<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0007.tlg070.perseus-grc2:8</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0007.tlg070.perseus-grc2:8</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0007.tlg070.perseus-grc2"><div type="textpart" subtype="section" n="8"><p rend="indent">τὰς δὲ τοῦ κόλακος ὥσπερ πολύποδος τροπὰς ῥᾷστα φωράσειεν ἄν τις αὐτὸς ἐπὶ πολλὰ δοκῶν τρέπεσθαι, καὶ ψέγων μὲν ὃν ἐπῄνει πρότερον βίον, <pb xml:id="v.1.p.128"/> οἷς δʼ ἤχθετο πράγμασιν ἢ διαίταις ἢ λόγοις ὡς 
<milestone unit="stephpage" xml:id="stephpage-53a" n="53a"/> ἀρέσκοντας ἐξαίφνης προσιέμενος. ὄψεται γὰρ αὐτὸν οὐδαμοῦ βέβαιον οὐδʼ ἴδιον οὐδʼ οἰκείῳ πάθει φιλοῦντα καὶ μισοῦντα καὶ χαίροντα καὶ λυπούμενον, 
<milestone unit="tlnum" n="5"/> ἀλλὰ δίκην κατόπτρου παθῶν ὀθνείων καὶ βίων καὶ κινημάτων εἰκόνας ἀναδεχόμενον. τοιοῦτος γὰρ οἷος, εἰ ψέγοις τινὰ τῶν φίλων πρὸς αὐτόν, εἰπεῖν <q>βραδέως πεφώρακας τὸν ἄνθρωπον· ἐμοὶ μὲν γὰρ οὐδὲ πρότερον ἤρεσκεν</q> ἂν. δʼ αὖ πάλιν ἐπαινῇς 
<milestone unit="tlnum" n="10"/> μεταβαλόμενος, νὴ Δία φήσει συνήδεσθαι καὶ χάριν ἔχειν αὐτὸς ὑπὲρ τοῦ ἀνθρώπου καὶ πιστεύειν. ἂν 
<milestone unit="stephpage" xml:id="stephpage-53b" n="53b"/> δὲ βίον ἀλλακτέον ἕτερον<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">ἑτερον</foreign>] del. Hirschigius</note> εἴπῃς, οἷον εἰς ἀπραγμοσύνην καὶ ἡσυχίαν ἐκ πολιτείας μεταβαλόμενος, <q>πάλαι γʼ ἐχρῆν</q> φησὶ <q>θορύβων ἡμᾶς ἀπηλλάχθαι 
<milestone unit="tlnum" n="15"/> καὶ φθόνων</q> ἂν δὲ πάλιν ὁρμᾶν δοκῇς ἐπὶ τὸ πράττειν καὶ λέγειν, ὑπεφώνησεν <q>ἄξια σαυτοῦ φρονεῖς· ἡ δʼ ἀπραγμοσύνη γλυκὺ μέν, ἀλλʼ ἄδοξον καὶ ταπεινόν</q> εὐθὺς οὖν λέγειν χρὴ πρὸς τὸν τοιοῦτον <quote rend="blockquote"><l>ἀλλοῖός μοι, ξεῖνε, φάνης<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">ξεῖνε φάνης</foreign> Homerus <foreign xml:lang="grc">π</foreign> 181: <foreign xml:lang="grc">ξεῖνʼ ἐφάνης</foreign> </note> νέον ἠὲ πάροιθεν</l></quote> 
<milestone unit="tlnum" n="20"/> οὐ δέομαι φίλου συμμεθισταμένου καὶ συνεπινεύοντος γὰρ σκιὰ ταῦτα ποιεῖ μᾶλλον, ἀλλὰ συναληθεύοντος καὶ συνεπικρίνοντος. εἷς μὲν οὖν τῶν ἐλέγχων τρόπος τοιοῦτός ἐστιν· 
<milestone unit="stephpage" xml:id="stephpage-53c" n="53c"/> </p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>