<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0007.tlg070.perseus-grc2:34-36</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0007.tlg070.perseus-grc2:34-36</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0007.tlg070.perseus-grc2"><div type="textpart" subtype="section" n="34"><p rend="indent">ἥκιστα δὲ προσήκει νουθετούμενον ἀντινουθετεῖν καὶ παρρησίᾳ παρρησίαν ἀντεκφέρειν· ταχὺ 
<milestone unit="tlnum" n="15"/> γὰρ ἐκκάει καὶ ποιεῖ διαφοράν, καὶ ὅλως οὐκ ἀντιπαρρησιαζομένου δόξειεν ἂν ἀλλὰ παρρησίαν μὴ 
<milestone unit="stephpage" xml:id="stephpage-72f" n="72f"/> φέροντος ὁ τοιοῦτος ὠθισμὸς εἶναι. βέλτιον οὖν ὑπομένειν τὸν νουθετεῖν δοκοῦντα φίλον· ἂν γὰρ ὕστερον αὐτὸς ἁμαρτάνῃ καὶ δέηται νουθεσίας, αὐτὸ 
<milestone unit="tlnum" n="20"/> τοῦτο τῇ παρρησίᾳ τρόπον τινὰ παρρησίαν δίδωσιν. ὑπομιμνῃσκόμενος γὰρ ἄνευ μνησικακίας ὅτι τοὺς φίλους καὶ αὐτὸς εἰώθει μὴ περιορᾶν ἁμαρτάνοντας ἀλλʼ ἐξελέγχειν καὶ διδάσκειν, μᾶλλον ἐνδώσει καὶ παραδέξεται τὴν ἐπανόρθωσιν, ὡς οὖσαν εὐνοίας καὶ 
<milestone unit="tlnum" n="25"/> χάριτος οὐ μέμψεως ἀνταπόδοσιν οὐδʼ ὀργῆς. 
<milestone unit="stephpage" xml:id="stephpage-73a" n="73a"/> </p></div><div type="textpart" subtype="section" n="35"><p rend="indent">ἔτι τοίνυν ὁ μὲν Θουκυδίδης<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">Θουκυδίδης</foreign>] II 64</note> φησὶν <q>ὅστις ἐπὶ μεγίστοις τὸ ἐπίφθονον λαμβάνει, ὀρθῶς <pb xml:id="v.1.p.176"/> βουλεύεται·</q> τῷ δὲ φίλῳ προσήκει τὸ ἐκ τοῦ νουθετεῖν ἐπαχθὲς ὑπὲρ μεγάλων ἀναδέχεσθαι καὶ σφόδρα διαφερόντων. ἂν δʼ ἐπὶ πᾶσι καὶ πρὸς πάντα δυσκολαίνῃ καὶ μὴ φιλικῶς ἀλλὰ παιδαγωγικῶς προσφέρηται 
<milestone unit="tlnum" n="5"/> τοῖς συνήθεσιν, ἀμβλὺς ἐν τοῖς μεγίστοις νουθετῶν ἔσται καὶ ἄπρακτος, ὥσπερ ἰατρὸς δριμὺ φάρμακον ἢ πικρὸν ἀναγκαῖον δὲ καὶ πολυτελὲς εἰς 
<milestone unit="stephpage" xml:id="stephpage-73b" n="73b"/> πολλὰ καὶ μικρὰ καὶ οὐκ ἀναγκαῖα διελὼν τῇ παρρησίᾳ κατακεχρημένος. αὐτὸς μὲν οὖν σφόδρα φυλάξεται 
<milestone unit="tlnum" n="10"/> τὸ συνεχὲς καὶ φιλαίτιον·<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">καὶ φιλαίτιον</foreign>] <foreign xml:lang="grc">τοῦ φιλαιτίου</foreign> R</note> ἑτέρου δὲ μικρολογουμένου περὶ πάντα καὶ παρασυκοφαντοῦντος ὥσπερ ἐνδόσιμον ἕξει πρὸς τὰ μείζονα τῶν ἁμαρτημάτων. καὶ γὰρ ἰατρὸς Φιλότιμος ἐμπύου τὸ ἧπαρ ἀνθρώπου δείξαντος αὐτῷ τὸν δάκτυλον ἡλκωμένον 
