<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0007.tlg070.perseus-grc2:21-37</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0007.tlg070.perseus-grc2:21-37</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0007.tlg070.perseus-grc2"><div type="textpart" subtype="section" n="21"><p rend="indent">ἐπὶ δὲ τὰς χρείας καὶ τὰς ὑπουργίας ἴωμεν ἤδη· καὶ γὰρ ἐν ταύταις πολλὴν ἀπεργάζεται σύγχυσιν 
<milestone unit="stephpage" xml:id="stephpage-62c" n="62c"/> καὶ ἀσάφειαν ὁ κόλαξ τῆς πρὸς τὸν φίλον διαφορᾶς, ἄοκνος δοκῶν εἶναι καὶ πρόθυμος ἐν πᾶσι καὶ ἀπροφάσιστος. ὁ μὲν γὰρ τοῦ φίλου τρόπος 
<milestone unit="tlnum" n="15"/> ὥσπερ ὁ τῆς ἀληθείας μῦθος ἁπλοῦς ἐστι κατʼ Εὐριπίδην<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">Εὐριπίδην</foreign>] Phoen. 472</note> καὶ ἀφελὴς καὶ ἄπλαστος, ὁ δὲ τοῦ κόλακος ὄντως <quote rend="blockquote"><l>νοσῶν ἐν αὑτῷ φαρμάκων δεῖται σοφῶν</l></quote> καὶ πολλῶν νὴ Δία καὶ περιττῶν. ὥσπερ οὖν ἐν 
<milestone unit="tlnum" n="20"/> ταῖς ἀπαντήσεσιν ὁ μὲν φίλος ἔστιν ὅτε μήτʼ εἰπὼν μήτʼ ἀκούσας μηδὲν ἀλλὰ προσβλέψας καὶ μειδιάσας τὸ εὐμενὲς καὶ τὸ οἰκεῖον ἔνδοθεν δοὺς ταῖς ὄψεσι 
<milestone unit="stephpage" xml:id="stephpage-62d" n="62d"/> καὶ δεξάμενος παρῆλθεν, ὁ δὲ κόλαξ τρέχει καταδιώκει δεξιοῦται πόρρωθεν, ἂν<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">ἂν</foreign>] <foreign xml:lang="grc">κὰν</foreign> H</note> προσαγορευθῇ πρότερον 
<milestone unit="tlnum" n="25"/> ὀφθείς, ἀπολογεῖται μετὰ μαρτύρων καὶ ὅρκων πολλάκις, οὕτως ἐν ταῖς πράξεσι πολλὰ παραλείπουσιν οἱ φίλοι τῶν μικρῶν, οὐκ ἐξακριβοῦντες οὐδὲ <pb xml:id="v.1.p.151"/> πολυπραγμονοῦντες οὐδέν, οὐδʼ ἑαυτοὺς εἰς πᾶσαν ὑπουργίαν ἐμβάλλοντες. ἀλλʼ ἐκεῖνος ἐνταῦθα συνεχὴς καὶ ἐνδελεχὴς καὶ ἄτρυτος, οὐ διδοὺς ἑτέρῳ τόπον οὐδὲ χώραν διακονίας, ἀλλὰ βουλόμενος κελεύεσθαι, 
<milestone unit="tlnum" n="5"/> κἂν μὴ κελευσθῇ, δακνόμενος, μᾶλλον δʼ ὅλως ἐξαθυμῶν καὶ ποτνιώμενος. </p></div><div type="textpart" subtype="section" n="22"><p rend="indent">ἔστι μὲν οὖν καὶ ταῦτα δηλώματα τοῖς 
<milestone unit="stephpage" xml:id="stephpage-62e" n="62e"/> νοῦν ἔχουσιν οὐκ ἀληθινῆς φιλίας οὐδὲ σώφρονος ἀλλʼ ἑταιρούσης καὶ περιπλεκομένης ἑτοιμότερον τῶν 
<milestone unit="tlnum" n="10"/> δεομένων.<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">τῶν δεομένων</foreign>] <foreign xml:lang="grc">τοῦ δέοντος</foreign> Meziriacus</note> οὐ μὴν ἀλλὰ δεῖ πρῶτον ἐν ταῖς ἐπαγγελίαις σκοπεῖν τὴν διαφοράν. εὖ γὰρ εἴρηται καὶ τοῖς πρὸ ἡμῶν φίλου μὲν ἐκείνην εἶναι τὴν ἐπαγγελίαν <quote rend="blockquote"><l>εἰ δύναμαι τελέσαι γε καὶ εἰ τετελεσμένον ἐστί,</l><note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true">Homer. <foreign xml:lang="grc">Ξ</foreign> 196. <foreign xml:lang="grc">Σ</foreign> 427 <foreign xml:lang="grc">ε</foreign> 90</note></quote> 
