὰ φῶς παρέχει καὶ<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">καὶ γὰρ</foreign> addidi</note> <pb xml:id="v.1.p.210"/> θερμότητα καὶ τέχνης ἁπάσης ὄργανόν ἐστι τοῖς χρῆσθαι μαθοῦσι. σκόπει δὴ καὶ τὸν ἐχθρόν, εἰ βλαβερὸς ὢν τἄλλα καὶ δυσμεταχείριστος, ἁμωσγέπως 
<milestone unit="stephpage" xml:id="stephpage-87a" n="87a"/> ἁφὴν ἐνδίδωσιν αὑτοῦ καὶ χρῆσιν οἰκείαν καὶ ὠφέλιμός 
<milestone unit="tlnum" n="5"/> ἐστι. καὶ τῶν πραγμάτων ἄφιλα πολλὰ καὶ ἀπεχθῆ καὶ ἀντίπαλα τοῖς ἐντυγχάνουσιν ἀλλʼ ὁρᾷς ὅτι καὶ νόσοις ἔνιοι σώματος εἰς ἀπραγμοσύνην ἐχρήσαντο, καὶ πόνοι πολλοῖς προσπεσόντες ἔρρωσαν καὶ ἤσκησαν. ἔνιοι δὲ καὶ πατρίδος; στέρησιν 
<milestone unit="tlnum" n="10"/> καὶ χρημάτων ἀποβολὴν ἐφόδιον σχολῆς ἐποιήσαντο καὶ φιλοσοφίας, ὡς Διογένης καὶ Κράτης Ζήνων δέ, τῆς ναυκληρίας αὐτῷ συντριβείσης, πυθόμενος εἶπεν <q>εὖ γʼ ὦ τύχη ποιεῖς, εἰς τὸν τρίβωνα συνελαύνουσα ἡμᾶς.</q> ὥσπερ γὰρ τὰ ῥωμαλεώτατα<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">ῥωμαλεώτατα</foreign> H: <foreign xml:lang="grc">ῥωμαλέα</foreign> (<foreign xml:lang="grc">ῥωμαλεώτερα</foreign> Suidas v. <foreign xml:lang="grc">σικχός</foreign>)</note> τοὺς 
<milestone unit="tlnum" n="15"/> στομάχους<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">τοὺς στομάχους</foreign> Suidas: <foreign xml:lang="grc">τοῖς στομάχοις</foreign> </note> καὶ ὑγιεινότατα τῶν ζῴων ὄφεις ἐσθίοντα καταπέττει καὶ σκορπίους, ἔστι δʼ ἃ καὶ λίθοις καὶ 
<milestone unit="stephpage" xml:id="stephpage-87b" n="87b"/> ὀστράκοις τρέφεται μεταβάλλουσι<note resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">μεταβάλλει</foreign> H</note> δὲ διʼ εὐτονίαν καὶ θερμότητα πνεύματος, οἱ δὲ σικχοὶ καὶ νοσώδεις ἄρτον καὶ οἶνον<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">οἶνον</foreign>] <foreign xml:lang="grc">ὕδωρ</foreign> Suidas</note> προσφερόμενοι ναυτιῶσιν, 
<milestone unit="tlnum" n="20"/> οὕτως οἱ μὲν ἀνόητοι καὶ τὰς φιλίας διαφθείρουσιν, οἱ δὲ φρόνιμοι καὶ ταῖς ἔχθραις ἐμμελῶς χρῆσθαι δύνανται. </p></div><div type="textpart" subtype="section" n="3"><p rend="indent">πρῶτον μὲν οὖν δοκεῖ μοι τῆς ἔχθρας τὸ βλαβερώτατον ὠφελιμώτατον ἂν γενέσθαι τοῖς προσέχουσιν. 
<milestone unit="tlnum" n="25"/> τί δὲ τοῦτʼ ἐστίν; ἐφεδρεύει σου τοῖς πράγμασιν ἐγρηγορὼς ὁ ἐχθρὸς ἀεὶ καὶ λαβὴν ζητῶν πανταχόθεν περιοδεύει τὸν βίον, οὐ διὰ δρυὸς <pb xml:id="v.1.p.211"/> 
<milestone unit="stephpage" xml:id="stephpage-87c" n="87c"/> μόνον ὁρῶν ὡς ὁ Λυγκεὺς οὐδὲ διὰ λίθων καὶ ὀστράκων, ἀλλὰ καὶ διὰ φίλου καὶ οἰκέτου καὶ διὰ συνήθους παντὸς ὡς ἀνυστόν ἐστι φωρῶν τὰ πραττόμενα καὶ τὰ βουλευόμενα διορύττων καὶ διερευνώμενος. 
<milestone unit="tlnum" n="5"/> οἱ μὲν γὰρ φίλοι καὶ νοσοῦντες ἡμᾶς πολλάκις καὶ ἀποθνῄσκοντες λανθάνουσιν ἀμελοῦντας καὶ ὀλιγωροῦντας, τῶν δʼ ἐχθρῶν μονονουχὶ καὶ τοὺς ὀνείρους πολυπραγμονοῦμεν· νόσοι δὲ καὶ δανεισμοὶ καὶ διαφοραὶ πρὸς γυναῖκας αὐτοὺς ἐκείνους 
<milestone unit="tlnum" n="10"/> μᾶλλον ἢ τὸν ἐχθρὸν λανθάνουσι. μάλιστα δὲ τῶν ἁμαρτιῶν ἔχεται καὶ ταύτας ἐξιχνεύει. καὶ 
<milestone unit="stephpage" xml:id="stephpage-87d" n="87d"/> καθάπερ οἱ γῦπες ἐπὶ τὰς ὀσμὰς τῶν διεφθορότων σωμάτων φέρονται, τῶν δὲ καθαρῶν καὶ ὑγιαινόντων αἴσθησιν οὐκ ἔχουσιν, οὕτω τὰ νοσοῦντα τοῦ 
<milestone unit="tlnum" n="15"/> βίου καὶ φαῦλα καὶ πεπονθότα κινεῖ τὸν ἐχθρόν, καὶ πρὸς ταῦθʼ οἱ μισοῦντες ᾄττουσι καὶ τούτων ἅπτονται καὶ σπαράττουσι. τοῦτʼ οὖν<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true">post <foreign xml:lang="grc">οὖν</foreign> lacunam signavit H</note> ὠφέλιμόν ἐστι; πάνυ μὲν οὖν, εὐλαβούμενον ζῆν καὶ προσέχειν ἑαυτῷ καὶ μήτε πράττειν μηδὲν ὀλιγώρως καὶ ἀπερισκέπτως 
<milestone unit="tlnum" n="20"/> μήτε λέγειν, ἀλλʼ ἀεὶ διαφυλάττειν ὥσπερ ἐν ἀκριβεῖ διαίτῃ τὸν βίον ἀνεπίληπτον· ἡ γὰρ 
<milestone unit="stephpage" xml:id="stephpage-87e" n="87e"/> οὕτω συστέλλουσα τὰ πάθη καὶ συνέχουσα τὸν λογισμὸν εὐλάβεια μελέτην ἐμποιεῖ καὶ προαίρεσιν τοῦ ζῆν ἐπιεικῶς καὶ ἀνεγκλήτως. καθάπερ γὰρ αἱ 
<milestone unit="tlnum" n="25"/> πολέμοις ἀστυγειτονικοῖς καὶ στρατείαις ἐνδελεχέσι σωφρονιζόμεναι πόλεις εὐνομίαν καὶ πολιτείαν ὑγιαίνουσαν ἠγάπησαν, οὕτως οἱ διʼ ἔχθρας τινὰς ἀναγκασθέντες ἐπινήφειν τῷ βίῳ καὶ φυλάττεσθαι τὸ <pb xml:id="v.1.p.212"/> ῥᾳθυμεῖν καὶ καταφρονεῖν καὶ μετʼ εὐχρηστίας ἕκαστα πράττειν λανθάνουσιν εἰς τὸ ἀναμάρτητον ὑπὸ τῆς συνηθείας ἀγόμενοι καὶ κατακοσμούμενοι τὸν τρόπον, ἂν καὶ μικρὸν ὁ λόγος συνεπιλαμβάνηται. 