<milestone unit="tlnum" n="15"/> <q>οὐκ ἔστι σοι</q> εἶπεν <q>ὦ τᾶν περὶ παρωνυχίας ὁ λόγος.</q> οὐκοῦν καὶ τῷ φίλῳ δίδωσιν ὁ καιρὸς εἰπεῖν πρὸς τὸν ἐπὶ μικροῖς καὶ μηδενὸς ἀξίοις ἐγκαλοῦντα <q>τί παιδιὰς καὶ πότους καὶ φλυάρους λέγομεν; οὗτος, ὦ τᾶν, ἀποπεμψάσθω τὴν ἑταίραν 
<milestone unit="tlnum" n="20"/> ἢ παυσάσθω κυβεύων, καὶ τἄλλα θαυμαστὸς ἡμῖν 
<milestone unit="stephpage" xml:id="stephpage-73c" n="73c"/> ἄνθρωπός ἐστιν</q><note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">ἐστιν</foreign>] <foreign xml:lang="grc">ἔσται</foreign> H</note> ὁ γὰρ εἰς τὰ μικρὰ συγγνώμην λαβὼν οὐκ ἀηδῶς εἰς τὰ μείζονα τῷ φίλῳ παρρησίαν δίδωσιν· ὁ δʼ ἐγκείμενος ἀεὶ καὶ πανταχοῦ πικρὸς καὶ ἀτερπὴς καὶ πάντα γιγνώσκων καὶ πολυπραγμονῶν 
<milestone unit="tlnum" n="25"/> οὐδὲ παισὶν ἀνεκτὸς οὐδʼ ἀδελφοῖς, ἀλλὰ καὶ δούλοις ἀφόρητος. </p></div><div type="textpart" subtype="section" n="36"><p rend="indent">ἐπεὶ δʼ οὔτε τῷ γήρᾳ πάντα πρόσεστι κακὰ <pb xml:id="v.1.p.177"/> κατʼ Εὐριπίδην<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">Εὐριπίδην</foreign>] Phoen. 532</note> οὔτε τῇ τῶν φίλων ἀβελτερίᾳ, δεῖ μὴ μόνον ἁμαρτάνοντας ἀλλὰ καὶ κατορθοῦντας ἐπιτηρεῖν τοὺς φίλους, καὶ νὴ Δία προθύμως ἐπαινεῖν τὸ πρῶτον· εἶθʼ ὥσπερ ὁ σίδηρος πυκνοῦται τῇ 
<milestone unit="tlnum" n="5"/> 
<milestone unit="stephpage" xml:id="stephpage-73d" n="73d"/> περιψύξει καὶ δέχεται τὴν στόμωσιν ἀνεθεὶς πρῶτον ὑπὸ θερμότητος καὶ μαλακὸς γενόμενος, οὕτω τοῖς φίλοις διακεχυμένοις καὶ θερμοῖς οὖσιν ὑπὸ τῶν ἐπαίνων ὥσπερ βαφὴν ἀτρέμα τὴν παρρησίαν ἐπάγειν. δίδωσι γὰρ καιρὸς εἰπεῖν ἆρʼ ἄξιον ἐκεῖνα 
<milestone unit="tlnum" n="10"/> τούτοις παραβάλλειν; ὁρᾷς τὸ καλὸν οἵους καρποὺς ἀποδίδωσι; ταῦτʼ ἀπαιτοῦμεν οἱ φίλοι, ταῦτʼ ἐστὶν οἰκεῖα, πρὸς ταῦτα πέφυκας· ἐκεῖνα δʼ ἀποδιοπομπητέον <quote rend="blockquote"><l>εἰς ὄρος ἢ ἐς κῦμα πολυφλοίσβοιο θαλάσσης </l><note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true">Homer. Z 347</note></quote> 
<milestone unit="tlnum" n="15"/> ὡς γὰρ ἰατρὸς εὐγνώμων βούλοιτʼ ἂν ὕπνῳ καὶ τροφῇ μᾶλλον ἢ καστορίῳ καὶ σκαμωνίῳ τὸ νόσημα λῦσαι τοῦ κάμνοντος, οὕτω καὶ φίλος ἐπιεικὴς καὶ 
<milestone unit="stephpage" xml:id="stephpage-73e" n="73e"/> πατὴρ χρηστὸς καὶ διδάσκαλος ἐπαίνῳ μᾶλλον ἢ ψόγῳ χαίρει πρὸς ἐπανόρθωσιν ἤθους χρώμενος 