<milestone unit="tlnum" n="15"/> κόλακος δὲ ταύτην <quote rend="blockquote"><l> αὔδα ὅ τι φρονέεις </l><note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true">id. <foreign xml:lang="grc">Ξ</foreign> 195. <foreign xml:lang="grc">Σ</foreign> 426. <foreign xml:lang="grc">ε</foreign> 89</note></quote> καὶ γὰρ οἱ κωμικοὶ τοιούτους εἰσάγουσιν <quote rend="blockquote"><l> ἐμέ, Νικόμαχε, πρὸς τὸν στρατιώτην τάξατε, </l><note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true">Meinek. IV p. 669</note><l>ἂν μὴ ποιήσω πέπονα μαστιγῶν<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">μαστιγῶν</foreign>] <foreign xml:lang="grc">μαστίγου μʼ</foreign> Madvigius</note> ὅλον, 
<milestone unit="tlnum" n="20"/> </l><l>ἂν μὴ ποιήσω σπογγιᾶς μαλακώτερον </l><l>τὸ πρόσωπον</l></quote> 
<milestone unit="stephpage" xml:id="stephpage-62f" n="62f"/> ἔπειτα τῶν μὲν φίλων οὐδεὶς γίγνεται συνεργός, εἰ μὴ γεγένηται<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">γεγένηται</foreign> Pflugkius: <foreign xml:lang="grc">γένηται</foreign> vel <foreign xml:lang="grc">γίγνεται</foreign> </note> σύμβουλος πρότερον, ἀλλʼ ὅταν δοκιμάσῃ καὶ. συγκαταστήσῃ τὴν πρᾶξιν εἰς τὸ πρέπον 
<milestone unit="tlnum" n="25"/> ἢ τὸ συμφέρον ὁ δὲ κόλαξ, κἂν ἀποδῷ τις αὐτῷ τὸ συνδοκιμάσαι καὶ συναποφήνασθαι περὶ τοῦ <pb xml:id="v.1.p.152"/> πράγματος, οὐ μόνον ὑπείκειν καὶ χαρίζεσθαι βουλόμενος, ἀλλὰ καὶ δεδιὼς ὑποψίαν ὀκνοῦντος παρέχειν καὶ φεύγοντος τὸ ἔργον, ἐνδίδωσι καὶ συνεξορμᾷ τὴν ἐπιθυμίαν.<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">τὴν ἐπιθυμίαν</foreign> Pflugkius: <foreign xml:lang="grc">τῇ ἐπιθυμίᾳ</foreign> </note> οὐδεὶς γάρ ἐστι ῥᾳδίως 
<milestone unit="tlnum" n="5"/> πλούσιος οὐδὲ βασιλεὺς οἷος εἰπεῖν 
<milestone unit="stephpage" xml:id="stephpage-63a" n="63a"/> <quote rend="blockquote"><l>ἐμοὶ γὰρ εἴη πτωχός, εἰ δὲ βούλεται, </l><note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true">Nauck. p. 386</note><l>πτωχοῦ κακίων, ὅστις ὢν εὔνους ἐμοὶ </l><l>φόβον παρελθὼν τἀπὸ καρδίας ἐρεῖ,</l></quote> ἀλλʼ ὥσπερ οἱ τραγῳδοὶ χοροῦ δέονται φίλων συνᾳδόντων 
<milestone unit="tlnum" n="10"/> ἢ θεάτρου συνεπικροτοῦντος. ὅθεν ἡ μὲν τραγικὴ Μερόπη παραινεῖ <quote rend="blockquote"><l> φίλους δὲ τοὺς μὲν μὴ χαλῶντας ἐν λόγοις </l><note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true">id. p. 373</note><l>κέκτησο, τοὺς δὲ πρὸς χάριν σὺν ἡδονῇ </l><l>τῇ σῇ πονηροὺς κλῇθρον εἰργέτω στέγης,</l></quote> 
<milestone unit="tlnum" n="15"/> 
<milestone unit="stephpage" xml:id="stephpage-63b" n="63b"/> οἱ δὲ τοὐναντίον δρῶσι, <q>τοὺς μὲν μὴ χαλῶντας ἐν λόγοις</q> ἀλλʼ ἀντιβαίνοντας ὑπὲρ τοῦ συμφέροντος ἀφοσιοῦνται, <q>τοὺς δὲ πρὸς χάριν πονηροὺς</q> καὶ ἀνελευθέρους καὶ γόητας οὐ μόνον <q>κλῄθρων καὶ στέγης</q> ἐντὸς ἀλλὰ καὶ παθῶν καὶ πραγμάτων ἀπορρήτων λαμβάνουσιν. 
