<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0007.tlg070.perseus-grc2:29</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0007.tlg070.perseus-grc2:29</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0007.tlg070.perseus-grc2"><div type="textpart" subtype="section" n="29"><p rend="indent">ἐν τίσιν οὖν σφοδρὸν εἶναι δεῖ τὸν φίλον καὶ πότε τῷ τόνῳ χρῆσθαι τῆς παρρησίας; ὅταν ἡδονῆς 
<milestone unit="tlnum" n="10"/> ἢ ὀργῆς ἢ ὕβρεως ἐπιλαβέσθαι φερομένης οἱ καιροὶ 
<milestone unit="stephpage" xml:id="stephpage-69f" n="69f"/> παρακαλῶσιν ἢ κολοῦσαι φιλαργυρίαν ἢ ἀπροσεξίαν ἀνασχεῖν ἀνόητον. οὕτως ἐπαρρησιάζετο Σόλων πρὸς Κροῖσον ὑπʼ εὐτυχίας ἀβεβαίου διεφθορότα καὶ τρυφῶντα, τὸ τέλος ὁρᾶν κελεύσας· οὕτω Σωκράτης 
<milestone unit="tlnum" n="15"/>Ἀλκιβιάδην ἐκόλουε, καὶ δάκρυον ἐξῆγεν ἀληθινὸν ἐξελεγχομένου καὶ τὴν καρδίαν ἔστρεφε.<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">ἔστρεφε</foreign> H: <foreign xml:lang="grc">ἀνέστρεφε</foreign> </note> τοιαῦτα τὰ Κύρου πρὸς Κυαξάρην καὶ τὰ πρὸς Δίωνα Πλάτωνος, ὅτε λαμπρότατος ἦν καὶ πάντας εἰς ἑαυτὸν ἀνθρώπους ἐπέστρεφε διὰ τὸ κάλλος τῶν 
<milestone unit="tlnum" n="20"/> πράξεων καὶ τὸ μέγεθος, παρακελευομένου φυλάττεσθαι 
<milestone unit="stephpage" xml:id="stephpage-70a" n="70a"/> καὶ δεδιέναι τὴν <q>αὐθάδειαν,<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">αὐθάδειαν</foreign>] Plat. Ep. IV p. 321 b</note> ὡς ἐρημίᾳ ξύνοικον</q> ἔγραφε δὲ καὶ Σπεύσιππος αὐτῷ μὴ μέγα φρονεῖν εἰ πολὺς αὐτοῦ λόγος ἐστὶν ἐν παιδαρίοις καὶ γυναίοις, ἀλλʼ ὁρᾶν ὅπως ὁσιότητι καὶ 
<milestone unit="tlnum" n="25"/> δικαιοσύνῃ καὶ νόμοις ἀρίστοις κοσμήσας Σικελίαν <q>εὐκλεᾶ θήσει</q><note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">εὐκλεᾶ θήσει</foreign>] Eurip. Phoen. 1732</note> τὴν Ἀκαδήμειαν. Εὖκτος δὲ καὶ Εὐλαῖος, ἑταῖροι Περσέως, εὐτυχοῦντι μὲν ἀεὶ πρὸς <pb xml:id="v.1.p.169"/> χάριν ὁμιλοῦντες καὶ συνεπινεύοντες ὥσπερ οἱ λοιποὶ παρηκολούθουν· ἐπεὶ δὲ Ῥωμαίοις συμβαλὼν περὶ Πύδναν ἔπταισε καὶ ἔφυγε, προσπεσόντες ἐπετίμων πικρῶς καὶ ἀνεμίμνησκον ὧν ἐξήμαρτεν ἢ παρεῖδεν, 
<milestone unit="tlnum" n="5"/> ἕκαστον ἐξονειδίζοντες, ἄχρι οὗ διαλγήσας ὁ ἄνθρωπος 
<milestone unit="stephpage" xml:id="stephpage-70b" n="70b"/> ὑπὸ λύπης καὶ ὀργῆς ἀμφοτέρους τῷ ξιφιδίῳ παίων ἀνεῖλεν. </p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>