<milestone unit="tlnum" n="20"/> οὐδὲν γὰρ ἄλλο ποιεῖ τὸν παρρησιαζόμενον ἥκιστα λυπεῖν καὶ μάλιστα θεραπεύειν ἢ τὸ φειδόμενον ὀργῆς ἐν ἤθει καὶ μετʼ εὐνοίας προσφέρεσθαι τοῖς ἁμαρτάνουσιν. ὅθεν οὔτʼ ἀρνουμένους δεῖ πικρῶς ἐξελέγχειν οὔτε κωλύειν ἀπολογουμένους, ἀλλὰ καὶ 
<milestone unit="tlnum" n="25"/> προφάσεις εὐσχήμονας ἁμωσγέπως συνεκπορίζειν καὶ τῆς χείρονος αἰτίας ἀφισταμένοις<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">ἀφισταμένοις</foreign> Hauptius: <foreign xml:lang="grc">ἀφισταμένους</foreign> </note> αὐτοὺς ἐνδιδόναι μετριωτέραν, ὡς ὁ Ἕκτωρ <pb xml:id="v.1.p.178"/> <quote rend="blockquote"><l>δαιμόνιʼ, οὐ μὲν καλὰ χόλον τόνδʼ ἔνθεο θυμῷ </l><note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true">Homer. Z 326</note></quote> 
<milestone unit="stephpage" xml:id="stephpage-73f" n="73f"/> πρὸς τὸν ἀδελφόν, ὡς οὐκ ἀπόδρασιν οὐδὲ δειλίαν οὖσαν ἀλλʼ ὀργὴν τὴν ἐκ τῆς μάχης ἀναχώρησιν αὐτοῦ. καὶ πρὸς τὸν Ἀγαμέμνονα ὁ Νέστωρ 
<milestone unit="tlnum" n="5"/> <quote rend="blockquote"><l>σὺ δὲ σῷ μεγαλήτορι θυμῷ </l><note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true">id. I 109</note><l> εἴξας. </l></quote> ἠθικώτερον γὰρ οἶμαι τοῦ <q>ἠδίκησας</q> καὶ <q>ἠσχημόνησας</q> τὸ <q>οὐκ<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">τὸ οὐκ</foreign> R: <foreign xml:lang="grc">καὶ οὐκ</foreign> </note> ἐπέστησας</q> καὶ <q>ἠγνόησας</q><note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">καὶ ἠγνόησας</foreign> W: <foreign xml:lang="grc">τοῦ ἠγνόησας</foreign> </note>, καὶ τὸ <q>μὴ φιλονείκει πρὸς τὸν ἀδελφὸν</q> ἢ τὸ <q>μὴ φθόνει τῷ 
<milestone unit="tlnum" n="10"/> 
<milestone unit="stephpage" xml:id="stephpage-74a" n="74a"/> ἀδελφῷ</q> καὶ τὸ <q>φύγε τὴν γυναῖκα διαφθείρουσαν</q> ἢ τὸ <q>παῦσαι τὴν γυναῖκα διαφθείρων.</q> τοιοῦτον γὰρ ἡ θεραπευτικὴ παρρησία ζητεῖ τρόπον, ἡ δὲ πρακτικὴ<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">ἡ δὲ πρακτικὴ</foreign>] <foreign xml:lang="grc">ἡ δʼ ἐπακτικὴ</foreign>?</note> τὸν ἐναντίον. ὅταν γὰρ ἢ μέλλοντας ἁμαρτάνειν ἐκκροῦσαι δεήσῃ πρὸς<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">πρὸς</foreign><foreign xml:lang="lat">scripsi</foreign>: <foreign xml:lang="grc">ἢ πρὸς</foreign></note> ὁρμήν τινα βίαιον 