<milestone unit="tlnum" n="20"/> ὧν ὁ μὲν ἁπλούστερος οὐκ οἴεται δεῖν οὐδʼ ἀξιοῖ σύμβουλος εἶναι πραγμάτων τηλικούτων ἀλλʼ ὑπουργὸς καὶ διάκονος, ὁ δὲ πανουργότερος ἔστη μὲν ἐν τῷ συνδιαπορεῖν καὶ τὰς ὀφρῦς συνάγειν καὶ συνδιανεύειν τῷ προσώπῳ, λέγει δʼ 
<milestone unit="tlnum" n="25"/> οὐδέν· ἂν δʼ ἐκεῖνος εἴπῃ τὸ φαινόμενον, <q>ὦ Ἡράκλεις, ἔφθης με</q> φησὶ <q>μικρὸν εἰπών, ἐγὼ γὰρ αὐτὸ τοῦτο λέγειν ἔμελλον</q> ὡς γὰρ οἱ μαθηματικοὶ τὰς <pb xml:id="v.1.p.153"/> 
<milestone unit="stephpage" xml:id="stephpage-63c" n="63c"/> ἐπιφανείας καὶ τὰς γραμμὰς λέγουσι μήτε κάμπτεσθαι μήτε διατείνεσθαι μήτε κινεῖσθαι καθʼ ἑαυτάς, νοητὰς καὶ ἀσωμάτους οὔσας, συγκάμπτεσθαι δὲ καὶ συνδιατείνεσθαι καὶ συμμεθίστασθαι τοῖς σώμασιν 
<milestone unit="tlnum" n="5"/> ὧν πέρατά εἰσιν, οὕτω τὸν κόλακα φωράσεις ἀεὶ συνεπιφάσκοντα καὶ συναποφαινόμενον καὶ συνηδόμενον νὴ Δία καὶ συνοργιζόμενον , ὥστε παντελῶς ἔν γε τούτοις εὐφώρατον εἶναι τὴν διαφοράν. ἔτι δὲ μᾶλλον ἐν τῷ τρόπῳ τῆς ὑπουργίας. ἡ μὲν 
<milestone unit="tlnum" n="10"/> γὰρ παρὰ τοῦ φίλου χάρις ὥσπερ ζῷον ἐν βάθει 
<milestone unit="stephpage" xml:id="stephpage-63d" n="63d"/> τὰς κυριωτάτας ἔχει δυνάμεις, ἐπιδεικτικὸν δὲ καὶ πανηγυρικὸν οὐδὲν ἔπεστιν ἀλλὰ πολλάκις, ὥσπερ ἰατρὸς λαθὼν ἐθεράπευσε , καὶ φίλος ὠφέλησεν ἐντυχὼν ἢ διαλυσάμενος, ἀγνοοῦντος ἐπιμεληθείς 
<milestone unit="tlnum" n="15"/> τοιοῦτος Ἀρκεσίλαος περί τε τἄλλα καὶ νοσοῦντος Ἀπελλοῦ τοῦ Χίου τὴν πενίαν καταμαθὼν ἐπανῆλθεν αὖθις ἔχων εἴκοσι δραχμάς, καὶ καθίσας πλησίον <q>ἐνταῦθα μέν</q> εἶπεν <q>οὐδὲν ἢ τὰ Ἐμπεδοκλέους<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">Εμπεδοκλέους</foreign>] Mullach. vol. 1 p. 3</note> στοιχεῖα ταυτὶ 
<milestone unit="tlnum" n="20"/> <quote rend="blockquote"><l> πῦρ καὶ ὕδωρ καὶ γαῖα καὶ αἰθέρος ἤπιον ὕψος</l></quote> ἀλλʼ οὐδὲ κατάκεισαι σὺ δεξιῶς,</q> ἅμα δὲ διακινῶν τὸ προσκεφάλαιον αὐτοῦ, λαθὼν ὑπέβαλε τὸ κερμάτιον. 
