<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0007.tlg070.perseus-grc2:31-33</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0007.tlg070.perseus-grc2:31-33</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0007.tlg070.perseus-grc2"><div type="textpart" subtype="section" n="31"><p rend="indent">ἕτερος δὲ καιρός ἐστι νουθεσίας ὅταν ὑπʼ ἄλλων λοιδορηθέντες ἐφʼ οἷς ἁμαρτάνουσι ταπεινοί τε γένωνται καὶ συσταλῶσιν. ᾧ χρῷτʼ ἂν ἐμμελῶς χαρίεις τοὺς μὲν 
<milestone unit="tlnum" n="5"/> λοιδοροῦντας ἀνακόπτων καὶ διακρουόμενος, ἰδίᾳ δʼ αὐτὸς ἁπτόμενος τοῦ φίλου καὶ ὑπομιμνῄσκων ὡς εἰ διὰ μηδὲν ἄλλο προσεκτέον αὐτῷ,<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">αὑτῷ</foreign><foreign xml:lang="lat">scripsi</foreign>: <foreign xml:lang="grc">αὐτῷ</foreign></note> ὅπως γε μὴ θρασεῖς ὦσιν οἱ ἐχθροί. <q>ποῦ γὰρ ἔστι τούτοις τὸ στόμα διᾶραι, τί δὲ προσειπεῖν,<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">προσειπεῖν]</foreign><foreign xml:lang="grc">προφέρειν</foreign> R. Malim <foreign xml:lang="grc">προσεπειπεῖν</foreign> </note> ἂν ἀφῇς ταῦτα 
<milestone unit="tlnum" n="10"/> 
<milestone unit="stephpage" xml:id="stephpage-70e" n="70e"/> καὶ ῥίψῃς ἐφʼ οἷς κακῶς ἀκούεις;</q> γίγνεται γὰρ οὕτω τὸ μὲν λυπηρὸν τοῦ λοιδοροῦντος, τὸ δʼ ὠφέλιμον τοῦ νουθετοῦντος. ἔνιοι δὲ κομψότερον, ἄλλους ψέγοντες, ἐπιστρέφουσι τοὺς συνήθεις· κατηγοροῦσι γὰρ ἑτέρων ἃ πράττοντας ἐκείνους ἴσασιν. 
<milestone unit="tlnum" n="15"/> ὁ δʼ ἡμέτερος καθηγητὴς Ἀμμώνιος ἐν δειλινῇ διατριβῇ τῶν γνωρίμων τινὰς αἰσθόμενος ἠριστηκότας οὐχ ἁπλοῦν ἄριστον ἐκέλευσεν ἰδίῳ παιδὶ πληγὰς ἐμβαλεῖν τὸν ἀπελεύθερον, ἐπειπὼν ὅτι χωρὶς ὄξους ἀριστᾶν οὐ δύναται. καὶ ἅμα πρὸς ἡμᾶς ἀπέβλεψεν, 
<milestone unit="tlnum" n="20"/> ὥστε τῶν ἐνόχων ἅψασθαι τὴν ἐπιτίμησιν, </p></div><div type="textpart" subtype="section" n="32"><p rend="indent">ἔτι τοίνυν εὐλαβητέον ἐστὶν ἐν πολλοῖς παρρησίᾳ χρῆσθαι πρὸς φίλον, ἐνθυμούμενον τὸ 
<milestone unit="stephpage" xml:id="stephpage-70f" n="70f"/> τοῦ Πλάτωνος. ἐπεὶ γὰρ ὁ Σωκράτης ἥψατό τινος τῶν συνήθων σφοδρότερον ἐπὶ ταῖς τραπέζαις διαλεγόμενος, 
