<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0007.tlg070.perseus-grc2:6</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0007.tlg070.perseus-grc2:6</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0007.tlg070.perseus-grc2"><div type="textpart" subtype="section" n="6"><p rend="indent">εὐθὺς οὖν ἀπὸ τῆς ἀρχῆς σκοπῶμεν. ἀρχὴν δὲ φιλίας ἔφαμεν εἶναι τοῖς πλείστοις τὴν ταὐτὰ 
<milestone unit="stephpage" xml:id="stephpage-51e" n="51e"/> μὲν ἐπιεικῶς ἀσπαζομένην ἔθη καὶ ἤθη τοῖς δʼ <pb xml:id="v.1.p.125"/> αὐτοῖς χαίρουσαν ἐπιτηδεύμασι καὶ πράγμασι καὶ διατριβαῖς ὁμοιοπαθῆ διάθεσιν καὶ φύσιν, ἐφʼ ἧς καὶ ταῦτʼ εἴρηται <quote rend="blockquote"><l> γέρων γέροντι γλῶσσαν ἡδίστην ἔχει,<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true">Nauck. p. 696</note> 
<milestone unit="tlnum" n="5"/> </l><l>παῖς παιδί, καὶ γυναικὶ πρόσφορον γυνή, </l><l>νοσῶν τʼ ἀνὴρ νοσοῦντι, καὶ δυσπραξίᾳ </l><l>ληφθεὶς ἐπῳδός ἐστι τῷ πειρωμένῳ</l></quote> εἰδὼς οὖν ὁ κόλαξ ὅτι τὸ χαίρειν τοῖς ὁμοίοις καὶ τὸ χρῆσθαι καὶ ἀγαπᾶν ἔμφυτόν ἐστι, ταύτῃ 
<milestone unit="tlnum" n="10"/> 
<milestone unit="stephpage" xml:id="stephpage-51f" n="51f"/> πρῶτον ἐπιχειρεῖ πλησιάζειν ἑκάστῳ καὶ παρασκηνοῦν, ὥσπερ ἔν τισι νομαῖς τοῖς αὐτοῖς ἐπιτηδεύμασι καὶ διατριβαῖς περὶ ταὐτὰ καὶ σπουδαῖς καὶ διαίταις ἀτρέμα παραβάλλων καὶ προσαναχρωννύμενος, ἄχρι οὗ λαβὴν παραδῷ καὶ ψαύοντι τιθασὸς 
<milestone unit="tlnum" n="15"/> γένηται καὶ συνήθης, ψέγων μὲν οἷς ἐκεῖνον αἰσθάνεται πράγμασι καὶ βίοις καὶ ἀνθρώποις ἀχθόμενον, ἐπαινέτης δὲ τῶν ἀρεσκόντων . οὐ μέτριος 
<milestone unit="stephpage" xml:id="stephpage-52a" n="52a"/> ἀλλʼ ὥσθʼ ὑπερβάλλειν σὺν ἐκπλήξει καὶ θαύματι, φαινόμενος, βεβαιῶν δὲ τὸ φιλοῦν καὶ τὸ μισοῦν 
<milestone unit="tlnum" n="20"/> ὡς κρίσει μᾶλλον ἢ πάθει γιγνόμενον. </p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>