<milestone unit="tlnum" n="5"/> τὸ γάρ 
<milestone unit="stephpage" xml:id="stephpage-87f" n="87f"/> <quote rend="blockquote"><l>ἦ κεν γηθήσαι Πρίαμος Πριάμοιό τε παῖδες </l><note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true">Homer. A 255</note></quote> οἷς ἐστιν ἀεὶ πρόχειρον, ἐπιστρέφει καὶ διατρέπει καὶ ἀφίστησι τῶν τοιούτων ἐφʼ οἷς οἱ ἐχθροὶ χαίρουσι καὶ καταγελῶσι. καὶ μὴν τοὺς περὶ τὸν Διόνυσον 
<milestone unit="tlnum" n="10"/> τεχνίτας ὁρῶμεν ἐκλελυμένους καὶ ἀπροθύμους καὶ οὐκ ἀκριβῶς πολλάκις ἀγωνιζομένους ἐν τοῖς θεάτροις ἐφʼ ἑαυτῶν· ὅταν δʼ ἅμιλλα καὶ ἀγὼν γένηται πρὸς ἑτέρους, οὐ μόνον αὑτοὺς ἀλλὰ καὶ τὰ ὄργανα μᾶλλον συνεπιστρέφουσι, χορδολογοῦντες 
<milestone unit="tlnum" n="15"/> καὶ ἀκριβέστερον ἁρμοζόμενοι καὶ καταυλοῦντες. ὅστις οὖν οἶδεν ἀνταγωνιστὴν βίου καὶ δόξης τὸν 
<milestone unit="stephpage" xml:id="stephpage-88a" n="88a"/> ἐχθρὸν ὄντα, προσέχει μᾶλλον αὑτῷ, καὶ τὰ πράγματα περισκοπεῖ καὶ διαρμόζεται τὸν βίον. ἐπεὶ καὶ τοῦτο τῆς κακίας ἴδιόν ἐστι, τὸ τοὺς ἐχθροὺς 
<milestone unit="tlnum" n="20"/> αἰσχύνεσθαι μᾶλλον ἢ τοὺς φίλους ἐφʼ οἷς ἐξαμαρτάνομεν. ὅθεν ὁ Νασικᾶς, οἰομένων τινῶν καὶ λεγόντων ἐν ἀσφαλεῖ γεγονέναι τὰ Ῥωμαίων πράγματα Καρχηδονίων μὲν ἀνῃρημένων Ἀχαιῶν δὲ δεδουλωμένων, <q>νῦν μὲν οὖν</q> εἶπεν <q>ἐπισφαλῶς 
<milestone unit="tlnum" n="25"/> ἔχομεν, μήθʼ οὓς φοβηθῶμεν μήθʼ οὓς αἰσχυνθῶμεν ἑαυτοῖς ἀπολελοιπότες</q> 
<milestone unit="stephpage" xml:id="stephpage-88b" n="88b"/> </p></div><div type="textpart" subtype="section" n="4"><p rend="indent">ἔτι τοίνυν πρόσλαβε τὴν Διογένους ἀπόφασιν, φιλόσοφον σφόδρα καὶ πολιτικὴν οὖσαν·<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true">Homer. A 255</note> <pb xml:id="v.1.p.213"/> <q>πῶς ἀμυνοῦμαι τὸν ἐχθρόν;</q> <q>αὐτὸς καλὸς κἀγαθὸς γενόμενος.</q> ἵππους ἐχθρῶν ὁρῶντες εὐδοκιμοῦντας ἀνιῶνται καὶ<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">καὶ</foreign> addidi</note> κύνας ἐπαινουμένους. ἂν χωρίον ἐκπεπονημένον ἴδωσιν, ἂν εὐθαλοῦντα κῆπον, ἐπιστένουσι. 
