<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0007.tlg070.perseus-grc2:30</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0007.tlg070.perseus-grc2:30</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0007.tlg070.perseus-grc2"><div type="textpart" subtype="section" n="30"><p rend="indent">ὁ μὲν οὖν κοινὸς οὕτω προωρίσθω καιρός· οὓς δὲ παρέχουσιν αὐτοὶ πολλάκις οὐ χρὴ προΐεσθαι 
<milestone unit="tlnum" n="10"/> τὸν κηδόμενον φίλων<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">φιλων</foreign> R: <foreign xml:lang="grc">φίλον</foreign> </note> ἀλλὰ χρῆσθαι· καὶ γὰρ ἐρώτησις ἐνίοις καὶ διήγησις καὶ ψόγος ὁμοίων ἐφʼ ἑτέροις ἢ ἔπαινος ὥσπερ ἐνδόσιμον εἰς παρρησίαν ἐστίν. οἷον ἐλθεῖν Δημάρατον εἰς Μακεδονίαν λέγουσι καθʼ ὃν χρόνον ἐν διαφορᾷ πρὸς τὴν γυναῖκα 
<milestone unit="tlnum" n="15"/> 
<milestone unit="stephpage" xml:id="stephpage-70c" n="70c"/> καὶ τὸν υἱὸν ὁ Φίλιππος ἦν· ἀσπασαμένου δʼ αὐτὸν τοῦ Φιλίππου καὶ πυθομένου πῶς πρὸς ἀλλήλους ἔχουσιν ὁμονοίας οἱ Ἕλληνες, εἰπεῖν τὸν Δημάρατον εὔνουν ὄντα καὶ συνήθη <q>πάνυ γοῦν ὦ Φίλιππε καλὸν ἐστί σοι πυνθάνεσθαι μὲν περὶ τῆς Ἀθηναίων 
<milestone unit="tlnum" n="20"/> καὶ Πελοποννησίων ὁμοφροσύνης, τὴν δʼ οἰκίαν περιορᾶν τὴν σεαυτοῦ τοσαύτης στάσεως καὶ διχονοίας γέμουσαν</q> εὖ δὲ καὶ Διογένης, ὃς ἐπεὶ παρελθὼν εἰς τὸ τοῦ Φιλίππου στρατόπεδον, ὅτε τοῖς Ἕλλησιν ἐβάδιζε μαχούμενος, ἀνήχθη πρὸς αὐτόν, ὁ δʼ ἀγνοῶν 
<milestone unit="tlnum" n="25"/> ἠρώτησεν εἰ κατάσκοπός ἐστι, <q>πάνυ μὲν οὖν</q> ἔφη <q>κατάσκοπος ὦ Φίλιππε τῆς<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">τῆς</foreign>add. H</note> ἀβουλίας σου καὶ τῆς 
   <milestone unit="stephpage" xml:id="stephpage-70d" n="70d"/> ἀνοίας, διʼ ἣν οὐδενὸς ἀναγκάζοντος ἔρχῃ περὶ τῆς βασιλείας καὶ τοῦ σώματος ὥρᾳ μιᾷ διακυβεύσων</q> <pb xml:id="v.1.p.170"/> Τοῦτο μὲν οὖν ἴσως σφοδρότερον·</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>