<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0007.tlg070.perseus-grc2:28</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0007.tlg070.perseus-grc2:28</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0007.tlg070.perseus-grc2"><div type="textpart" subtype="section" n="28"><p rend="indent">ἐπεὶ δὲ πολλοὶ τοὺς φίλους εὖ φερομένους ἐν τοῖς πράγμασιν οὔτʼ ἀξιοῦσιν οὔτε τολμῶσι ῥυθμίζειν, 
<milestone unit="tlnum" n="20"/> ἀλλʼ ὅλως ἀπρόσιτον καὶ ἀνέφικτον ἡγοῦνται νουθεσίᾳ τὸ εὐτυχοῦν εἶναι, σφαλλομένοις δὲ καὶ πταίουσιν ἐπιτίθενται καὶ πατοῦσιν ὑπὸ χεῖρα καὶ ταπεινοὺς γεγενημένους, ὥσπερ ῥεῦμα κεκρατημένον παρὰ φύσιν τὴν παρρησίαν ἀθρόως ἐφιέντες αὐτοῖς 
<milestone unit="tlnum" n="25"/> καὶ ἀπολαύοντες ἄσμενοι τῆς μεταβολῆς διὰ τὴν πρόσθεν ὑπεροψίαν ἐκείνων αὑτῶν δʼ ἀσθένειαν, <pb xml:id="v.1.p.166"/> οὐ χεῖρόν ἐστι καὶ περὶ τούτων διελθεῖν καὶ ἀποκρίνασθαι τῷ Εὐριπίδῃ<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">Εὐριπίδῃ</foreign> Or. 667</note> λέγοντι <quote rend="blockquote"><l> ὅταν δʼ ὁ δαίμων εὖ διδῷ, τί δεῖ φίλων;</l></quote> 
<milestone unit="stephpage" xml:id="stephpage-68f" n="68f"/> ὅτι δεῖ μάλιστα παρρησιαζομένων φίλων τοῖς εὐτυχοῦσι 
<milestone unit="tlnum" n="5"/> καὶ τὸ ἄγαν ὑφιέντων τοῦ φρονήματος. ὀλίγοι γάρ εἰσιν οἷς μετὰ τοῦ εὐτυχεῖν παραγίγνεται τὸ φρονεῖν· οἱ δὲ πολλοὶ φρενῶν ἐπεισάκτων δέονται καὶ λογισμῶν πιεζόντων ἔξωθεν αὐτοὺς ὑπὸ τῆς τύχης φυσωμένους καὶ σαλευομένους. ὅταν δʼ ὁ δαίμων 
<milestone unit="tlnum" n="10"/> καταβάλῃ καὶ περιέλῃ τὸν ὄγκον, αὐτοῖς τοῖς πράγμασιν ἔνεστι τὸ νουθετοῦν καὶ μετάνοιαν ἐμποιοῦν. ὅθεν οὐδὲν ἔργον τότε παρρησίας φιλικῆς οὐδὲ λόγων βάρος ἐχόντων καὶ δηγμόν, ἀλλʼ ὡς ἀληθῶς ἐν ταῖς τοιαύταις μεταβολαῖς 
<milestone unit="tlnum" n="15"/> 
<milestone unit="stephpage" xml:id="stephpage-69a" n="69a"/> <quote rend="blockquote"><l> εἰς ὄμματʼ εὔνου φωτὸς ἐμβλέψαι γλυκὺ </l><note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true">Eurip. Ion 732</note></quote> παρηγοροῦντος καὶ παραθαρρύνοντος, ὥσπερ τοῦ Κλεάρχου τὸ πρόσωπον ὁ Ξενοφῶν<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">Ξενοφῶν</foreign>] Anab. II 6, 11</note> ἐν ταῖς μάχαις καὶ παρὰ τὰ δεινά φησιν ὁρώμενον εὐμενὲς καὶ φιλάνθρωπον εὐθαρσεστέρους ποιεῖν τοὺς κινδυνεύοντας. 