<milestone unit="stephpage" xml:id="stephpage-63e" n="63e"/> ὡς οὖν ἡ διακονοῦσα πρεσβῦτις εὗρε καὶ θαυμάσασα τῷ Ἀπελλῇ προσήγγειλε, γελάσας ἐκεῖνος 
<milestone unit="tlnum" n="25"/> <q>Ἀρκεσιλάου</q> εἶπε <q>τοῦτο τὸ κλέμμα</q> καὶ μὴν ἐοικότα γε τέκνα φύεται γονεῦσιν ἐν φιλοσοφίᾳ. Λακύδης γοῦν ὁ Ἀρκεσιλάου γνώριμος ἀπʼ εἰσαγγελίας φεύγοντι δίκην Κηφισοκράτει μετὰ τῶν <pb xml:id="v.1.p.154"/> ἄλλων φίλων παρειστήκει. τοῦ δὲ· κατηγόρου τὸν δακτύλιον αἰτήσαντος, ὁ μὲν ἡσυχῇ παρακαθῆκεν, αἰσθόμενος δʼ ὁ Λακύδης ἐπέβη τῷ ποδὶ καὶ ἐπέκρυψεν ἦν γὰρ ὁ ἔλεγχος ἐν ἐκείνῳ. μετὰ δὲ τὴν 
<milestone unit="tlnum" n="5"/> ἀπόφασιν τοῦ Κηφισοκράτους δεξιουμένου τοὺς δικαστὰς 
<milestone unit="stephpage" xml:id="stephpage-63f" n="63f"/> εἷς τις ὡς ἔοικεν ἑωρακὼς τὸ γενόμενον ἐκέλευσε Λακύδῃ χάριν ἔχειν καὶ τὸ πρᾶγμα διηγήσατο, τοῦ Λακύδου πρὸς μηδένα φράσαντος οὕτως οἶμαι καὶ τοὺς θεοὺς εὐεργετεῖν τὰ πολλὰ λανθάνοντας, 
<milestone unit="tlnum" n="10"/> αὐτῷ τῷ χαρίζεσθαι καὶ εὖ ποιεῖν φύσιν ἔχοντας ἥδεσθαι. τὸ δὲ τοῦ κόλακος ἔργον οὐδὲν ἔχει δίκαιον οὐδʼ ἀληθινὸν οὐδʼ ἁπλοῦν οὐδʼ ἐλευθέριον, ἀλλʼ ἱδρῶτα καὶ κραυγὴν διαδρομὴν καὶ σύντασιν προσώπου ποιοῦσαν ἔμφασιν καὶ δόκησιν 
<milestone unit="tlnum" n="15"/> 
<milestone unit="stephpage" xml:id="stephpage-64a" n="64a"/> ἐπιπόνου χρείας καὶ κατεσπευσμένης, ὥσπερ ζωγράφημα περίεργον ἀναιδέσι φαρμάκοις καὶ κεκλασμέναις στολίσι καὶ ῥυτίσι καὶ γωνίαις ἐναργείας φαντασίαν ἐπαγόμενον. ἔστι δὲ καὶ διηγούμενος ἐπαχθὴς ὡς ἔπραξε πλάνας τινὰς ἐπʼ αὐτῷ καὶ φροντίδας, εἶτʼ 
<milestone unit="tlnum" n="20"/> ἀπεχθείας πρὸς ἑτέρους εἶτα πράγματα μυρία καὶ μεγάλα πάθη διεξιών, ὥστʼ εἰπεῖν οὐκ ἄξια ταῦτʼ ἐκείνων· πᾶσα μὲν γὰρ ὀνειδιζομένη χάρις ἐπαχθὴς καὶ ἄχαρις καὶ οὐκ ἀνεκτή, ταῖς δὲ τῶν κολάκων οὐχ ὕστερον ἀλλὰ πραττομέναις ἔνεστιν εὐθὺς τὸ 
<milestone unit="tlnum" n="25"/> 