<milestone unit="tlnum" n="5"/> τί οὖν οἴει; σεαυτὸν ἐπιδεικνύμενος ἄνδρα δίκαιον ἀρτίφρονα χρηστόν, ἐν λόγοις εὐδόκιμον, ἐν πράξεσι καθαρόν, ἐν διαίτῃ κόσμιον, <quote rend="blockquote"><l> βαθεῖαν<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">βαθεῖαν</foreign>] Aesch. Sept. 793</note> αὔλακα διὰ φρενὸς καρπούμενον, </l><l> ἐξ<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">ἐξ</foreign>] <foreign xml:lang="grc">ἀφʼ</foreign> Aeschylus</note> ἧς τὰ κεδνὰ βλαστάνει βουλεύματα;</l></quote> 
<milestone unit="tlnum" n="10"/> <q>νικώμενοι</q> φησὶ Πίνδαρος<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">Πίνδαρος</foreign>] Bergk. 1 p. 457</note> <q>ἄνδρες ἀγρυξίᾳ δέδενται,</q> 
<milestone unit="stephpage" xml:id="stephpage-88c" n="88c"/> οὐχ ἁπλῶς οὐδὲ πάντες, ἀλλʼ ὅσοι νικωμένους αὑτοὺς ὁρῶσιν ὑπὸ τῶν ἐχθρῶν ἐπιμελείᾳ χρηστότητι μεγαλοφροσύνῃ φιλανθρωπίαις<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">φιλανθρωπίαις</foreign> H nescio unde: <foreign xml:lang="grc">φιλανθρωπίᾳ</foreign> </note> εὐεργεσίαις· ταῦτʼ ἀποστρέφει <q>τὴν γλῶτταν</q> ὡς ὁ Δημοσθένης<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">Δημοσθένης</foreign>] p. 406, 5</note> 
<milestone unit="tlnum" n="15"/> φησίν, <q>ἐμφράττει τὸ στόμα, ἄγχει, σιωπᾶν ποιεῖ.</q> <quote rend="blockquote"><l> σύ<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">σύ</foreign>] Eur. Or. 251</note> τοι διάφερε τῶν κακῶν· ἔξεστι γάρ.</l></quote> εἰ θέλεις ἀνιᾶν τὸν μισοῦντα, μὴ λοιδόρει κίναιδον μηδὲ μαλακὸν μηδʼ ἀκόλαστον μηδὲ βωμολόχον μηδʼ ἀνελεύθερον, ἀλλʼ αὐτὸς ἀνὴρ ἴσθι καὶ σωφρόνει 
<milestone unit="tlnum" n="20"/> καὶ ἀλήθευε καὶ χρῶ φιλανθρώπως καὶ δικαίως τοῖς 
<milestone unit="stephpage" xml:id="stephpage-88d" n="88d"/> ἐντυγχάνουσιν. ἂν δὲ λοιδορῆσαι προαχθῇς, ἄπαγε πορρωτάτω σεαυτὸν ὧν λοιδορεῖς ἐκεῖνον. ἐνδύου τῇ ψυχῇ, περισκόπει τὰ σαθρά, μὴ τίς σοί ποθεν ὑποφθέγγηται κακία<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">κακία</foreign> del. H</note> τὸ τοῦ τραγῳδοῦ 
<milestone unit="tlnum" n="25"/> <quote rend="blockquote"><l>ἄλλων ἰατρὸς αὐτὸς ἕλκεσι βρύων </l><note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true">Nauck. p. 545</note></quote> <pb xml:id="v.1.p.214"/> ἂν ἀπαίδευτον εἴπῃς,<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">εἴπῃς</foreign> Boissonadius: <foreign xml:lang="grc">εἴπῃ σε</foreign> </note> ἐπίτεινε τὸ φιλομαθὲς ἐν σεαυτῷ καὶ φιλόπονον· ἂν δειλόν, ἔγειρε μᾶλλον τὸ θαρραλέον καὶ ἀνδρῶδες· κἂν<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">κἂν</foreign><foreign xml:lang="grc">ἂν</foreign> H</note> ἀσελγῆ καὶ ἀκόλαστον, ἐξάλειφε τῆς ψυχῆς; εἴ τι λανθάνον ἐστὶ φιληδονίας 
<milestone unit="tlnum" n="5"/> ἴχνος. οὐδὲν γὰρ αἴσχιόν ἐστι· βλασφημίας παλινδρομούσης οὐδὲ λυπηρότερον, ἀλλʼ ἔοικε καὶ τοῦ φωτὸς; τὸ ἀνακλώμενον μᾶλλον ἐνοχλεῖν τὰς ἀσθενεῖς ὁράσεις καὶ τῶν ψόγων οἱ πρὸς αὐτοὺς ἀναφερόμενοι 
<milestone unit="stephpage" xml:id="stephpage-88e" n="88e"/> τοὺς ψέγοντας ὑπὸ τῆς ἀληθείας. ὡς γὰρ<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">ὡς γὰρ</foreign>] Nauck. p. 660</note> 
<milestone unit="tlnum" n="10"/> ὁ καικίας τὰ νέφη, καὶ ὁ φαῦλος βίος ἐφʼ ἑαυτὸν ἕλκει τὰς λοιδορίας. </p></div><div type="textpart" subtype="section" n="5"><p rend="indent">ὁ μὲν οὖν Πλάτων ὁσάκις ἀσχημονοῦσιν ἀνθρώποις παραγένοιτο, πρὸς αὑτὸν εἰώθει λέγειν <q>μή που ἄρʼ<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">που ἄρʼ</foreign> H: <foreign xml:lang="grc">πη ἆρʼ</foreign> </note> ἐγὼ τοιοῦτος;</q> ὁ δὲ λοιδορήσας τὸν 
<milestone unit="tlnum" n="15"/> ἑτέρου βίον ἂν εὐθὺς ἐπισκοπῇ τὸν ἑαυτοῦ καὶ μεθαρμόττῃ πρὸς τοὐναντίον ἀπευθύνων καὶ ἀποστρέφων, ἕξει τι χρήσιμον ἐκ τοῦ λοιδορεῖν, ἄλλως ἀχρήστου καὶ κενοῦ δοκοῦντος εἶναι καὶ ὄντος. οἱ μὲν οὖν πολλοὶ γελῶσιν, ἄν τις ὢν φαλακρὸς ἢ 
<milestone unit="tlnum" n="20"/> 
<milestone unit="stephpage" xml:id="stephpage-88f" n="88f"/> κυρτὸς ἑτέρους εἰς ταῦτα λοιδορῇ καὶ σκώπτῃ· γελοῖον δʼ ὅλως ἐστὶ τὸ λοιδορεῖν καὶ σκώπτειν ὁτιοῦν ἀντιλοιδορηθῆναι δυνάμενον, ὡς Λέων ὁ Βυζάντιος ὑπὸ κυρτοῦ λοιδορηθεὶς εἰς τὴν τῶν ὀμμάτων ἀσθένειαν <q>ἀνθρώπινον</q> ἔφη <q>πάθος ὀνειδίζεις, ἐπὶ τοῦ 