<milestone unit="tlnum" n="25"/> <q>οὐκ ἄμεινον ἦν</q> ὁ Πλάτων ἔφη <q>ἰδίᾳ ταῦτα λελέχθαι;</q> καὶ ὁ Σωκράτης <q>σὺ δʼ οὐκ ἄμεινον</q> εἶπεν <q>ἐποίησας ἂν ἰδίᾳ πρὸς ἐμὲ τοῦτʼ εἰπών;</q> <pb xml:id="v.1.p.171"/> Πυθαγόρου δὲ τραχύτερον ἐν πολλοῖς γνωρίμῳ προσενεχθέντος ἀπάγξασθαι τὸ μειράκιον λέγουσιν, ἐκ τούτου δὲ μηδέποτε τὸν Πυθαγόραν αὖθις ἄλλου παρόντος ἄλλον νουθετῆσαι. δεῖ γὰρ ὡς νοσήματος 
<milestone unit="tlnum" n="5"/> οὐκ εὐπρεποῦς τῆς ἁμαρτίας τὴν νουθέτησιν καὶ ἀνακάλυψιν ἀπόρρητον εἶναι καὶ μὴ πανηγυρικὴν 
<milestone unit="stephpage" xml:id="stephpage-71a" n="71a"/> μηδʼ ἐπιδεικτικὴν μηδὲ μάρτυρας καὶ θεατὰς συνάγουσαν. οὐ γὰρ φιλικὸν ἀλλὰ σοφιστικὸν ἀλλοτρίοις ἐνευδοκιμεῖν σφάλμασι, καλλωπιζόμενον πρὸς 
<milestone unit="tlnum" n="10"/> τοὺς παρόντας, ὥσπερ οἱ χειρουργοῦντες ἐν τοῖς θεάτροις ἰατροὶ πρὸς ἐργολαβίαν. ἄνευ δὲ τῆς ὕβρεως, ἣν οὐδεμιᾷ θεραπείᾳ προσεῖναι δίκαιόν ἐστι, καὶ τὸ τῆς κακίας σκεπτέον φιλόνεικον καὶ αὔθαδες, οὐ γὰρ ἁπλῶς νουθετούμενος ἔρως μᾶλλον 
<milestone unit="tlnum" n="15"/> πιέζει κατʼ Εὐριπίδην,<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">εὐριπίδην</foreign>] Nauck. p. 449</note> ἀλλʼ ἂν νουθετῇ τις ἐν 
<milestone unit="stephpage" xml:id="stephpage-71b" n="71b"/> πολλοῖς καὶ μὴ φειδόμενος, πᾶν νόσημα καὶ πᾶν πάθος εἰς τὸ ἀναίσχυντον καθίστησιν. ὥσπερ οὖν ὁ Πλάτων<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">Πλάτων</foreign>] Legg. p. 729 c</note> τοὺς παρασκευάζοντας ἐν τοῖς νέοις αἰσχύνην γέροντας αὐτοὺς ἀξιοῖ πρῶτον αἰσχύνεσθαι τοὺς 
<milestone unit="tlnum" n="20"/> νέους,· οὕτω τῶν φίλων ἡ δυσωπουμένη παρρησία δυσωπεῖ μάλιστα, καὶ τὸ μετʼ εὐλαβείας ἀτρέμα προσιέναι καὶ ἅπτεσθαι τοῦ ἁμαρτάνοντος ὑπερείπει καὶ διεργάζεται τὴν κακίαν ἀναπιμπλαμένην τοῦ αἰδεῖσθαι τὸ αἰδούμενον. ὅθεν ἄριστα μὲν ἔχει τὸ 
<milestone unit="tlnum" n="25"/> <quote rend="blockquote"><l> ἄγχι σχὼν κεφαλήν, ἵνα μὴ πευθοίαθʼ οἱ ἄλλοι,</l><note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true">Homer. <foreign xml:lang="grc">α</foreign> 157</note></quote> 
<milestone unit="stephpage" xml:id="stephpage-71c" n="71c"/> ἥκιστα δὲ πρέπει γαμετῆς ἀκουούσης ἄνδρα καὶ παίδων ἐν ὄψει πατέρα καὶ ἐραστὴν ἐρωμένου παρόντος <pb xml:id="v.1.p.172"/> ἢ γνωρίμων διδάσκαλον ἀποκαλύπτειν· ἐξίστανται γὰρ ὑπὸ λύπης καὶ ὀργῆς ἐλεγχόμενοι παρʼ οἷς εὐδοκιμεῖν ἀξιοῦσιν. οἶμαι δὲ καὶ Κλεῖτος οὐχ οὕτω παρώξυνε<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">παρώξυνε</foreign> H: <foreign xml:lang="grc">παροξύναι</foreign> </note> διὰ τὸν οἶνον, ὡς ὅτι πολλῶν παρόντων 
