<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0007.tlg070.perseus-grc2:33</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0007.tlg070.perseus-grc2:33</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0007.tlg070.perseus-grc2"><div type="textpart" subtype="section" n="33"><p rend="indent">οὐ μὴν ἀλλʼ ἐπεὶ φαύλους γε ὄντας αὐτοὺς ἑτέροις τε τοιούτοις ὁμιλοῦντας ἐξάγει τὸ πράγματα 
<milestone unit="tlnum" n="10"/> πολλάκις εἰς τὸ νουθετεῖν, ἐπιεικέστατος ἂν εἴη τρόπος ὁ συνεμπλέκων καὶ συμπεριλαμβάνων ἁμηγέπη τῷ ἐγκλήματι τὸν παρρησιαζόμενον· ἐφʼ ᾧ λέλεκται καὶ τὸ <quote rend="blockquote"><l>Τυδείδη, τί παθόντε λελάσμεθα θούριδος ἀλκῆς;</l></quote> 
<milestone unit="tlnum" n="15"/> 
<milestone unit="stephpage" xml:id="stephpage-72a" n="72a"/> καὶ τὸ <quote rend="blockquote"><l> νῦν δʼ οὐδʼ ἑνὸς ἄξιοί εἰμεν </l><l>Ἕκτορος</l></quote> καὶ ὁ Σωκράτης οὕτως ἀτρέμα τοὺς νέους ἤλεγχεν, ὡς μηδʼ αὐτὸς ἀπηλλαγμένος ἀμαθίας, ἀλλὰ μετʼ 
<milestone unit="tlnum" n="20"/> ἐκείνων οἰόμενος δεῖν ἀρετῆς ἐπιμέλεσθαι καὶ ζητεῖν τἀληθές. καὶ γὰρ εὔνοιαν καὶ πίστιν ἔχουσιν οἱ ταὐτὰ μὲν ἁμαρτάνειν, ἐπανορθοῦσθαι δὲ τοὺς φίλους ὥσπερ αὑτοὺς δοκοῦντες. ὁ δὲ σεμνύνων ἑαυτὸν ἐν τῷ κολούειν ἕτερον, ὡς δή τις εἰλικρινὴς 
<milestone unit="tlnum" n="25"/> καὶ ἀπαθής, ἂν μὴ πολὺ καθʼ ἡλικίαν προήκων μηδʼ ἔχων ἀρετῆς ὁμολογούμενον ἀξίωμα καὶ δόξης, 
<milestone unit="stephpage" xml:id="stephpage-72b" n="72b"/> ἐπαχθὴς φανεὶς καὶ βαρὺς οὐδὲν ὠφέλησεν. ὅθεν οὐχ ἁπλῶς ὁ Φοῖνιξ ἐνέβαλε τὰ περὶ αὑτὸν ἀτυχήματα, <pb xml:id="v.1.p.174"/> διʼ ὀργὴν ἐπιχειρήσαντος ἀνελεῖν τὸν πατέρα καὶ ταχὺ μεταγνόντος, <quote rend="blockquote"><l> ὡς μὴ πατροφόνος μετʼ Ἀχαιοῖσιν καλεοίμην, </l><note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true">Homer. I 461</note></quote> ἵνα μὴ δοκῇ νουθετεῖν ἐκεῖνον ὡς αὐτὸς ἀπαθὴς ὢν 
<milestone unit="tlnum" n="5"/> ὑπʼ ὀργῆς καὶ ἀναμάρτητος. ἐνδύεται γὰρ ἠθικῶς τὰ τοιαῦτα, καὶ μᾶλλον εἴκουσι τοῖς ὁμοιοπαθεῖν ἀλλὰ μὴ περιφρονεῖν δοκοῦσιν. ἐπεὶ δʼ οὔτε φῶς λαμπρὸν ὄμματι φλεγμαίνοντι προσοιστέον, οὔτʼ ἐμπαθὴς ψυχὴ παρρησίαν ἀναδέχεται καὶ νουθεσίαν 
<milestone unit="tlnum" n="10"/> 
<milestone unit="stephpage" xml:id="stephpage-72c" n="72c"/> ἄκρατον, ἐν τοῖς χρησιμωτάτοις ἐστὶ τῶν βοηθημάτων ὁ παραμιγνύμενος ἐλαφρὸς ἔπαινος, ὥσπερ ἐν τούτοις <quote rend="blockquote"><l> ὑμεῖς δʼ οὐκέτι καλὰ μεθίετε θούριδος ἀλκῆς </l><note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true">id. N 116</note><l>πάντες ἄριστοι ἐόντες ἀνὰ στρατόν. οὐδʼ ἂν ἔγωγε 