<milestone unit="tlnum" n="25"/> νώτου φέρων τὴν νέμεσιν</q> οὐκοῦν μηδὲ μοιχὸν λοιδορήσῃς, αὐτὸς ὢν παιδομανής· μηδʼ ἄσωτον, αὐτὸς ὢν ἀνελεύθερος. <pb xml:id="v.1.p.215"/> <quote rend="blockquote"><l>ἀνδροκτόνου γυναικὸς ὁμογενὴς ἔφυς </l><note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true">Nauck. p. 695</note></quote> πρὸς τὸν Ἄδραστον ὁ Ἀλκμέων. τί οὖν ἐκεῖνος; οὐκ ἀλλότριον ἀλλʼ ἴδιον αὐτῷ προφέρων ὄνειδος 
    <milestone unit="stephpage" xml:id="stephpage-89a" n="89a"/> <quote rend="blockquote"><l>σὺ, δʼ αὐτόχειρ γε μητρὸς ἣ σʼ ἐγείνατο </l><note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true">id. p. 695</note></quote> 
<milestone unit="tlnum" n="5"/> πρὸς τὸν Κράσσον ὁ Δομίτιος οὐ <q>σὺ μυραίνης ἐν ζωγρείῳ σοι τρεφομένης εἶτʼ ἀποθανούσης ἔκλαυσας;</q> καὶ ὁ ἕτερος <q>οὐ σὺ τρεῖς γυναῖκας ἐκκομίσας οὐκ ἐδάκρυσας;</q> οὐκ εὐφυᾶ δεῖ τὸν λοιδορησόμενον εἶναι καὶ μεγαλόφωνον καὶ ἰταμόν, ἀλλʼ ἀλοιδόρητον 
<milestone unit="tlnum" n="10"/> καὶ ἀνέγκλητον οὐδενὶ γὰρ οὕτως ἔοικε προστάττειν ὁ θεὸς ὡς τῷ μέλλοντι ψέγειν ἕτερον τὸ <q>γνῶθι σαυτόν,</q> ἵνα μὴ λέγοντες ἃ θέλουσιν ἀκούωσιν ἃ μὴ θέλουσι; <q>φιλεῖ</q> γὰρ ὁ τοιοῦτος κατὰ τὸν Σοφοκλέα<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">Σοφοκλέα</foreign>] id. p. 261</note> 
<milestone unit="tlnum" n="15"/> 
<milestone unit="stephpage" xml:id="stephpage-89b" n="89b"/> <quote rend="blockquote"><l> γλῶσσαν ἐκχέας μάτην </l><l> ἄκων ἀκούειν οὓς ἑκὼν εἴπῃ λόγους </l></quote> </p></div><div type="textpart" subtype="section" n="6"><p rend="indent">τουτὶ μὲν οὖν ἔνεστι τῷ λοιδορεῖν τὸν ἐχθρὸν ὠφέλιμον καὶ χρήσιμον οὐκ ἔλαττον δʼ ἕτερον, τὸ λοιδορεῖσθαι καὶ κακῶς ἀκούειν αὐτὸν ὑπὸ 
<milestone unit="tlnum" n="20"/> τῶν ἐχθρῶν. ὅθεν ὀρθῶς ὁ Ἀντισθένης εἶπεν ὅτι τοῖς μέλλουσι σῴζεσθαι φίλων δεῖ γνησίων ἢ διαπύρων ἐχθρῶν οἱ μὲν γὰρ νουθετοῦντες τοὺς ἁμαρτάνοντας οἱ δὲ λοιδοροῦντες ἀποτρέπουσι. ἐπεὶ δʼ ἡ φιλία τὰ νῦν ἰσχνόφωνος γέγονεν ἐν τῷ παρρησιάζεσθαι 
<milestone unit="tlnum" n="25"/> , καὶ τὸ κολακεῦον αὐτῆς λάλον ἐστὶ τὸ 
<milestone unit="stephpage" xml:id="stephpage-89c" n="89c"/> δὲ νουθετοῦν ἄναυδον, ἀκουστέον ἐστὶ παρὰ τῶν ἐχθρῶν τὴν ἀλήθειαν. ὡς γὰρ ὁ Τήλεφος οἰκείου <pb xml:id="v.1.p.216"/> μὴ τυγχάνων ἰατροῦ τῷ πολεμίῳ<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">πολεμίῳ</foreign> H: <foreign xml:lang="grc">πολεμικῷ</foreign> </note> δόρατι τὸ ἕλκος ὑπέθηκεν, οὕτω τοὺς ἀποροῦντας εὐνοίας νουθετούσης ὑπομένειν ἀνάγκη μισοῦντος ἐχθροῦ λόγον, ἂν ἐλέγχῃ καὶ κολάζῃ τὴν κακίαν, σκοποῦντας τὸ 
<milestone unit="tlnum" n="5"/> ἔργον ἀλλὰ μὴ τὴν γνώμην τοῦ κακῶς λέγοντος ὥσπερ γὰρ ὁ τὸν Θεσσαλὸν Προμηθέα κτεῖναι διανοηθεὶς ἔπαισε τῷ ξίφει τὸ φῦμα καὶ διεῖλεν οὕτως ὥστε σωθῆναι τὸν ἄνθρωπον καὶ ἀπαλλαγῆναι τοῦ φύματος ῥαγέντος, οὕτω πολλάκις ὑπʼ ὀργῆς ἢ ἔχθρας 
<milestone unit="tlnum" n="10"/> 
<milestone unit="stephpage" xml:id="stephpage-89d" n="89d"/> προσπεσοῦσα λοιδορία κακὸν ψυχῆς ἢ ἀγνοούμενον ἢ ἀμελούμενον ἐθεράπευσεν. ἀλλʼ οἱ πολλοὶ λοιδορηθέντες οὐ σκοποῦσιν εἰ πρόσεστιν αὐτοῖς τὸ λεγόμενον, ἀλλὰ τί πρόσεστιν ἕτερον τῷ λοιδοροῦντι, καὶ καθάπερ οἱ παλαίοντες τὴν κόνιν οὐχ 
<milestone unit="tlnum" n="15"/> ἑαυτῶν ἀποψῶσι τὰς λοιδορίας, ἀλλὰ συμπάσσουσιν ἀλλήλους εἶτα φύρονται καὶ ἀναχρώννυνται συμπεσόντες ὑπʼ ἀλλήλων. δεῖ δʼ ἀκούσαντα κακῶς ὑπʼ ἐχθροῦ τὸ μὲν προσὸν ἀφαιρεῖν αὑτοῦ μᾶλλον ἢ κηλῖδα προσοῦσαν ἱματίῳ καὶ δειχθεῖσαν ἂν δέ τις 
<milestone unit="tlnum" n="20"/> λέγῃ τὰ μὴ προσόντα, ὅμως ζητεῖν τὴν<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">τὴν</foreign> H</note> αἰτίαν ἀφʼ 
<milestone unit="stephpage" xml:id="stephpage-89e" n="89e"/> ἧς ἡ βλασφημία γέγονε, καὶ φυλάττεσθαι καὶ δεδιέναι μή τι λανθάνωμεν ἢ σύνεγγυς ἢ ὅμοιον τῷ λεγομένῳ παραμαρτάνοντες. οἷον Λακύδην τὸν Ἀργείων βασιλέα κόμης τις<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">τις</foreign>: <foreign xml:lang="grc">τινος</foreign></note> διάθεσις καὶ βάδισμα τρυφερώτερον 
<milestone unit="tlnum" n="25"/> εἰς μαλακίαν διέβαλε, καὶ Πομπήιον τὸ ἑνὶ κνᾶσθαι τὴν κεφαλὴν δακτύλῳ πορρωτάτω θηλύτητος καὶ ἀκολασίας ὄντα.<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">ὄντας</foreign> H</note> Κράσσος δὲ τῶν <pb xml:id="v.1.p.217"/> ἱερῶν μιᾷ παρθένων αἰτίαν ἔσχε πλησιάζειν, χωρίον τι καλὸν ὠνήσασθαι παρʼ αὐτῆς βουλόμενος καὶ διὰ τοῦτο πολλάκις ἐντυγχάνων ἰδίᾳ καὶ θεραπεύων. 