<milestone unit="tlnum" n="5"/> ἐδόκει κολούειν Ἀλέξανδρον. καὶ Ἀριστομένης ὁ Πτολεμαίου καθηγητὴς ὅτι νυστάζοντα πρεσβείας παρούσης ἐπάταξεν ἐξεγείρων, λαβήν τινα παρέσχε τοῖς κόλαξι, προσποιουμένοις ἀγανακτεῖν ὑπὲρ τοῦ 
<milestone unit="stephpage" xml:id="stephpage-71d" n="71d"/> βασιλέως καὶ λέγουσιν <q>εἰ τοσαῦτα κοπιῶν καὶ ἀγρυπνῶν 
<milestone unit="tlnum" n="10"/> κατηνέχθης, ἰδίᾳ σε νουθετεῖν ὀφείλομεν, οὐκ ἐναντίον ἀνθρώπων τοσούτων προσφέρειν τὰς χεῖρας</q> ὁ δὲ φαρμάκου κύλικα πέμψας ἐκέλευσεν ἐκπιεῖν τὸν ἄνθρωπον. Ἀριστοφάνης δὲ καὶ τὸν Κλέωνα τοῦτʼ ἐγκαλεῖν φησιν ὅτι 
<milestone unit="tlnum" n="15"/> <quote rend="blockquote"><l> ξένων παρόντων τὴν πόλιν κακῶς λέγει</l></quote> καὶ παροξύνει τοὺς Ἀθηναίους. διὸ δεῖ φυλάττεσθαι καὶ τοῦτο μετὰ τῶν ἄλλων τοὺς μὴ παρεπιδείκνυσθαι μηδὲ δημαγωγεῖν ἀλλʼ ὀνησιφόρως καὶ θεραπευτικῶς χρῆσθαι τῇ παρρησίᾳ βουλομένους καὶ μὴν 
<milestone unit="tlnum" n="20"/> 
<milestone unit="stephpage" xml:id="stephpage-71e" n="71e"/> ὅπερ ὁ Θουκυδίδης<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">Θουκυδίδης</foreign>] I 70</note> τοὺς Κορινθίους λέγοντας περὶ αὑτῶν πεποίηκεν, ὡς <q>ἄξιοί</q> εἰσιν ἑτέροις <q>ἐπενεγκεῖν ψόγον,</q> οὐ κακῶς εἰρημένον, ἔδει παρεῖναι τοῖς παρρησιαζομένοις. Λύσανδρος μὲν γὰρ ὡς ἔοικε πρὸς τὸν ἐκ Μεγάρων ἐν τοῖς συμμάχοις παρρησιαζόμενον 
<milestone unit="tlnum" n="25"/> ὑπὲρ τῆς Ἑλλάδος ἔφη τοὺς λόγους αὐτοῦ πόλεως δεῖσθαι· παρρησία δὲ παντὸς ἀνδρὸς ἤθους ἴσως δεῖται, καὶ τοῦτʼ ἀληθέστατόν ἐστιν ἐπὶ τῶν ἑτέρους νουθετούντων καὶ σωφρονιζόντων λεγόμενον. <pb xml:id="v.1.p.173"/> ὁ γοῦν Πλάτων ἔλεγε νουθετεῖν τῷ βίῳ τὸν Σπεύσιππον, ὥσπερ ἀμέλει καὶ Πολέμωνα Ξενοκράτης 
<milestone unit="stephpage" xml:id="stephpage-71f" n="71f"/> ὀφθεὶς μόνον ἐν τῇ διατριβῇ καὶ ἀποβλέψας πρὸς αὐτὸν ἐτρέψατο καὶ μετέθηκεν. ἐλαφροῦ δὲ καὶ 
<milestone unit="tlnum" n="5"/> φαύλου τὸ ἦθος ἀνθρώπου λόγῳ παρρησίας ἁπτομένῳ περίεστι προσακοῦσαι τὸ <quote rend="blockquote"><l> ἄλλων ἰατρὸς αὐτὸς ἕλκεσιν βρύων</l><note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true">Nauck. p. 545</note></quote> </p></div><div type="textpart" subtype="section" n="33"><p rend="indent">οὐ μὴν ἀλλʼ ἐπεὶ φαύλους γε ὄντας αὐτοὺς ἑτέροις τε τοιούτοις ὁμιλοῦντας ἐξάγει τὸ πράγματα 