<milestone unit="tlnum" n="20"/> ὁ δὲ παρρησίαν καὶ δηγμὸν ἀνθρώπῳ δυστυχοῦντι προσάγων ὥσπερ ὀξυδορκικὸν ὄμματι ταρασσομένῳ καὶ φλεγμαίνοντι, θεραπεύει μὲν οὐδὲν οὐδʼ ἀφαιρεῖ τοῦ λυποῦντος, ὀργὴν δὲ τῇ λύπῃ 
<milestone unit="stephpage" xml:id="stephpage-69b" n="69b"/> προστίθησι καὶ παροξύνει τὸν ἀνιώμενον. αὐτίκα 
<milestone unit="tlnum" n="25"/> γοῦν ὑγιαίνων μέν τις οὐ χαλεπός ἐστιν οὐδʼ ἄγριος παντάπασιν ἀνδρὶ φίλῳ ψέγοντι μὲν συνουσίας καὶ πότους αὐτοῦ ψέγοντι δʼ ἀργίαν καὶ ἀγυμνασίαν <pb xml:id="v.1.p.167"/> καὶ λουτρὰ συνεχῆ καὶ πλησμονὰς ἀκαίρους· νοσοῦντι δʼ οὐκ ἀνεκτὸν ἀλλὰ μείζων νόσος ἀκούειν ὅτι ταῦτά σοι γέγονεν ἐξ ἀκρασίας καὶ μαλακίας καὶ διʼ ὄψα καὶ γυναῖκας. ὢ τῆς ἀκαιρίας, ἄνθρωπε· 
<milestone unit="tlnum" n="5"/> διαθήκην γράφω καὶ παρασκευάζεταί μοι καστόριον ἢ σκαμώνιον ὑπὸ τῶν ἰατρῶν, σὺ δὲ νουθετεῖς καὶ φιλοσοφεῖς. οὕτω τοίνυν καὶ τὰ πράγματα τῶν δυστυχούντων οὐ παρρησίαν ἐνδέχεται καὶ γνωμολογίαν, 
<milestone unit="stephpage" xml:id="stephpage-69c" n="69c"/> ἀλλʼ ἐπιεικείας δεῖται καὶ βοηθείας. καὶ 
<milestone unit="tlnum" n="10"/> γὰρ αἱ τίτθαι τοῖς παιδίοις πεσοῦσιν οὐ λοιδορησόμεναι προστρέχουσιν, ἀλλʼ ἤγειραν καὶ περιέπλυναν καὶ κατέστειλαν, εἶθʼ οὕτως ἐπιπλήττουσι καὶ κολάζουσι. λέγεται δὲ καὶ Δημήτριος ὁ Φαληρεὺς ὅτε τῆς πατρίδος ἐξέπεσε καὶ περὶ Θήβας ἀδοξῶν καὶ 
<milestone unit="tlnum" n="15"/> ταπεινὰ πράττων διῆγεν, οὐχ ἡδέως ἰδεῖν προσιόντα Κράτητα, παρρησίαν κυνικὴν καὶ λόγους τραχεῖς προσδεχόμενος· ἐντυχόντος δὲ πράως αὐτῷ τοῦ Κράτητος καὶ διαλεχθέντος περὶ φυγῆς ὡς οὐδὲν ἔχοι 
<milestone unit="stephpage" xml:id="stephpage-69d" n="69d"/> κακὸν οὐδʼ ἄξιον φέρειν βαρέως πραγμάτων σφαλερῶν 
   <milestone unit="tlnum" n="20"/> καὶ ἀβεβαίων ἀπηλλαγμένον, ἅμα δὲ θαρρεῖν ἑαυτῷ καὶ τῇ διαθέσει παρακαλοῦντος, ἡδίων γενόμενος καὶ ἀναθαρρήσας πρὸς τοὺς φίλους εἶπε <q>φεῦ τῶν πράξεων ἐκείνων καὶ ἀσχολιῶν διʼ ἃς ἄνδρα τοιοῦτον οὐκ ἔγνωμεν</q> 
<milestone unit="tlnum" n="25"/> <quote rend="blockquote"><l> λυπουμένῳ<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">λυπουμένῳ</foreign>] Nauck. p. 524</note> γὰρ<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">γὰρ</foreign>] <foreign xml:lang="grc">μὲν</foreign> H</note> μῦθος εὐμενὴς φίλων, </l><l> ἄγαν δὲ μωραίνοντι νουθετήματα.</l></quote> Οὗτος ὁ τρόπος τῶν γενναίων φίλων· οἱ δʼ ἀγεννεῖς καὶ ταπεινοὶ τῶν εὐτυχούντων κόλακες, <q>ὥσπερ τὰ <pb xml:id="v.1.p.168"/> 
<milestone unit="stephpage" xml:id="stephpage-69e" n="69e"/> ῥήγματα καὶ τὰ σπάσματά</q> φησι Δημοσθένης <q>ὅταν τι κακὸν τὸ σῶμα λάβῃ τότε κινεῖσθαι,</q> καὶ οὗτοι ταῖς μεταβολαῖς ἐπιφύονται, καθάπερ ἡδόμενοι καὶ ἀπολαύοντες. καὶ γὰρ ἂν δέηταί τινος ὑπομνήσεως ἐν οἷς 
<milestone unit="tlnum" n="5"/> διʼ αὑτὸν ἔπταισε βουλευσάμενος κακῶς, ἱκανόν ἐστι τὸ <quote rend="blockquote"><l> οὔ τι καθʼ ἡμέτερόν γε νόον· μάλα γάρ τοι ἔγωγε </l><note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true">Homer. I 108</note><l> πόλλʼ ἀπεμυθεόμην </l></quote> </p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>