<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0007.tlg070.perseus-grc2:26</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0007.tlg070.perseus-grc2:26</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0007.tlg070.perseus-grc2"><div type="textpart" subtype="section" n="26"><p rend="indent"> ὥσπερ οὖν κῆράς τινας ἐπούσας τῇ παρρησίᾳ πλείονας ὁρῶντες πρῶτον ἀφαιρῶμεν αὐτῆς τὴν φιλαυτίαν, εὖ μάλα φυλαττόμενοι μὴ διά τι τῶν <pb xml:id="v.1.p.161"/> ἰδίων οἷον ἀδικούμενοι καὶ ἀλγοῦντες ἐξονειδίζειν δοκῶμεν. οὔτε γὰρ ὑπʼ εὐνοίας ἀλλʼ ὑπʼ ὀργῆς οἴονται γίγνεσθαι τὸν ὑπὲρ αὐτοῦ τοῦ λέγοντος γιγνόμενον λόγον, οὔτε νουθεσίαν ἀλλὰ μέμψιν 
<milestone unit="tlnum" n="5"/> εἶναι. φιλικὸν γὰρ ἡ παρρησία καὶ σεμνόν, ἡ δὲ μέμψις καὶ φίλαυτον καὶ μικρολόγον. ὅθεν αἰδοῦνται τοὺς παρρησιαζομένους καὶ θαυμάζουσι, τοῖς δὲ μεμφομένοις ἀντεγκαλοῦσι καὶ καταφρονοῦσιν. ὥσπερ 
<milestone unit="stephpage" xml:id="stephpage-66f" n="66f"/> ὁ Ἀγαμέμνων τὸν Ἀχιλλέα παρρησιάζεσθαι δοκοῦντα 
<milestone unit="tlnum" n="10"/> μετρίως οὐχ ὑπέμεινε, τοῦ δʼ Ὀδυσσέως καθαπτομένου πικρῶς καὶ λέγοντος <quote rend="blockquote"><l> οὐλόμενʼ, αἴθʼ ὤφελλες ἀεικελίου στρατοῦ ἄλλου </l><note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true">Homer. <foreign xml:lang="grc">Ξ</foreign> 84</note><l> σημαίνειν </l></quote> εἴκει καὶ καρτερεῖ, τῷ κηδεμονικῷ τοῦ λόγου καὶ 
<milestone unit="tlnum" n="15"/> νοῦν ἔχοντι συστελλόμενος. οὗτος μὲν γὰρ οὐκ 
<milestone unit="stephpage" xml:id="stephpage-67a" n="67a"/> ἔχων ἰδίας πρόφασιν ὀργῆς ἐπαρρησιάζετο πρὸς αὐτὸν ὑπὲρ τῆς Ἑλλάδος, ἐκεῖνος δὲ διʼ αὑτὸν ἐδόκει μάλιστα χαλεπαίνειν. αὐτός γε μὴν ὁ Ἀχιλλεύς, καίπερ οὐ γλυκύθυμος ὢν οὐδʼ ἀγανόφρων ἀλλὰ 
<milestone unit="tlnum" n="20"/> <quote rend="blockquote"><l> δεινὸς ἀνήρ, οἷος καὶ ἀναίτιον αἰτιάασθαι </l><note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true">id. <foreign xml:lang="grc">Λ</foreign> 652. N 775</note></quote>παρεῖχε τῷ Πατρόκλῳ σιωπῇ καταφέρειν αὐτοῦ πολλὰ τοιαῦτα <quote rend="blockquote"><l> νηλεές, οὐκ ἄρα σοί γε πατὴρ ἦν ἱππότα Πηλεὺς </l><note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true">id. <foreign xml:lang="grc">Π</foreign> 33</note><l> οὐδὲ Θέτις μήτηρ· γλαυκὴ δέ σε τίκτε θάλασσα 
<milestone unit="tlnum" n="25"/> </l><l> πέτραι τʼ ἠλίβατοι, ὅτι τοι νόος ἐστὶν ἀπηνής </l></quote> 
<milestone unit="stephpage" xml:id="stephpage-67b" n="67b"/> ὥσπερ γὰρ Ὑπερείδης ὁ ῥήτωρ ἠξίου σκοπεῖν Ἀθηναίους μὴ μόνον εἰ πικρός ἐστιν, ἀλλʼ εἰ προῖκα πικρός, οὕτως ἡ τοῦ φίλου νουθεσία καθαρεύουσα <pb xml:id="v.1.p.162"/> παντὸς ἰδίου πάθους αἰδεστόν ἐστι καὶ σεμνὸν καὶ ἀναντίβλεπτον. ἐὰν δὲ δὴ καὶ<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">δὴ καὶ</foreign>] <foreign xml:lang="grc">δὴ</foreign></note> φανερός τις ἐν τῷ παρρησιάζεσθαι τὰ μὲν εἰς αὑτὸν ἁμαρτήματα τοῦ φίλου κομιδῇ προϊέμενος καὶ ἀπολείπων, ἄλλας 
<milestone unit="tlnum" n="5"/> δέ τινας αὐτοῦ πλημμελείας ἐλέγχων καὶ δάκνων ἐφʼ ἑτέροις καὶ μὴ φειδόμενος, ἄμαχος ὁ τόνος τῆς παρρησίας οὗτός ἐστι καὶ τῇ γλυκύτητι τοῦ νουθετοῦντος ἐπιτείνων τὸ πικρὸν καὶ αὐστηρὸν τῆς νουθεσίας. ὅθεν εὖ μὲν εἴρηται τὸ δεῖν ἐν ταῖς ὀργαῖς 
<milestone unit="tlnum" n="10"/> 
<milestone unit="stephpage" xml:id="stephpage-67c" n="67c"/> καὶ ταῖς διαφοραῖς ταῖς πρὸς τοὺς φίλους μάλιστα πράττειν τι καὶ σκοπεῖν τῶν ἐκείνοις συμφερόντων ἢ πρεπόντων, οὐχ ἧττον δὲ τούτου φιλικόν ἐστι τὸ παρορᾶσθαι καὶ ἀμελεῖσθαι δοκοῦντας αὐτοὺς ὑπὲρ ἄλλων ἀμελουμένων παρρησιάζεσθαι καὶ ὑπομιμνῄσκειν. 
