<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0007.tlg070.perseus-grc2:4</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0007.tlg070.perseus-grc2:4</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0007.tlg070.perseus-grc2"><div type="textpart" subtype="section" n="4"><p rend="indent">τίνα οὖν δεῖ φυλάττεσθαι; τὸν μὴ δοκοῦντα μηδʼ ὁμολογοῦντα κολακεύειν, ὃν οὐκ ἔστι λαβεῖν περὶ τοὐπτανεῖον, οὐδʼ ἁλίσκεται σκιὰν καταμετρῶν ἐπὶ<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">ἐπι</foreign>] <foreign xml:lang="grc">τὴν ἐπὶ τὸ</foreign> H</note> δεῖπνον, οὐδʼ ἔρριπται μεθυσθεὶς ὅπως ἔτυχεν, ἀλλὰ νήφει τὰ πολλὰ καὶ πολυπραγμονεῖ καὶ πράξεων 
<milestone unit="tlnum" n="20"/> μετέχειν οἴεται δεῖν καὶ λόγων ἀπορρήτων βούλεται κοινωνὸς εἶναι, καὶ ὅλως τραγικός ἐστιν οὐ σατυρικὸς φιλίας ὑποκριτὴς οὐδὲ κωμικός. ὡς γὰρ ὁ Πλάτων<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">Πλάτων</foreign>] Rep. p. 361 a</note> φησὶν <q>ἐσχάτης ἀδικίας εἶναι δοκεῖν 
<milestone unit="stephpage" xml:id="stephpage-50f" n="50f"/> δίκαιον μὴ ὄντα,</q> καὶ κολακείαν ἡγητέον χαλεπὴν 
<milestone unit="tlnum" n="25"/> τὴν λανθάνουσαν οὐ τὴν ὁμολογοῦσαν, οὐδὲ τὴν παίζουσαν ἀλλὰ τὴν σπουδάζουσαν αὕτη γὰρ ἀναπίμπλησι καὶ τὴν ἀληθινὴν φιλίαν ἀπιστίας, <pb xml:id="v.1.p.123"/> συνεμπίπτουσαν αὐτῇ πολλάκις, ἂν μὴ προσέχωμεν. ὁ μὲν οὖν Γωβρύης εἰς σκοτεινὸν οἴκημα τῷ μάγῳ φεύγοντι συνεισπεσὼν καὶ γενόμενος ἐν διαπάλαις ἐπιστάντα καὶ διαποροῦντα τὸν Δαρεῖον ἐκέλευσεν 
<milestone unit="tlnum" n="5"/> ὠθεῖν καὶ διʼ ἀμφοτέρων· ἡμεῖς δέ, εἰ μηδαμῆ μηδαμῶς ἐπαινοῦμεν τὸ <q>ἐρρέτω<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">ἐρρέτω</foreign>] Nauck. p. 696</note> φίλος σὺν ἐχθρῷ,</q> διὰ πολλῶν ὁμοιοτήτων τὸν κόλακα τῷ φίλῳ συμπεπλεγμένον 
<milestone unit="stephpage" xml:id="stephpage-51a" n="51a"/> ἀποσπάσαι ζητοῦντες ὀφείλομεν εὖ μάλα φοβεῖσθαι μή πως ἢ τῷ κακῷ τὸ χρήσιμον συνεκβάλωμεν 
<milestone unit="tlnum" n="10"/> ἢ φειδόμενοι τοῦ οἰκείου τῷ βλάπτοντι περιπέσωμεν. ὥσπερ γὰρ οἶμαι τῶν ἀγρίων σπερμάτων ὅσα καὶ σχῆμα καὶ μέγεθος παραπλήσιον ἔχοντα τῷ πυρῷ συμμέμικται χαλεπὴν ἔχει τὴν ἀποκάθαρσιν γὰρ οὐ διεκπίπτει τῶν στενοτέρων 
<milestone unit="tlnum" n="15"/> πόρων ἢ συνεκπίπτει διὰ τῶν ἀραιῶν, οὕτως ἡ κολακεία τῆς φιλίας εἰς πᾶν πάθος καὶ πᾶν κίνημα καὶ χρείαν καὶ συνήθειαν ἑαυτὴν καταμιγνύουσα δυσχώριστός ἐστιν. </p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>