<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0007.tlg070.perseus-grc2:24</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0007.tlg070.perseus-grc2:24</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0007.tlg070.perseus-grc2"><div type="textpart" subtype="section" n="24"><p rend="indent">οὐχ ἥκιστα δʼ ἄν τις αὐτὸν ἐν τῇ πρὸς τοὺς ἄλλους φίλους διαθέσει καταμάθοι πολὺ τοῦ <pb xml:id="v.1.p.157"/> φίλου διαφέροντα. τῷ μὲν γὰρ ἥδιστόν ἐστι μετὰ πολλῶν φιλεῖν καὶ φιλεῖσθαι, καὶ τοῦτο πράττων ἀεὶ διατελεῖ περὶ τὸν φίλον ὅπως πολύφιλος καὶ πολυτίμητος ἔσται· κοινὰ γὰρ τὰ φίλων ἡγούμενος 
<milestone unit="tlnum" n="5"/> οὐδὲν οὕτως οἴεται δεῖν κοινὸν ὡς τοὺς φίλους 
<milestone unit="stephpage" xml:id="stephpage-65b" n="65b"/> ὑπάρχειν· ὁ δὲ ψευδὴς καὶ νόθος καὶ ὑπόχαλκος ὤν, ἅτε δὴ μάλιστα γιγνώσκων ἑαυτὸν ἀδικοῦντα τὴν φιλίαν ὥσπερ νόμισμα παράσημον ὑπʼ αὐτοῦ γενομένην, ἔστι μὲν καὶ φύσει φθονερός, ἀλλὰ τῷ 
<milestone unit="tlnum" n="10"/> φθόνῳ χρῆται πρὸς τοὺς ὁμοίους, διαμιλλώμενος ὑπερβαλέσθαι βωμολοχίᾳ καὶ σπερμολογίᾳ, τὸν δὲ κρείττονα τρέμει καὶ δέδοικεν, οὐ μὰ Δία παρὰ Λύδιον ἅρμα πεζὸς οἰχνεύων,<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">οἰχνέων</foreign> id.</note> ἀλλὰ <q>παρὰ χρυσὸν ἑφθόν,</q><note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true">Bergk. 1 p. 450</note> ὥς φησι Σιμωνίδης,<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">Σιμωνίδης</foreign>] id. 3 p. 417</note> <q>ἀκήρατον οὐδὲ μόλυβδον 
<milestone unit="tlnum" n="15"/> ἔχων</q> .<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">ἑφθόν - ἔχων</foreign>] <foreign xml:lang="grc">ἀκήρατον ἑφθόν Οὑλομόλυβδος ἐών</foreign> id.</note> ὅταν οὖν ἐλαφρὸς ὢν καὶ ἐπίτηκτος<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">ἐπίτηκτος</foreign> Iacobsius:<foreign xml:lang="grc">ἐπίκτητος</foreign> </note> καὶ ἀπατηλὸς ἐγγύθεν ἀντεξετάζηται πρὸς ἀληθινὴν 
<milestone unit="stephpage" xml:id="stephpage-65c" n="65c"/> καὶ ἐμβριθῆ φιλίαν καὶ σφυρήλατον, οὐκ ἀναφέρων ἀλλʼ ἐξελεγχόμενος ταὐτὸ ποιεῖ τῷ ζωγραφήσαντι τοὺς ἀλεκτρυόνας ἀθλίως. ἐκεῖνός τε γὰρ ἐκέλευε 
<milestone unit="tlnum" n="20"/> τὸν παῖδα τοὺς ἀληθινοὺς ἀλεκτρυόνας ἀποσοβεῖν ἀπωτάτω τοῦ πίνακος, οὗτός τε τοὺς ἀληθινοὺς ἐξ ἀποσοβεῖ φίλους καὶ οὐκ ἐᾷ πλησιάζειν ἂν δὲ μὴ δύνηται, φανερῶς, μὲν ὑποσαίνει καὶ περιέπει καί τέθηπεν ὡς ἀμείνονας, λάθρᾳ δʼ ὑφίησί τινας καὶ 25ὑποσπείρει διαβολάς. κρυφίου δὲ λόγου κνήσαντος ἕλκος, κἂν μὴ παντελῶς εὐθὺς ἐργάσηται, τὸ τοῦ Μηδίου φυλάττει μεμνημένος. ἦν δʼ ὁ Μήδιος τοῦ <pb xml:id="v.1.p.158"/> περὶ τὸν Ἀλέξανδρον χοροῦ τῶν κολάκων οἷον ἔξαρχος 
<milestone unit="stephpage" xml:id="stephpage-65d" n="65d"/> καὶ σοφιστὴς κορυφαῖος ἐπὶ τοὺς ἀρίστους συντεταγμένος. ἐκέλευεν οὖν θαρροῦντας ἅπτεσθαι καὶ δάκνειν, ταῖς διαβολαῖς, διδάσκων ὅτι, κἂν θεραπεύσῃ 
<milestone unit="tlnum" n="5"/> τὸ ἕλκος ὁ δεδηγμένος, ἡ οὐλὴ μενεῖ τῆς διαβολῆς. ταύταις μέντοι ταῖς οὐλαῖς, μᾶλλον δὲ γαγγραίναις καὶ καρκινώμασι διαβρωθεὶς Ἀλέξανδρος ἀπώλεσε καὶ Καλλισθένη καὶ Παρμενίωνα καὶ Φιλώταν· Ἅγνωσι δὲ καὶ Βαγώαις καὶ Ἀγησίαις<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">Ἀγησίαις</foreign>] <foreign xml:lang="grc">Ἄγισι</foreign> W</note> 
<milestone unit="tlnum" n="10"/> καὶ Δημητρίοις ἀφειδῶς ἐνέδωκεν ἑαυτὸν ὑποσκελίζεσθαι, προσκυνούμενον καὶ καταστολιζόμενον καὶ ἀναπλαττόμενον ὑπʼ αὐτῶν ὥσπερ ἄγαλμα βαρβαρικόν. 
<milestone unit="stephpage" xml:id="stephpage-65e" n="65e"/> οὕτω μεγάλην ἔχει τὸ πρὸς χάριν δύναμιν, καὶ μεγίστην ὡς ἔοικεν ἐν τοῖς μεγίστοις εἶναι 
<milestone unit="tlnum" n="15"/> δοκοῦσι τὸ γὰρ οἴεσθαι τὰ κάλλιστα μετὰ τοῦ βούλεσθαι πίστιν ἅμα τῷ κόλακι καὶ θάρσος δίδωσι. τῶν μὲν γὰρ τόπων τὰ ὑψηλὰ δυσπρόσοδα καὶ δυσέφικτα γίγνεται τοῖς ἐπιβουλεύουσι, τὸ δʼ ἐν ψυχῇ νοῦν οὐκ ἐχούσῃ διʼ εὐτυχίαν ἢ διʼ εὐφυΐαν<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">ἢ διʼ εὐφυίαν</foreign>] del. W</note> 
<milestone unit="tlnum" n="20"/> ὕψος καὶ φρόνημα τοῖς μικροῖς καὶ ταπεινοῖς μάλιστα βάσιμόν. ἐστιν. </p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>