<milestone unit="tlnum" n="15"/> </l><l> ἀνδρὶ μαχεσσαίμην ὅστις πολέμοιο μεθείη </l><l>λυγρὸς ἐών· ὑμῖν δὲ νεμεσσῶμαι περὶ κῆρι </l></quote> καὶ <quote rend="blockquote"><l>Πάνδαρε, ποῦ τοι τόξον ἰδὲ πτερόεντες ὀιστοὶ </l><note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true">id. E 171</note><l> καὶ κλέος, ᾧ οὔ τίς τοι ἐρίζεται ἐνθάδε γʼ ἀνήρ;</l></quote> 
<milestone unit="tlnum" n="20"/> σφόδρα δʼ ἐμφανῶς ἀνακαλεῖται καὶ τὰ τοιαῦτα τοὺς ὑποφερομένους <quote rend="blockquote"><l> ὁ δʼ Οἰδίπους ποῦ καὶ τὰ κλείνʼ αἰνίγματα; </l><note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true">Eurip. Phoen. 168</note></quote> καὶ <quote rend="blockquote"><l> ὁ πολλὰ δὴ τλὰς Ἡρακλῆς λέγει τάδε; </l><note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true">id. Herc. f. 1250</note></quote> 
<milestone unit="tlnum" n="25"/> 
<milestone unit="stephpage" xml:id="stephpage-72d" n="72d"/> οὐ γὰρ μόνον ἀνίησι τοῦ ψόγου τὸ τραχὺ καὶ κολαστικόν,<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">κολαστικόν</foreign><foreign xml:lang="lat">scripsi</foreign>: <foreign xml:lang="grc">κελευστικόν</foreign></note> ἀλλὰ καὶ ζῆλον ἐμποιεῖ πρὸς ἑαυτὸν αἰδουμένῳ τὰ αἰσχρὰ τῇ τῶν καλῶν ὑπομνήσει καὶ <pb xml:id="v.1.p.175"/> παράδειγμα ποιουμένῳ τῶν βελτιόνων ἑαυτόν. ὅταν δʼ ἑτέρους οἷον ἥλικας ἢ πολίτας ἢ συγγενεῖς παραβάλλωμεν, ἄχθεται καὶ διαγριαίνεται τὸ φιλόνεικον τῆς κακίας, καὶ τοῦτο πολλάκις εἴωθεν ὑποφωνεῖν 
<milestone unit="tlnum" n="5"/> μετʼ ὀργῆς <q>τί οὖν οὐκ ἄπει πρὸς τοὺς ἐμοῦ κρείττονας, ἐμοὶ δὲ μὴ παρέχεις πράγματα;</q> φυλακτέον οὖν ἑτέρους<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">εΤέρους</foreign>] <foreign xml:lang="grc">τὸ ἑτέρους</foreign> R</note> ἐπαινεῖν παρρησιαζόμενον πρὸς ἑτέρους, ἂν μὴ νὴ Δία γονεῖς ὦσιν. ὡς Ἀγαμέμνων 
<milestone unit="stephpage" xml:id="stephpage-72e" n="72e"/> <quote rend="blockquote"><l> ἦ ὀλίγον οἱ παῖδα ἐοικότα γείνατο Τυδεύς, </l><note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true">Homer. E 800</note></quote> 
<milestone unit="tlnum" n="10"/> καὶ ὁ ἐν τοῖς Σκυρίοις Ὀδυσσεὺς <quote rend="blockquote"><l> σὺ δʼ, ὦ τὸ λαμπρὸν φῶς καταισχύνων γένους, </l><l> ξαίνεις, ἀρίστου πατρὸς Ἑλλήνων γεγώς;</l><note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true">Nauck. p. 653</note></quote> </p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>