<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0007.tlg070.perseus-grc2:32</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0007.tlg070.perseus-grc2:32</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0007.tlg070.perseus-grc2"><div type="textpart" subtype="section" n="32"><p rend="indent">ἔτι τοίνυν εὐλαβητέον ἐστὶν ἐν πολλοῖς παρρησίᾳ χρῆσθαι πρὸς φίλον, ἐνθυμούμενον τὸ 
<milestone unit="stephpage" xml:id="stephpage-70f" n="70f"/> τοῦ Πλάτωνος. ἐπεὶ γὰρ ὁ Σωκράτης ἥψατό τινος τῶν συνήθων σφοδρότερον ἐπὶ ταῖς τραπέζαις διαλεγόμενος, 
<milestone unit="tlnum" n="25"/> <q>οὐκ ἄμεινον ἦν</q> ὁ Πλάτων ἔφη <q>ἰδίᾳ ταῦτα λελέχθαι;</q> καὶ ὁ Σωκράτης <q>σὺ δʼ οὐκ ἄμεινον</q> εἶπεν <q>ἐποίησας ἂν ἰδίᾳ πρὸς ἐμὲ τοῦτʼ εἰπών;</q> <pb xml:id="v.1.p.171"/> Πυθαγόρου δὲ τραχύτερον ἐν πολλοῖς γνωρίμῳ προσενεχθέντος ἀπάγξασθαι τὸ μειράκιον λέγουσιν, ἐκ τούτου δὲ μηδέποτε τὸν Πυθαγόραν αὖθις ἄλλου παρόντος ἄλλον νουθετῆσαι. δεῖ γὰρ ὡς νοσήματος 
<milestone unit="tlnum" n="5"/> οὐκ εὐπρεποῦς τῆς ἁμαρτίας τὴν νουθέτησιν καὶ ἀνακάλυψιν ἀπόρρητον εἶναι καὶ μὴ πανηγυρικὴν 
<milestone unit="stephpage" xml:id="stephpage-71a" n="71a"/> μηδʼ ἐπιδεικτικὴν μηδὲ μάρτυρας καὶ θεατὰς συνάγουσαν. οὐ γὰρ φιλικὸν ἀλλὰ σοφιστικὸν ἀλλοτρίοις ἐνευδοκιμεῖν σφάλμασι, καλλωπιζόμενον πρὸς 
<milestone unit="tlnum" n="10"/> τοὺς παρόντας, ὥσπερ οἱ χειρουργοῦντες ἐν τοῖς θεάτροις ἰατροὶ πρὸς ἐργολαβίαν. ἄνευ δὲ τῆς ὕβρεως, ἣν οὐδεμιᾷ θεραπείᾳ προσεῖναι δίκαιόν ἐστι, καὶ τὸ τῆς κακίας σκεπτέον φιλόνεικον καὶ αὔθαδες, οὐ γὰρ ἁπλῶς νουθετούμενος ἔρως μᾶλλον 
<milestone unit="tlnum" n="15"/> πιέζει κατʼ Εὐριπίδην,<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">εὐριπίδην</foreign>] Nauck. p. 449</note> ἀλλʼ ἂν νουθετῇ τις ἐν 
<milestone unit="stephpage" xml:id="stephpage-71b" n="71b"/> πολλοῖς καὶ μὴ φειδόμενος, πᾶν νόσημα καὶ πᾶν πάθος εἰς τὸ ἀναίσχυντον καθίστησιν. ὥσπερ οὖν ὁ Πλάτων<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">Πλάτων</foreign>] Legg. p. 729 c</note> τοὺς παρασκευάζοντας ἐν τοῖς νέοις αἰσχύνην γέροντας αὐτοὺς ἀξιοῖ πρῶτον αἰσχύνεσθαι τοὺς 
<milestone unit="tlnum" n="20"/> νέους,· οὕτω τῶν φίλων ἡ δυσωπουμένη παρρησία δυσωπεῖ μάλιστα, καὶ τὸ μετʼ εὐλαβείας ἀτρέμα προσιέναι καὶ ἅπτεσθαι τοῦ ἁμαρτάνοντος ὑπερείπει καὶ διεργάζεται τὴν κακίαν ἀναπιμπλαμένην τοῦ αἰδεῖσθαι τὸ αἰδούμενον. ὅθεν ἄριστα μὲν ἔχει τὸ 
<milestone unit="tlnum" n="25"/> <quote rend="blockquote"><l> ἄγχι σχὼν κεφαλήν, ἵνα μὴ πευθοίαθʼ οἱ ἄλλοι,</l><note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true">Homer. <foreign xml:lang="grc">α</foreign> 157</note></quote> 