<milestone unit="tlnum" n="15"/> ὡς Πλάτων ἐν ταῖς πρὸς Διονύσιον ὑποψίαις<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">ὑποψίαις</foreign> Graeco-Latina a. 1624: <foreign xml:lang="grc">ὑπεροψίαις</foreign> </note> καὶ διαφοραῖς ᾐτήσατο καιρὸν ἐντυχίας· εἶθʼ ὁ μὲν ἔδωκεν, οἰόμενος ὑπὲρ αὑτοῦ τι ἔχειν μέμψασθαι τὸν Πλάτωνα καὶ διελθεῖν, ὁ δὲ Πλάτων οὕτω πως διελέχθη πρὸς αὐτόν. <q>εἴ τινα αἴσθοιο, Διονύσιε, 
<milestone unit="tlnum" n="20"/> 
<milestone unit="stephpage" xml:id="stephpage-67d" n="67d"/> δυσμενῆ πεπλευκότα εἰς Σικελίαν, κακὸν τί σε ποιῆσαι βουλόμενον οὐκ ἔχοντα δὲ καιρόν, ἆρʼ ἂν ἐάσειας αὐτὸν ἐκπλεῦσαι καὶ περιίδοις ἀθῷον ἀπαλλαγέντα;</q> <q>πολλοῦ δέω</q> εἶπεν ὁ Διονύσιος <q>ὦ Πλάτων δεῖ γὰρ οὐ τὰ ἔργα τῶν ἐχθρῶν μόνον ἀλλὰ 
<milestone unit="tlnum" n="25"/> καὶ τὴν προαίρεσιν μισεῖν καὶ κολάζειν</q> <q>εἰ τοίνυν</q> εἶπεν ὁ Πλάτων <q>ἐπʼ εὐνοίᾳ τις ἀφιγμένος τῇ σῇ δεῦρο βούλεται μὲν ἀγαθοῦ τινος αἴτιός σοι <pb xml:id="v.1.p.163"/> γενέσθαι, σὺ δὲ καιρὸν οὐ παρέχεις, ἄξιόν ἐστι τοῦτον ἀχαρίστως προέσθαι καὶ ὀλιγώρως;</q> ἐρωτήσαντος δὲ τοῦ Διονυσίου τίς ἐστιν οὗτος, <q>Αἰσχίνης</q> εἶπεν <q>ἀνὴρ τῷ τε ἤθει παρʼ ὁντινοῦν τῶν Σωκράτους 
<milestone unit="tlnum" n="5"/> ἑταίρων ἐπιεικὴς καὶ τῷ λόγῳ δυνατὸς ἐπανορθοῦν 
<milestone unit="stephpage" xml:id="stephpage-67e" n="67e"/> οἷς συνείη·<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">συνείη</foreign>] <foreign xml:lang="grc">ἂν συνῂ</foreign></note> πλεύσας δὲ δεῦρο πολλὴν θάλατταν, ὡς συγγένοιτό σοι διὰ φιλοσοφίας, ἠμέληται</q> ταῦθʼ οὕτως ἐκίνησε τὸν Διονύσιον, ὥστε τὰς μὲν χεῖρας τῷ Πλάτωνι εὐθὺς περιβαλεῖν καὶ κατασπάζεσθαι, τὴν εὐμένειαν καὶ τὴν μεγαλοφροσύνην ἀγάμενον, 
<milestone unit="tlnum" n="10"/> τοῦ δʼ Αἰσχίνου καλῶς καὶ μεγαλοπρεπῶς ἐπιμεληθῆναι. </p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>