<milestone unit="tlnum" n="10"/> πολλάκις εἰς τὸ νουθετεῖν, ἐπιεικέστατος ἂν εἴη τρόπος ὁ συνεμπλέκων καὶ συμπεριλαμβάνων ἁμηγέπη τῷ ἐγκλήματι τὸν παρρησιαζόμενον· ἐφʼ ᾧ λέλεκται καὶ τὸ <quote rend="blockquote"><l>Τυδείδη, τί παθόντε λελάσμεθα θούριδος ἀλκῆς;</l></quote> 
<milestone unit="tlnum" n="15"/> 
<milestone unit="stephpage" xml:id="stephpage-72a" n="72a"/> καὶ τὸ <quote rend="blockquote"><l> νῦν δʼ οὐδʼ ἑνὸς ἄξιοί εἰμεν </l><l>Ἕκτορος</l></quote> καὶ ὁ Σωκράτης οὕτως ἀτρέμα τοὺς νέους ἤλεγχεν, ὡς μηδʼ αὐτὸς ἀπηλλαγμένος ἀμαθίας, ἀλλὰ μετʼ 
<milestone unit="tlnum" n="20"/> ἐκείνων οἰόμενος δεῖν ἀρετῆς ἐπιμέλεσθαι καὶ ζητεῖν τἀληθές. καὶ γὰρ εὔνοιαν καὶ πίστιν ἔχουσιν οἱ ταὐτὰ μὲν ἁμαρτάνειν, ἐπανορθοῦσθαι δὲ τοὺς φίλους ὥσπερ αὑτοὺς δοκοῦντες. ὁ δὲ σεμνύνων ἑαυτὸν ἐν τῷ κολούειν ἕτερον, ὡς δή τις εἰλικρινὴς 
<milestone unit="tlnum" n="25"/> καὶ ἀπαθής, ἂν μὴ πολὺ καθʼ ἡλικίαν προήκων μηδʼ ἔχων ἀρετῆς ὁμολογούμενον ἀξίωμα καὶ δόξης, 
<milestone unit="stephpage" xml:id="stephpage-72b" n="72b"/> ἐπαχθὴς φανεὶς καὶ βαρὺς οὐδὲν ὠφέλησεν. ὅθεν οὐχ ἁπλῶς ὁ Φοῖνιξ ἐνέβαλε τὰ περὶ αὑτὸν ἀτυχήματα, <pb xml:id="v.1.p.174"/> διʼ ὀργὴν ἐπιχειρήσαντος ἀνελεῖν τὸν πατέρα καὶ ταχὺ μεταγνόντος, <quote rend="blockquote"><l> ὡς μὴ πατροφόνος μετʼ Ἀχαιοῖσιν καλεοίμην, </l><note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true">Homer. I 461</note></quote> ἵνα μὴ δοκῇ νουθετεῖν ἐκεῖνον ὡς αὐτὸς ἀπαθὴς ὢν 
<milestone unit="tlnum" n="5"/> ὑπʼ ὀργῆς καὶ ἀναμάρτητος. ἐνδύεται γὰρ ἠθικῶς τὰ τοιαῦτα, καὶ μᾶλλον εἴκουσι τοῖς ὁμοιοπαθεῖν ἀλλὰ μὴ περιφρονεῖν δοκοῦσιν. ἐπεὶ δʼ οὔτε φῶς λαμπρὸν ὄμματι φλεγμαίνοντι προσοιστέον, οὔτʼ ἐμπαθὴς ψυχὴ παρρησίαν ἀναδέχεται καὶ νουθεσίαν 
<milestone unit="tlnum" n="10"/> 
<milestone unit="stephpage" xml:id="stephpage-72c" n="72c"/> ἄκρατον, ἐν τοῖς χρησιμωτάτοις ἐστὶ τῶν βοηθημάτων ὁ παραμιγνύμενος ἐλαφρὸς ἔπαινος, ὥσπερ ἐν τούτοις <quote rend="blockquote"><l> ὑμεῖς δʼ οὐκέτι καλὰ μεθίετε θούριδος ἀλκῆς </l><note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true">id. N 116</note><l>πάντες ἄριστοι ἐόντες ἀνὰ στρατόν. οὐδʼ ἂν ἔγωγε 