<milestone unit="stephpage" xml:id="stephpage-89f" n="89f"/>Ποστουμίαν δὲ τὸ γελᾶν προχειρότερον καὶ λαλιᾷ 
<milestone unit="tlnum" n="5"/> χρῆσθαι θρασυτέρᾳ πρὸς ἄνδρας διέβαλεν, ὥστε κριθῆναι φθορᾶς, εὑρέθη μὲν οὖν καθαρὰ τῆς αἰτίας, ἀπολύσας δʼ αὐτὴν ὁ ἀρχιερεὺς Σπόριος Μινούκιος ὑπέμνησε μὴ χρῆσθαι λόγοις ἀσεμνοτέροις τοῦ βίου. Θεμιστοκλεῖ δὲ Παυσανίας μηδὲν 
<milestone unit="tlnum" n="10"/> ἀδικοῦντι προσετρίψατο τὴν ὑποψίαν τῆς προδοσίας διὰ τὸ χρῆσθαι φίλῳ καὶ γράφειν συνεχῶς καὶ πέμπειν πρὸς αὐτόν. </p></div><div type="textpart" subtype="section" n="7"><p rend="indent">ὅταν οὖν λεχθῇ τι μὴ ἀληθές, οὐχ ὅτι ψεῦδός ἐστι δεῖ καταφρονεῖν καὶ ἀμελεῖν, ἀλλὰ σκοπεῖν 
<milestone unit="tlnum" n="15"/> 
<milestone unit="stephpage" xml:id="stephpage-90a" n="90a"/> τί τῶν ὑπὸ σοῦ λεγομένων ἢ πραττομένων ἢ σπουδαζομένων ἢ συνόντων<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">συνόντων</foreign>] <foreign xml:lang="grc">προσόντων</foreign>?</note> ὁμοιότητα τῇ διαβολῇ παρέσχηκε, καὶ τοῦτο διευλαβεῖσθαι καὶ φεύγειν. εἰ γὰρ ἕτεροι πράγμασιν ἀβουλήτοις περιπεσόντες διδάσκονται; τὸ χρήσιμον, ὥσπερ ἡ Μερόπη φησὶν 
<milestone unit="tlnum" n="20"/> <quote rend="blockquote"><l>αἱ τύχαι δέ με </l><note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true">Nauck. p. 396</note><l> μισθὸν λαβοῦσαι τῶν ἐμῶν τὰ φίλτατα </l><l>σοφὴν ἔθηκαν ,</l></quote> τί κωλύει διδάσκαλον ἄμισθον λαβόντα τὸν ἐχθρὸν ὠφεληθῆναι καὶ μαθεῖν τι τῶν λανθανόντων; πολλὰ 
<milestone unit="tlnum" n="25"/> γὰρ ὁ ἐχθρὸς αἰσθάνεται τοῦ φίλου μᾶλλον (<q>τυφλοῦται</q> γὰρ <q>τὸ φιλοῦν περὶ τὸ φιλούμενον</q> ὡς ὁ 
<milestone unit="stephpage" xml:id="stephpage-90b" n="90b"/>Πλάτων<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">Πλάτων</foreign></note> φησί), τῷ δὲ μισεῖν μετὰ τοῦ <pb xml:id="v.1.p.218"/> πολυπραγμονεῖν καὶ τὸ λαλεῖν ἔνεστιν. ὁ Ἱέρων ὑπό τινος τῶν ἐχθρῶν εἰς τὴν δυσωδίαν ἐλοιδορήθη τοῦ στόματος. ἐλθὼν οὖν οἴκαδε πρὸς τὴν γυναῖκα <q>τί λέγεις;</q> εἶπεν, <q>οὐδὲ σύ μοι τοῦτʼ ἔφρασας;</q> ἡ δʼ 
<milestone unit="tlnum" n="5"/> οὖσα σώφρων καὶ ἄκακος <q>ᾤμην</q> εἶπεν <q>ὅτι τοιοῦτο πάντες ὄζουσιν οἱ ἄνδρες.</q> οὕτω καὶ τὰ αἰσθητὰ καὶ τὰ σωματικὰ καὶ τὰ καταφανῆ πᾶσι παρὰ τῶν ἐχθρῶν μαθεῖν πρότερον ἔστιν ἢ τῶν φίλων καὶ συνήθων. 
<milestone unit="tlnum" n="10"/> </p></div><div type="textpart" subtype="section" n="8"><p rend="indent">ἄνευ δὲ τούτου τὴν περὶ τὴν<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">περὶ τὴν</foreign> Stobaeus Flor. XXXIV 9: <foreign xml:lang="grc">περὶ</foreign> </note> γλῶτταν ἐγκράτειαν, οὐ μικρὸν ἀρετῆς μέρος οὖσαν, ὑπήκοον 
<milestone unit="stephpage" xml:id="stephpage-90c" n="90c"/> ἀεὶ τῷ λογισμῷ καὶ πειθήνιον ἔχειν οὐκ ἔνεστιν, ἂν μή τις ἀσκήσει καὶ μελέτῃ καὶ φιλοπονίᾳ τὰ κάκιστα τῶν παθῶν, οἷόν ἐστιν ἡ ὀργή, κατεργάσηται. 
<milestone unit="tlnum" n="15"/> ἡ γὰρ <q>ἀκουσίως ἐκπίπτουσα φωνὴ</q> καὶ τὸ <quote rend="blockquote"><l>ἔπος φύγεν ἕρκος ὀδόντων,</l></quote> καὶ τὸ ἔνια ἐξίπτασθαι τῶν ῥημάτων αὐτόματα τοῖς ἀνασκήτοις μάλιστα θυμοῖς οἷον ὀλισθάνουσι καὶ διαρρέουσιν ἐπιγίγνεται διʼ ἀσθένειαν θυμοῦ, 
<milestone unit="tlnum" n="20"/> διʼ ἀκρατῆ γνώμην, διαίτῃ θρασείᾳ.<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">διαίτῃ θρασείᾳ</foreign>] <foreign xml:lang="grc">διʼ ἀγωγὴν θρασεῖαν</foreign></note> λόγου δὲ κουφοτάτου πράγματος βαρυτάτη ζημία κατὰ τὸν θεῖον Πλάτωνα<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">Πλάτωνα</foreign>] Legg. p. 935 a</note> καὶ παρὰ θεῶν ἕπεται καὶ παρʼ ἀνθρώπων. 
