<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0007.tlg070.perseus-grc2:7</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0007.tlg070.perseus-grc2:7</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0007.tlg070.perseus-grc2"><div type="textpart" subtype="section" n="7"><p rend="indent">πῶς οὖν ἐλέγχεται καὶ τίσιν ἁλίσκεται διαφοραῖς, οὐκ ὢν ὅμοιος οὐδὲ γιγνόμενος ἀλλὰ μιμούμενος ὅμοιον; πρῶτον μὲν ὁρᾶν δεῖ τὴν ὁμαλότητα τῆς προαιρέσεως καὶ τὸ ἐνδελεχές, εἰ χαίρει τε τοῖς 
<milestone unit="tlnum" n="25"/> αὐτοῖς ἀεὶ καὶ ταὐτὰ ἐπαινεῖ καὶ πρὸς ἓν ἀπευθύνει καὶ καθίστησι παράδειγμα τὸν ἑαυτοῦ βίον, ὥσπερ ἐλευθέρῳ φιλίας ὁμοιοτρόπου καὶ συνηθείας ἐραστῇ προσήκει. τοιοῦτος γὰρ ὁ φίλος. ὁ δὲ κόλαξ ἅτε <pb xml:id="v.1.p.126"/> δὴ μίαν ἑστίαν ἤθους οὐκ ἔχων μόνιμον οὐδʼ ἑαυτῷ 
<milestone unit="stephpage" xml:id="stephpage-52b" n="52b"/> βίον ζῶν αἱρετόν, ἀλλʼ ἑτέρῳ καὶ πρὸς ἕτερον πλάττων καὶ προσαρμόττων ἑαυτόν, οὐχ ἁπλοῦς οὐδʼ εἷς ἀλλὰ παντοδαπός ἐστι καὶ ποικίλος, εἰς ἄλλον ἐξ 
<milestone unit="tlnum" n="5"/> ἄλλου τόπον ὥσπερ τὸ μετερώμενον<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">μετερώμενον</foreign> Lobeckius: <foreign xml:lang="grc">μεταιρόμενον</foreign> </note> ὕδωρ περιρρέων ἀεὶ καὶ συσχηματιζόμενος τοῖς ὑποδεχομένοις. ὁ μὲν γὰρ πίθηκος, ὡς ἔοικε μιμεῖσθαι τὸν ἄνθρωπον ἐπιχειρῶν ἁλίσκεται συγκινούμενος καὶ συνορχούμενος, ὁ δὲ κόλαξ αὐτὸς ἑτέρους ἐπάγεται καὶ 
<milestone unit="tlnum" n="10"/> παλεύει, μιμούμενος οὐχ ὁμοίως ἅπαντας ἀλλὰ τῷ μὲν συνορχούμενος καὶ συνᾴδων, τῷ δὲ συμπαλαίων καὶ συγκονιόμενος θηρατικοῦ δὲ καὶ κυνηγετικοῦ λαβόμενος μονονοὺ τὰ τῆς Φαίδρας ἀναβοῶν ἕπεται 
<milestone unit="stephpage" xml:id="stephpage-52c" n="52c"/> <quote rend="blockquote"><l>πρὸς θεῶν ἔραμαι κυσὶ θωΰξαι<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true">Eur. Hipp. 218</note> </l><milestone unit="tlnum" n="15"/><l>βαλιαῖς ἐλάφοις ἐγχριπτόμενος,</l></quote> καὶ οὐδὲν αὐτῷ πρᾶγμα πρὸς τὸ θηρίον, ἀλλʼ αὐτὸν ἐκσαγηνεύει καὶ περιβάλλεται τὸν κυνηγόν. ἂν δὲ θηρεύῃ φιλόλογον καὶ φιλομαθῆ νέον, αὖθις ἐν βιβλίοις ἐστὶ καὶ πώγων ποδήρης καθεῖται καὶ τριβωνοφορία τὸ 