<milestone unit="tlnum" n="15"/> ἐνισταμένους<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">ἐνισταμένους</foreign><foreign xml:lang="lat">scripsi</foreign>: <foreign xml:lang="grc">ἱσταμένους</foreign></note> ἐξ ἐναντίας φερομένην ἢ πρὸς τὰ καλὰ μαλακῶς καὶ ἀπροθύμως ἔχοντας ἐντεῖναι καὶ παρορμῆσαι θελήσωμεν, εἰς αἰτίας δεῖ περιφέρειν ἀτόπους καὶ μὴ πρεπούσας τὸ γιγνόμενον. ὡς ὁ παρὰ Σοφοκλεῖ τὸν Ἀχιλλέα παροξύνων Ὀδυσσεὺς οὔ 
<milestone unit="tlnum" n="20"/> φησιν ὀργίζεσθαι διὰ τὸ δεῖπνον, ἀλλʼ 
<milestone unit="stephpage" xml:id="orgpage-74b" n="74b"/> <quote rend="blockquote"><l>ἤδη φησὶ τὰ Τροίας εἰσορῶν ἑδώλια </l><note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true">Nauck. p. 129</note><l> δέδοικας,</l></quote> καὶ πρὸς ταῦτα πάλιν τοῦ Ἀχιλλέως διαγανακτοῦντος καὶ ἀποπλεῖν λέγοντος 
<milestone unit="tlnum" n="25"/> <quote rend="blockquote"><l> ἐγᾦδʼ ὃ φεύγεις, οὐ τὸ μὴ κλύειν κακῶς, </l><l> ἀλλʼ ἐγγὺς Ἕκτωρ ἐστί· οὐ μένειν καλόν. </l></quote> <pb xml:id="v.1.p.179"/> τὸν μὲν οὖν θυμοειδῆ καὶ ἀνδρώδη δειλίας δόξῃ, τὸν δὲ σώφρονα καὶ κόσμιον ἀκολασίας, τὸν δʼ ἐλευθέριον καὶ μεγαλοπρεπῆ μικρολογίας καὶ φιλαργυρίας δεδιττόμενοι παρορμῶσι πρὸς τὰ καλὰ καὶ τῶν 
<milestone unit="tlnum" n="5"/> αἰσχρῶν ἀπελαύνουσι, μέτριοι μὲν ἐν τοῖς ἀνηκέστοις 
<milestone unit="stephpage" xml:id="stephpage-74c" n="74c"/> ἐξεταζόμενοι καὶ τὸ λυπούμενον καὶ τὸ συναλγοῦν πλέον ἐν τῷ παρρησιάζεσθαι τοῦ ψέγοντος ἔχοντες, ἐν δὲ ταῖς κωλύσεσι τῶν ἁμαρτανομένων καὶ πρὸς τὰ πάθη διαμάχαις σφοδροὶ καὶ ἀπαραίτητοι 
<milestone unit="tlnum" n="10"/> καὶ συνεχεῖς ὄντες οὗτος γὰρ ὁ καιρὸς εὐνοίας ἀθρύπτου καὶ παρρησίας ἀληθινῆς ἐστι. τῷ δὲ ψέγειν τὰ πραχθέντα καὶ τοὺς ἐχθροὺς κατʼ ἀλλήλων ὁρῶμεν χρωμένους, ὥσπερ Διογένης ἔλεγεν ὅτι τῷ μέλλοντι σῴζεσθαι δεῖ φίλους ἀγαθοὺς ἢ διαπύρους 
<milestone unit="tlnum" n="15"/> ἐχθροὺς ὑπάρχειν οἱ μὲν γὰρ διδάσκουσιν, οἱ δʼ ἐλέγχουσι. βέλτιον δὲ τὰς ἁμαρτίας φυλάττεσθαι τοῖς συμβουλεύουσι πειθόμενον ἢ μετανοεῖν 
<milestone unit="stephpage" xml:id="stephpage-74d" n="74d"/> ἁμαρτάνοντα διὰ τοὺς κακῶς λέγοντας. καὶ διὰ τοῦτο δεῖ καὶ περὶ τὴν παρρησίαν φιλοτεχνεῖν, ὅσῳ 
<milestone unit="tlnum" n="20"/> μέγιστόν ἐστι καὶ κράτιστον ἐν φιλίᾳ φάρμακον, εὐστοχίας τε καιροῦ μάλιστα καὶ κράσεως μέτρον ἐχούσης ἀεὶ δεομένη. </p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>