<milestone unit="stephpage" xml:id="stephpage-71c" n="71c"/> ἥκιστα δὲ πρέπει γαμετῆς ἀκουούσης ἄνδρα καὶ παίδων ἐν ὄψει πατέρα καὶ ἐραστὴν ἐρωμένου παρόντος <pb xml:id="v.1.p.172"/> ἢ γνωρίμων διδάσκαλον ἀποκαλύπτειν· ἐξίστανται γὰρ ὑπὸ λύπης καὶ ὀργῆς ἐλεγχόμενοι παρʼ οἷς εὐδοκιμεῖν ἀξιοῦσιν. οἶμαι δὲ καὶ Κλεῖτος οὐχ οὕτω παρώξυνε<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">παρώξυνε</foreign> H: <foreign xml:lang="grc">παροξύναι</foreign> </note> διὰ τὸν οἶνον, ὡς ὅτι πολλῶν παρόντων 
<milestone unit="tlnum" n="5"/> ἐδόκει κολούειν Ἀλέξανδρον. καὶ Ἀριστομένης ὁ Πτολεμαίου καθηγητὴς ὅτι νυστάζοντα πρεσβείας παρούσης ἐπάταξεν ἐξεγείρων, λαβήν τινα παρέσχε τοῖς κόλαξι, προσποιουμένοις ἀγανακτεῖν ὑπὲρ τοῦ 
<milestone unit="stephpage" xml:id="stephpage-71d" n="71d"/> βασιλέως καὶ λέγουσιν <q>εἰ τοσαῦτα κοπιῶν καὶ ἀγρυπνῶν 
<milestone unit="tlnum" n="10"/> κατηνέχθης, ἰδίᾳ σε νουθετεῖν ὀφείλομεν, οὐκ ἐναντίον ἀνθρώπων τοσούτων προσφέρειν τὰς χεῖρας</q> ὁ δὲ φαρμάκου κύλικα πέμψας ἐκέλευσεν ἐκπιεῖν τὸν ἄνθρωπον. Ἀριστοφάνης δὲ καὶ τὸν Κλέωνα τοῦτʼ ἐγκαλεῖν φησιν ὅτι 
<milestone unit="tlnum" n="15"/> <quote rend="blockquote"><l> ξένων παρόντων τὴν πόλιν κακῶς λέγει</l></quote> καὶ παροξύνει τοὺς Ἀθηναίους. διὸ δεῖ φυλάττεσθαι καὶ τοῦτο μετὰ τῶν ἄλλων τοὺς μὴ παρεπιδείκνυσθαι μηδὲ δημαγωγεῖν ἀλλʼ ὀνησιφόρως καὶ θεραπευτικῶς χρῆσθαι τῇ παρρησίᾳ βουλομένους καὶ μὴν 
<milestone unit="tlnum" n="20"/> 
<milestone unit="stephpage" xml:id="stephpage-71e" n="71e"/> ὅπερ ὁ Θουκυδίδης<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">Θουκυδίδης</foreign>] I 70</note> τοὺς Κορινθίους λέγοντας περὶ αὑτῶν πεποίηκεν, ὡς <q>ἄξιοί</q> εἰσιν ἑτέροις <q>ἐπενεγκεῖν ψόγον,</q> οὐ κακῶς εἰρημένον, ἔδει παρεῖναι τοῖς παρρησιαζομένοις. Λύσανδρος μὲν γὰρ ὡς ἔοικε πρὸς τὸν ἐκ Μεγάρων ἐν τοῖς συμμάχοις παρρησιαζόμενον 
<milestone unit="tlnum" n="25"/> ὑπὲρ τῆς Ἑλλάδος ἔφη τοὺς λόγους αὐτοῦ πόλεως δεῖσθαι· παρρησία δὲ παντὸς ἀνδρὸς ἤθους ἴσως δεῖται, καὶ τοῦτʼ ἀληθέστατόν ἐστιν ἐπὶ τῶν ἑτέρους νουθετούντων καὶ σωφρονιζόντων λεγόμενον. <pb xml:id="v.1.p.173"/> ὁ γοῦν Πλάτων ἔλεγε νουθετεῖν τῷ βίῳ τὸν Σπεύσιππον, ὥσπερ ἀμέλει καὶ Πολέμωνα Ξενοκράτης 
<milestone unit="stephpage" xml:id="stephpage-71f" n="71f"/> ὀφθεὶς μόνον ἐν τῇ διατριβῇ καὶ ἀποβλέψας πρὸς αὐτὸν ἐτρέψατο καὶ μετέθηκεν. ἐλαφροῦ δὲ καὶ 
<milestone unit="tlnum" n="5"/> φαύλου τὸ ἦθος ἀνθρώπου λόγῳ παρρησίας ἁπτομένῳ περίεστι προσακοῦσαι τὸ <quote rend="blockquote"><l> ἄλλων ἰατρὸς αὐτὸς ἕλκεσιν βρύων</l><note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true">Nauck. p. 545</note></quote> </p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>