<milestone unit="tlnum" n="20"/> χρῆμα καὶ ἀδιαφορία, καὶ διὰ στόματος οἵ τε ἀριθμοὶ καὶ τὰ ὀρθογώνια τρίγωνα Πλάτωνος. εἴ τε<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">εἴ τε</foreign> H: <foreign xml:lang="grc">εἰτε</foreign> </note> ῥᾴθυμός τις ἐμπέπαικεν αὖθις καὶ φιλοπότης καὶ πλούσιος, <quote rend="blockquote"><l>αὐτὰρ ὁ γυμνώθη ῥακέων πολύμητις Ὀδυσσεύς ,</l><note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true">Homer. <foreign xml:lang="grc">Χ</foreign> 1</note></quote> 
<milestone unit="tlnum" n="25"/> 
<milestone unit="stephpage" xml:id="stephpage-52d" n="52d"/> ἔρριπται μὲν ὁ τρίβων, κατακείρεται δʼ ὁ πώγων ὥσπερ ἄκαρπον θέρος, ψυκτῆρες δὲ καὶ φιάλαι καὶ γέλωτες ἐν περιπάτοις καὶ σκώμματα πρὸς τοὺς <pb xml:id="v.1.p.127"/> φιλοσοφοῦντας, ὥσπερ ἐν Συρακούσαις φασίν, ὁπηνίκα Πλάτων ἀφίκετο, καὶ Διονύσιον ζῆλος ἔσχε περιμανὴς φιλοσοφίας, τὰ βασίλεια κονιορτοῦ γέμειν ὑπὸ πλήθους τῶν γεωμετρούντων· ἐπεὶ δὲ προσέκρουσε 
<milestone unit="tlnum" n="5"/>Πλάτων, καὶ Διονύσιος ἐκπεσὼν φιλοσοφίας πάλιν εἰς πότους καὶ γύναια καὶ τὸ ληρεῖν καὶ ἀκολασταίνειν 
<milestone unit="stephpage" xml:id="stephpage-52e" n="52e"/> ἧκε φερόμενος, ἀθρόως ἅπαντας ὥσπερ ἐν Κίρκης μεταμορφωθέντας ἀμουσία καὶ λήθη καὶ εὐήθεια κατέσχε. μαρτυρεῖ δὲ καὶ τὰ τῶν μεγάλων 
<milestone unit="tlnum" n="10"/> ἔργα κολάκων καὶ τὰ τῶν δημαγωγῶν,<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">καὶ τὰ τῶν δημαγωγῶν</foreign>] del. H. <foreign xml:lang="grc">τῶν δημαγωγῶν</foreign> Sauppius. Mihi sana videntur</note> ὧν ὁ μέγιστος Ἀλκιβιάδης, Ἀθήνησι μὲν σκώπτων καὶ ἱπποτροφῶν καὶ μετʼ εὐτραπελίας ζῶν καὶ χάριτος, ἐν δὲ Λακεδαίμονι, κειρόμενος ἐν χρῷ καὶ τριβωνοφορῶν καὶ ψυχρολουτῶν, ἐν δὲ Θρᾴκῃ πολεμῶν καὶ 
<milestone unit="tlnum" n="15"/> πίνων, ἐπεὶ δὲ πρὸς Τισσαφέρνην ἀφίκετο, τρυφῇ καὶ ἁβρότητι καὶ ἀλαζονείᾳ χρώμενος, ἐδημαγώγει καὶ καθωμίλει τῷ συναφομοιοῦν καὶ συνοικειοῦν 
<milestone unit="stephpage" xml:id="stephpage-52f" n="52f"/> ἑαυτὸν ἅπασιν. οὐ μὴν τοιοῦτος Ἐπαμεινώνδας οὐδʼ Ἀγησίλαος, ἀλλὰ πλείστοις ὁμιλήσαντες ἀνθρώποις καὶ πόλεσι καὶ βίοις τὸ προσῆκον ἦθος 
<milestone unit="tlnum" n="20"/> αὑτοῖς πανταχοῦ καὶ στολῇ καὶ διαίτῃ καὶ λόγῳ καὶ βίῳ διεφύλαττον. οὕτω καὶ Πλάτων ἐν Συρακούσαις οἷος ἐν Ἀκαδημείᾳ, καὶ πρὸς Διονύσιον οἷος πρὸς Δίωνα. 
<milestone unit="tlnum" n="25"/> </p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>