<milestone unit="stephpage" xml:id="stephpage-90d" n="90d"/> ἡ δὲ σιγὴ πανταχοῦ μὲν ἀνυπεύθυνον οὐ μόνον ἄδιψον, ὥς φησιν Ἱπποκράτης, ἐν δὲ λοιδορίαις<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">λοιδορίαις</foreign> Stob. Flor. XIX 1: <foreign xml:lang="grc">λοιδορία</foreign> </note> σεμνὸν καὶ Σωκρατικόν, μᾶλλον δʼ Ἡράκλειον , εἴ γε κἀκεῖνος οὐδʼ <quote rend="blockquote"><l>ὅσσον μυίας στυγερῶν ἐμπάζετο μύθων </l></quote> <pb xml:id="v.1.p.219"/> οὔτι<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">οὔτι</foreign> Madvigius: <foreign xml:lang="grc">οὔτε</foreign> </note> μὴν τούτου σεμνότερον καὶ κάλλιόν ἐστι, τοῦ<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">τοῦ</foreign> R: <foreign xml:lang="grc">τὸ</foreign> </note> λοιδοροῦντος ἐχθροῦ τὴν ἡσυχίαν ἄγειν λισσάδα πέτραν φιλοκέρτομον ὣς παρανηχομένους, οὐδʼ ἄλλη<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">οὐδʼ ἄλλη μείζων ἀσκησις</foreign> Emperius: <foreign xml:lang="grc">ἀλλὰ μείζων ἡ ἄσκησις</foreign> </note> μείζων ἄσκησις. ἂν γὰρ<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">γὰρ</foreign> R</note> ἐχθρὸν ἐθισθῇς λοιδοροῦντα 
<milestone unit="tlnum" n="5"/> φέρειν σιωπῇ, πάνυ ῥᾳδίως οἴσεις γυναικὸς ὀργὴν κακῶς λεγούσης, καὶ φίλου φωνὰς καὶ ἀδελφοῦ πικροτάτας ἀκούων ὑπομενεῖς ἀθορύβως· πατρὶ δὲ καὶ μητρὶ τυπτόμενος καὶ βαλλόμενος παρέξεις 
<milestone unit="stephpage" xml:id="stephpage-90e" n="90e"/> ἄθυμον καὶ ἀμήνιτον σεαυτόν. ὁ μὲν γὰρ 
<milestone unit="tlnum" n="10"/>Σωκράτης ἔφερε τὴν Ξανθίππην θυμοειδῆ καὶ χαλεπὴν οὖσαν, ὡς εὐκόλως συνεσόμενος ἑτέροις, ἂν ἐκείνην ὑπομένειν ἐθισθῇ· πολὺ δὲ βέλτιον ἐχθρῶν καὶ ἀλλοτρίων ἐγγυμνασάμενον βδελυρίαις καὶ ὀργαῖς καὶ σκώμμασι καὶ λοιδορίαις ἐθίσαι τὸν θυμὸν 
<milestone unit="tlnum" n="15"/> ἡσυχίαν ἄγειν μηδʼ ἀσχάλλειν ἐν τῷ λοιδορεῖσθαι </p></div><div type="textpart" subtype="section" n="9"><p rend="indent">πραότητα μὲν οὖν καὶ ἀνεξικακίαν οὕτως ἔστιν ἐνεπιδείξασθαι ταῖς ἔχθραις, ἁπλότητα δὲ καὶ μεγαλοφροσύνην καὶ χρηστότητα μᾶλλον ἐν ταῖς 
<milestone unit="stephpage" xml:id="stephpage-90f" n="90f"/> φιλίαις. φίλον μὲν γὰρ οὐχ οὕτω τὸ εὖ ποιεῖν 
<milestone unit="tlnum" n="20"/> καλόν, ὡς αἰσχρὸν τὸ μὴ ποιεῖν δεόμενον· ἐχθροῦ δὲ καὶ τὸ τιμωρίαν παραλείπειν<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">παραλείπειν καιροῦ</foreign> H: <foreign xml:lang="grc">παραλιπεῖν ἐν καιρῷ</foreign> </note> καιροῦ παρασχόντος ἐπιεικές ἐστι. τὸν δὲ καὶ πταίσαντι συμπαθήσαντα καὶ δεηθέντι συλλαβόμενον καὶ παισὶν ἐχθροῦ καὶ οἰκείοις πραγμάτων ἐν χρείᾳ γενομένοις σπουδήν 
<milestone unit="tlnum" n="25"/> τινα καὶ προθυμίαν ἐνδειξάμενον ὅστις οὐκ ἄγαται<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">ἄγαται</foreign> H: <foreign xml:lang="grc">ἀγαπᾷ</foreign> </note> τῆς εὐμενείας οὐδʼ ἐπαινεῖ τὴν χρηστότητα, κεῖνος <pb xml:id="v.1.p.220"/> 
<milestone unit="stephpage" xml:id="stephpage-91a" n="91a"/> <quote rend="blockquote"><l>ἐξ ἀδάμαντος </l><note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true">Bergk. 1 p. 421</note><l> ἢ σιδάρου κεχάλκευται μέλαιναν καρδίαν </l></quote> τῷ Καίσαρι κελεύσαντι τὰς Πομπηίου τιμὰς ἀνασταθῆναι καταβεβλημένας ὁ Κικέρων <q>τοὺς Πομπηίου</q> 
<milestone unit="tlnum" n="5"/> φησὶν <q>ἀνδριάντας ἀνέστησας, τοὺς δὲ σοὺς ἔπηξας</q> ὅθεν οὐδʼ ἐπαίνου φειστέον οὐδὲ τιμῆς περὶ ἀνδρὸς ἐχθροῦ δικαίως εὐδοκιμήσαντος. ἔπαινόν τε γὰρ φέρει μείζονα τοῖς ἐπαινοῦσι, καὶ πίστιν ἔχει πάλιν ἐγκαλῶν, ὡς οὐ τὸν ἄνδρα μισῶν ἀλλὰ τὴν πρᾶξιν 
<milestone unit="tlnum" n="10"/> ἀποδοκιμάζων τὸ δὲ κάλλιστον καὶ χρησιμώτατον, 
<milestone unit="stephpage" xml:id="stephpage-91b" n="91b"/> ἀπωτάτω καθίσταται τοῦ φθονεῖν καὶ φίλοις εὐτυχοῦσι καὶ κατορθοῦσιν οἰκείοις ὁ τοὺς ἐχθροὺς ἐθισθεὶς ἐπαινεῖν καὶ μὴ δάκνεσθαι μηδὲ βασκαίνειν εὖ πραττόντων. καίτοι τίς ἄσκησις ἑτέρα μείζονα 
