<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0007.tlg070.perseus-grc2:23</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0007.tlg070.perseus-grc2:23</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0007.tlg070.perseus-grc2"><div type="textpart" subtype="section" n="23"><p rend="indent">οὐ τοίνυν μάλιστα τῷ περὶ τὰς ὑπουργίας ἐπαχθεῖ τοῦ κόλακος οὐδὲ τῇ περὶ τὰς ἐπαγγελίας 
<milestone unit="stephpage" xml:id="stephpage-64c" n="64c"/> εὐχερείᾳ γνοίη τις ἂν τὴν φύσιν, ἀλλὰ μᾶλλον ἐν 
<milestone unit="tlnum" n="10"/> τῷ καλῷ τῆς χρείας ἢ αἰσχρῷ καὶ διαφέροντι πρὸς ἡδονὴν ἢ ὠφέλειαν. ὁ μὲν γὰρ φίλος οὐχ, ὥσπερ ἀπεφαίνετο Γοργίας, αὑτῷ μὲν ἀξιώσει τὰ δίκαια τὸν φίλον ὑπουργεῖν, ἐκείνῳ δʼ αὐτὸς ὑπηρετήσει πολλὰ καὶ τῶν μὴ δικαίων· 
<milestone unit="tlnum" n="15"/> <quote rend="blockquote"><l>συσσωφρονεῖν γάρ, οὐχὶ συννοσεῖν ἔφυ.</l><note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true">Eur. Iph. A. 407</note></quote> μᾶλλον οὖν κἀκεῖνον ἀποτρέψει τῶν μὴ προσηκόντων· ἂν δὲ μὴ πείθῃ, καλὸν τὸ Φωκίωνος πρὸς Ἀντίπατρον, <q> οὐ δύνασαί μοι καὶ φίλῳ χρῆσθαι καὶ κόλακι,</q> τουτέστι καὶ φίλῳ καὶ μὴ φίλῳ. συνεργεῖν 
<milestone unit="tlnum" n="20"/> γὰρ δεῖ τῷ φίλῳ μὴ συμπανουργεῖν, καὶ συμβουλεύειν μὴ συνεπιβουλεύειν, καὶ συμμαρτυρεῖν μὴ συνεξαπατᾶν, καὶ συνατυχεῖν νὴ Δία μὴ συναδικεῖν. 
<milestone unit="stephpage" xml:id="stephpage-64d" n="64d"/> οὐδὲ γὰρ· τὸ συνειδέναι τοῖς φίλοις τὰ αἰσχρά, πόθεν γε· δὴ τὸ συμπράττειν καὶ συνασχημονεῖν 
<milestone unit="tlnum" n="25"/> αἱρετόν ἐστιν; ὥσπερ οὖν Λακεδαιμόνιοι μάχῃ κρατηθέντες ὑπʼ Ἀντιπάτρου καὶ ποιούμενοι διαλύσεις ἠξίουν ὅ τι βούλεται ζημιῶδες, αἰσχρὸν δὲ μηδὲν ἐπιτάττειν αὐτοῖς, οὕτως ὁ φίλος, ἄν τις ἢ δαπάνην <pb xml:id="v.1.p.156"/> ἢ κίνδυνον ἢ πόνον ἔχουσα χρεία καταλαμβάνῃ, πρῶτος ἀξιῶν καλεῖσθαι καὶ μετέχειν ἀπροφασίστως καὶ προθύμως, ὅπου δὲ πρόσεστιν αἰσχύνη, μόνον ἐᾶν καὶ φείδεσθαι παραιτούμενος. ἀλλʼ ἥ γε κολακεία 
<milestone unit="tlnum" n="5"/> τοὐναντίον ἐν μὲν ταῖς ἐπιπόνοις καὶ κινδυνώδεσιν 
<milestone unit="stephpage" xml:id="stephpage-64e" n="64e"/> ὑπουργίαις ἀπαγορεύει, κἂν διαπειρώμενος κρούσῃς, σαθρὸν ἔκ τινος προφάσεως ὑπηχεῖ καὶ ἀγεννές· ἐν δὲ ταῖς αἰσχραῖς καὶ ταπειναῖς καὶ ἀδόξοις διακονίαις ἀπόχρησαι πάτησον, οὐδὲν ἡγεῖται 
<milestone unit="tlnum" n="10"/> δεινὸν οὐδʼ ὑβριστικόν. ὁρᾷς τὸν πίθηκον; οὐ δύναται τὴν οἰκίαν φυλάττειν ὡς ὁ κύων, οὐδὲ 
<milestone unit="tlnum" n="15"/> βαστάζειν ὡς ὁ ἵππος, οὐδʼ ἀροῦν τὴν γῆν ὡς οἱ βόες· ὕβριν οὖν φέρει καὶ βωμολοχίαν καὶ παιδιὰς ἀνέχεται, γέλωτος ὄργανον ἐμπαρέχων ἑαυτόν. οὕτω δὴ καὶ ὁ κόλαξ οὐ συνειπεῖν οὐ συνεισενεγκεῖν οὐ συναγωνίσασθαι δυνάμενος, πόνου τε καὶ σπουδῆς ἁπάσης ἀπολειπόμενος, ἐν ταῖς ὑπὸ μάλης πράξεσιν 
<milestone unit="stephpage" xml:id="stephpage-64f" n="64f"/> ἀπροφάσιστός ἐστι, καὶ πιστὸς ἔρωτος ὑπηρέτης καὶ περὶ λύσιν πόρνης ἀκριβὴς καὶ πότου δαπάνης ἐκκαθῆραι 
<milestone unit="tlnum" n="20"/> λογισμὸν οὐκ ἀμελής, οὐδὲ ῥᾴθυμος ἐν δείπνων παρασκευαῖς, θεραπευτικὸς δὲ παλλακίδων, πρὸς δὲ κηδεστὰς ἀποθρασύνεσθαι κελευσθεὶς καὶ συνεκβαλεῖν γαμετὴν ἄτεγκτος καὶ ἀδυσώπητος. ὥστε 
<milestone unit="stephpage" xml:id="stephpage-65a" n="65a"/> μηδὲ ταύτῃ δυσφώρατον εἶναι τὸν ἄνδρα· προσταττόμενος 
<milestone unit="tlnum" n="25"/> γὰρ ὅ τι βούλει τῶν ἀδόξων καὶ μὴ καλῶν ἕτοιμος ἀφειδεῖν ἑαυτοῦ, τῷ προστάττοντι χαριζόμενος. </p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>