<milestone unit="tlnum" n="15"/> </l><l> ἀνδρὶ μαχεσσαίμην ὅστις πολέμοιο μεθείη </l><l>λυγρὸς ἐών· ὑμῖν δὲ νεμεσσῶμαι περὶ κῆρι </l></quote> καὶ <quote rend="blockquote"><l>Πάνδαρε, ποῦ τοι τόξον ἰδὲ πτερόεντες ὀιστοὶ </l><note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true">id. E 171</note><l> καὶ κλέος, ᾧ οὔ τίς τοι ἐρίζεται ἐνθάδε γʼ ἀνήρ;</l></quote> 
<milestone unit="tlnum" n="20"/> σφόδρα δʼ ἐμφανῶς ἀνακαλεῖται καὶ τὰ τοιαῦτα τοὺς ὑποφερομένους <quote rend="blockquote"><l> ὁ δʼ Οἰδίπους ποῦ καὶ τὰ κλείνʼ αἰνίγματα; </l><note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true">Eurip. Phoen. 168</note></quote> καὶ <quote rend="blockquote"><l> ὁ πολλὰ δὴ τλὰς Ἡρακλῆς λέγει τάδε; </l><note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true">id. Herc. f. 1250</note></quote> 
<milestone unit="tlnum" n="25"/> 
<milestone unit="stephpage" xml:id="stephpage-72d" n="72d"/> οὐ γὰρ μόνον ἀνίησι τοῦ ψόγου τὸ τραχὺ καὶ κολαστικόν,<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">κολαστικόν</foreign><foreign xml:lang="lat">scripsi</foreign>: <foreign xml:lang="grc">κελευστικόν</foreign></note> ἀλλὰ καὶ ζῆλον ἐμποιεῖ πρὸς ἑαυτὸν αἰδουμένῳ τὰ αἰσχρὰ τῇ τῶν καλῶν ὑπομνήσει καὶ <pb xml:id="v.1.p.175"/> παράδειγμα ποιουμένῳ τῶν βελτιόνων ἑαυτόν. ὅταν δʼ ἑτέρους οἷον ἥλικας ἢ πολίτας ἢ συγγενεῖς παραβάλλωμεν, ἄχθεται καὶ διαγριαίνεται τὸ φιλόνεικον τῆς κακίας, καὶ τοῦτο πολλάκις εἴωθεν ὑποφωνεῖν 
<milestone unit="tlnum" n="5"/> μετʼ ὀργῆς <q>τί οὖν οὐκ ἄπει πρὸς τοὺς ἐμοῦ κρείττονας, ἐμοὶ δὲ μὴ παρέχεις πράγματα;</q> φυλακτέον οὖν ἑτέρους<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">εΤέρους</foreign>] <foreign xml:lang="grc">τὸ ἑτέρους</foreign> R</note> ἐπαινεῖν παρρησιαζόμενον πρὸς ἑτέρους, ἂν μὴ νὴ Δία γονεῖς ὦσιν. ὡς Ἀγαμέμνων 
<milestone unit="stephpage" xml:id="stephpage-72e" n="72e"/> <quote rend="blockquote"><l> ἦ ὀλίγον οἱ παῖδα ἐοικότα γείνατο Τυδεύς, </l><note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true">Homer. E 800</note></quote> 
<milestone unit="tlnum" n="10"/> καὶ ὁ ἐν τοῖς Σκυρίοις Ὀδυσσεὺς <quote rend="blockquote"><l> σὺ δʼ, ὦ τὸ λαμπρὸν φῶς καταισχύνων γένους, </l><l> ξαίνεις, ἀρίστου πατρὸς Ἑλλήνων γεγώς;</l><note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true">Nauck. p. 653</note></quote> </p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>