<milestone unit="tlnum" n="15"/> ὠφέλειαν ἐνεργάζεται ταῖς ψυχαῖς ἢ διάθεσιν κρείττονα τῆς ἀφαιρούσης τὸ δύσζηλον ἡμῶν καὶ φιλόφθονον; ὥσπερ γὰρ ἐν πολέμῳ πολλὰ τῶν ἀναγκαίων ἄλλως; δὲ φαύλων ἔθους λαβόντα καὶ νόμου δύναμιν οὐκ ἔστι ῥᾳδίως ἀπώσασθαι καὶ βλαπτομένους, 
<milestone unit="tlnum" n="20"/> οὕτως ἡ ἔχθρα συνεισάγουσα τῷ μίσει φθόνον, ζηλοτυπίαν ἐπιχαιρεκακίαν μνησικακίαν ἐναπολείπει. πρὸς δὲ τούτοις καὶ πανουργία καὶ ἀπάτη 
<milestone unit="stephpage" xml:id="stephpage-91c" n="91c"/> καὶ ἐπιβουλή, δοκοῦσα μὴ φαῦλον εἶναι μηδʼ ἄδικον πρὸς ἐχθρόν, ἂν ἐγγένηται, παραμένει δυσαπάλλακτος· 
<milestone unit="tlnum" n="25"/> εἶτα χρῶνται πρὸς τοὺς φίλους αὐτοὺς<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">αὐτοὺς</foreign> scripsi: <foreign xml:lang="grc">αὐτοὶ</foreign> </note> ὑπὸ συνηθείας, ἂν μὴ φυλάξωνται πρὸς τοὺς ἐχθροὺς εἴπερ οὖν ὀρθῶς ὁ Πυθαγόρας, ἐν ἀλόγοις ζῴοις ἐθίζων ὠμότητος ἀπέχεσθαι καὶ πλεονεξίας, <pb xml:id="v.1.p.221"/> ὀρνέων τε θηρευτὰς<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">θήρας</foreign> H</note> παρῃτεῖτο καὶ βόλους ὠνούμενος ἰχθύων ἐκέλευεν ἀφιέναι, καὶ παντὸς ἡμέρου ζῴου φόνον ἀπηγόρευε, πολὺ δήπου σεμνότερόν 
<milestone unit="stephpage" xml:id="stephpage-91d" n="91d"/> ἐστιν ἐν διαφοραῖς πρὸς ἀνθρώπους καὶ φιλονεικίαις, γενναῖον ἐχθρὸν ὄντα καὶ δίκαιον καὶ ἀψευδῆ, τὰ μοχθηρὰ καὶ ἀγεννῆ καὶ πανοῦργα πάθη κολάζειν 
<milestone unit="tlnum" n="5"/> καὶ ταπεινὰ ποιεῖν, ὅπως ἐν τοῖς πρὸς τοὺς φίλους συμβολαίοις παντάπασιν ἀτρεμῇ καὶ ἀπέχηται τοῦ κακουργεῖν. Σκαῦρος ἐχθρὸς ἦν Δομιτίου· καὶ 
<milestone unit="tlnum" n="10"/> κατήγορος. οἰκέτης οὖν τοῦ Δομιτίου πρὸ τῆς δίκης ἧκε πρὸς αὐτὸν ὡς ἔχων τι μηνῦσαι τῶν λανθανόντων ἐκεῖνον, ὁ δʼ οὐκ εἴασεν εἰπεῖν, ἀλλὰ συλλαβὼν τὸν ἄνθρωπον ἀπήγαγε πρὸς τὸν δεσπότην . Κάτωνι δὲ Μουρήναν διώκοντι δημοκοπίας 
<milestone unit="tlnum" n="15"/> καὶ συνάγοντι, τοὺς ἐλέγχους ἐξ, ἔθους παρηκολούθουν οἱ τὰ πραττόμενα παραφυλάττοντες. πολλάκις 
<milestone unit="stephpage" xml:id="stephpage-91e" n="91e"/> οὖν αὐτὸν ἠρώτων εἴ τι μέλλει σήμερον συνάγειν ἢ πραγματεύεσθαι πρὸς τὴν κατηγορίαν· εἰ δὲ μὴ φαίη, πιστεύοντες ἀπῄεσαν. ταῦτα μὲν οὖν αὐτοῦ 
<milestone unit="tlnum" n="20"/> τῆς δόξης ἔχει τεκμήριον μέγιστον· ἀλλὰ μεῖζον καὶ κάλλιον,<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">κάλλιον</foreign> R: <foreign xml:lang="grc">κάλλιστον</foreign> </note> ὅτι τῷ δικαίῳ χρῆσθαι καὶ πρὸς ἐχθροὺς ἐθισθέντες οὐδέποτε μὴ προσενεχθῶμεν ἀδίκως καὶ πανούργως τοῖς συνήθεσι καὶ φίλοις. </p></div><div type="textpart" subtype="section" n="10"><p rend="indent">ἐπεὶ δὲ πάσαις<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">πάσαις</foreign> Bergkius: <foreign xml:lang="grc">πάσαισι</foreign> </note> κορυδαλλίσι χρὴ λόφον 
<milestone unit="tlnum" n="25"/> ἐγγενέσθαι κατὰ τὸν Σιμωνίδην,<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">Σιμωνίδην</foreign>] id. 1 p. 451</note> καὶ πᾶσα φύσις 
<milestone unit="stephpage" xml:id="stephpage-91f" n="91f"/> ἀνθρώπου φέρει φιλονεικίαν καὶ ζηλοτυπίαν καὶ φθόνον, κενεοφρόνων ἀνδρῶν ἑταῖρον, ὥς φησι <pb xml:id="v.1.p.222"/> Πίνδαρος,<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">Πίνδαρος</foreign>] Bergk. 3 p. 418</note> οὐ μετρίως ἄν τις ὠφελοῖτο τῶν παθῶν τούτων ποιούμενος εἰς τοὺς ἐχθροὺς ἀποκαθάρσεις καὶ ἀποστρέφων ὥσπερ ὀχετοὺς πορρωτάτω τῶν ἑταίρων καὶ οἰκείων. καὶ τοῦτο, ὡς ἔοικε, συνιδὼν πολιτικὸς ἀνὴρ Ὀνομάδημος, ἐν Χίῳ τῆς κρατούσης μερίδος ἐν στάσει γενόμενος, παρῄνει τοῖς ἑταίροις μὴ πάντας ἐξελάσαι τοὺς ἀντιστασιάσαντας, ἀλλʼ 
<milestone unit="stephpage" xml:id="stephpage-92a" n="92a"/> ὑπολιπέσθαι τινάς, <q>ὅπως</q> ἔφη <q>μὴ πρὸς τοὺς φίλους ἀρξώμεθα διαφέρεσθαι, τῶν ἐχθρῶν παντάπασιν 
<milestone unit="tlnum" n="10"/> ἀπαλλαγέντες.</q> οὐκοῦν καὶ ἡμῶν καταναλισκόμενα ταῦτα τὰ πάθη πρὸς τοὺς ἐχθροὺς ἧττον , ἐνοχλήσει τοῖς φίλοις. οὐ γὰρ <q>κεραμεῖ</q> δεῖ <q>κεραμέα φθονεῖν</q> οὐδʼ <q>ἀοιδὸν ἀοιδῷ</q> καθʼ Ἡσίοδον,<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">Ἡσίοδον</foreign>] OD 23</note> οὐδὲ γείτονα ζηλοῦν οὐδʼ ἀνεψιὸν οὐδʼ ἀδελφὸν <q>εἰς 
<milestone unit="tlnum" n="15"/> ἄφενος σπεύδοντα</q> καὶ τυγχάνοντα χρηστῶν πραγμάτων. ἀλλʼ εἰ μηδεὶς τρόπος ἐστὶν ἄλλος ἀπαλλαγῆς 
<milestone unit="stephpage" xml:id="stephpage-92b" n="92b"/> ἐρίδων καὶ φθόνων καὶ φιλονεικιῶν, ἔθιζε σεαυτὸν δάκνεσθαι τῶν ἐχθρῶν εὐημερούντων , καὶ παρόξυνε καὶ χάραττε τὸ φιλόνεικον ἐν ἐκείνοις 
<milestone unit="tlnum" n="20"/> θηγόμενον. ὥσπερ γὰρ οἱ χαρίεντες γεωργοὶ τὰ ῥόδα καὶ τὰ ἴα βελτίω ποιεῖν νομίζουσι σκόροδα καὶ κρόμμυα παραφυτεύοντες ἀποκρίνεται γὰρ εἰς ἐκεῖνα πᾶν ὅσον ἔνεστι τῇ τροφῇ δριμὺ καὶ δυσῶδες, οὕτω καὶ ὁ ἐχθρὸς ἀναλαμβάνων καὶ περιέπων 
<milestone unit="tlnum" n="25"/> τὸ κακόηθες καὶ βάσκανον, εὐμενέστερον παρέξει σε τοῖς φίλοις εὖ πράττουσι καὶ ἀλυπότερον. διὸ καὶ τὰς ἁμίλλας πρὸς ἐκείνους ἐστὶ ποιητέον ὑπὲρ δόξης ἢ ἀρχῆς ἢ πορισμῶν δικαίων, μὴ δακνομένους <pb xml:id="v.1.p.223"/> μόνον, ἄν τι πλέον ἡμῶν ἔχωσιν, ἀλλὰ καὶ πάντα 
<milestone unit="stephpage" xml:id="stephpage-92c" n="92c"/> παραφυλάττοντας ἐξ ὧν πλέον ἔχουσι, καὶ πειρωμένους ὑπερβαλέσθαι ταῖς ἐπιμελείαις καὶ φιλοπονίαις καὶ τῷ σωφρονεῖν καὶ προσέχειν ἑαυτοῖς, ὡς 
<milestone unit="tlnum" n="5"/>Θεμιστοκλῆς ἔλεγεν οὐκ ἐᾶν αὐτὸν καθεύδειν τὴν ἐν Μαραθῶνι Μιλτιάδου νίκην. ὁ μὲν γὰρ εὐτυχίᾳ διαφέρειν αὐτοῦ τὸν ἐχθρὸν ἡγούμενος ἐν ἀρχαῖς ἢ συνηγορίαις ἢ πολιτείαις ἢ παρὰ φίλοις καὶ ἡγεμόσιν, ἐκ τοῦ πράττειν τι καὶ ζηλοῦν εἰς τὸ βασκαίνειν 
<milestone unit="tlnum" n="10"/> παντάπασι καὶ ἀθυμεῖν καταδυόμενος, ἀργῷ τῷ φθόνῳ καὶ ἀπράκτῳ σύνεστιν· ὁ δὲ μὴ τυφλούμενος περὶ τὸ μισούμενον ἀλλὰ καὶ βίου καὶ ἤθους καὶ λόγων καὶ ἔργων γιγνόμενος θεατὴς; δίκαιος τὰ 
<milestone unit="stephpage" xml:id="stephpage-92d" n="92d"/> πλεῖστα κατόψεται τῶν ζηλουμένων, ἐξ ἐπιμελείας 
<milestone unit="tlnum" n="15"/> καὶ προνοίας καὶ πράξεων χρηστῶν περιγιγνόμενα τοῖς κεκτημένοις, καὶ πρὸς ταῦτα συντείνων ἐπασκήσει τὸ φιλότιμον αὑτοῦ καὶ φιλόκαλον, τὸ δὲ χασμῶδες ἐκκόψει καὶ ῥᾴθυμον. </p></div><div type="textpart" subtype="section" n="11"><p rend="indent">εἰ δέ τινας οἱ ἐχθροὶ κολακεύοντες ἢ πανουργοῦντες 
<milestone unit="tlnum" n="20"/> ἢ δεκάζοντες ἢ μισθαρνοῦντες αἰσχρὰς καὶ ἀνελευθέρους δοκοῦσι καρποῦσθαι δυνάμεις ἐν αὐλαῖς ἢ πολιτείαις, οὐκ ἐνοχλήσουσιν ἡμᾶς ἀλλὰ μᾶλλον εὐφρανοῦσι, τὴν αὑτῶν ἐλευθερίαν καὶ τὸ καθαρὸν τοῦ βίου καὶ ἀνύβριστον ἀντιτιθέντας· 
<milestone unit="tlnum" n="25"/>
<milestone unit="stephpage" xml:id="orgpage-92e" n="92e"/> <q>ἅπας</q> γὰρ <q>ὁ ὑπὲρ γῆς καὶ ὑπὸ γῆς χρυσὸς ἀρετῆς οὐκ ἀντάξιος</q> κατὰ Πλάτωνα,<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">Πλάτωνα</foreign>] Legg. p. 728 a</note> καὶ τὸ τοῦ Σόλωνος;<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">Σόλωνος</foreign> Bergk. 2 p. 47</note> ἔχειν ἀεὶ δεῖ πρόχειρον <pb xml:id="v.1.p.224"/> <quote rend="blockquote"><l>ἀλλʼ ἡμεῖς αὐτοῖς οὐ διαμειψόμεθα </l><l> τῆς ἀρετῆς τὸν πλοῦτον </l></quote> οὐδέ γε βοὰς δεδειπνισμένων θεάτρων οὐδὲ τιμὰς καὶ προεδρίας παρʼ εὐνούχοις καὶ παλλακαῖς καὶ 
<milestone unit="tlnum" n="5"/> σατράπαις<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">σατράπαις</foreign> R: <foreign xml:lang="grc">σατραπείαις</foreign> </note> βασιλέων· ζηλωτὸν γὰρ οὐδὲν οὐδὲ καλὸν 
<milestone unit="stephpage" xml:id="stephpage-92f" n="92f"/> ἐξ αἰσχροῦ φυόμενον. ἀλλʼ ἐπεὶ τυφλοῦται τὸ φιλοῦν περὶ τὸ φιλούμενον, ὥς φησιν ὁ Πλάτων,<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">Πλάτων</foreign>] Legg. p. 731 e</note> καὶ μᾶλλον ἡμῖν οἱ ἐχθροὶ παρέχουσιν αἴσθησιν ἀσχημονοῦντες, δεῖ μήτε τὸ χαῖρον ἐφʼ οἷς ἁμαρτάνουσιν 
<milestone unit="tlnum" n="10"/> ἀργὸν εἶναι μήτε τὸ λυπούμενον ἐφʼ οἷς κατορθοῦσιν, ἀλλʼ ἐπιλογίζεσθαι διʼ ἀμφοτέρων ὅπως τὰ μὲν φυλαττόμενοι βελτίονες ὦμεν αὐτῶν, τὰ δὲ μιμούμενοι μὴ χείρονες.</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>