<milestone unit="stephpage" xml:id="stephpage-64b" n="64b"/> ἐπονείδιστον καὶ δυσωποῦν. ὁ δὲ φίλος, ἂν<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">ἂν</foreign> H: <foreign xml:lang="grc">κἂν</foreign> </note> εἰπεῖν δεήσῃ τὸ πρᾶγμα; μετρίως ἀπήγγειλε, περὶ αὑτοῦ δʼ εἶπεν οὐδέν. δὴ καὶ Λακεδαιμόνιοι Σμυρναίοις δεομένοις σῖτον πέμψαντες, ὡς ἐθαύμαζον <pb xml:id="v.1.p.155"/> ἐκεῖνοι τὴν χάριν, <q>οὐδὲν</q> ἔφασαν <q>μέγα μίαν γὰρ ἡμέραν ψηφισάμενοι τὸ ἄριστον ἀφελεῖν ἑαυτῶν καὶ τῶν ὑποζυγίων ταῦτʼ ἠθροίσαμεν.</q> οὐ γὰρ μόνον ἐλευθέριος ἡ τοιαύτη χάρις, ἀλλὰ καὶ τοῖς λαμβάνουσιν 
<milestone unit="tlnum" n="5"/> ἡδίων, ὅτι τοὺς ὠφελοῦντας οὐ μεγάλα βλάπτεσθαι νομίζουσιν. </p></div><div type="textpart" subtype="section" n="23"><p rend="indent">οὐ τοίνυν μάλιστα τῷ περὶ τὰς ὑπουργίας ἐπαχθεῖ τοῦ κόλακος οὐδὲ τῇ περὶ τὰς ἐπαγγελίας 
<milestone unit="stephpage" xml:id="stephpage-64c" n="64c"/> εὐχερείᾳ γνοίη τις ἂν τὴν φύσιν, ἀλλὰ μᾶλλον ἐν 
<milestone unit="tlnum" n="10"/> τῷ καλῷ τῆς χρείας ἢ αἰσχρῷ καὶ διαφέροντι πρὸς ἡδονὴν ἢ ὠφέλειαν. ὁ μὲν γὰρ φίλος οὐχ, ὥσπερ ἀπεφαίνετο Γοργίας, αὑτῷ μὲν ἀξιώσει τὰ δίκαια τὸν φίλον ὑπουργεῖν, ἐκείνῳ δʼ αὐτὸς ὑπηρετήσει πολλὰ καὶ τῶν μὴ δικαίων· 
<milestone unit="tlnum" n="15"/> <quote rend="blockquote"><l>συσσωφρονεῖν γάρ, οὐχὶ συννοσεῖν ἔφυ.</l><note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true">Eur. Iph. A. 407</note></quote> μᾶλλον οὖν κἀκεῖνον ἀποτρέψει τῶν μὴ προσηκόντων· ἂν δὲ μὴ πείθῃ, καλὸν τὸ Φωκίωνος πρὸς Ἀντίπατρον, <q> οὐ δύνασαί μοι καὶ φίλῳ χρῆσθαι καὶ κόλακι,</q> τουτέστι καὶ φίλῳ καὶ μὴ φίλῳ. συνεργεῖν 
<milestone unit="tlnum" n="20"/> γὰρ δεῖ τῷ φίλῳ μὴ συμπανουργεῖν, καὶ συμβουλεύειν μὴ συνεπιβουλεύειν, καὶ συμμαρτυρεῖν μὴ συνεξαπατᾶν, καὶ συνατυχεῖν νὴ Δία μὴ συναδικεῖν. 
<milestone unit="stephpage" xml:id="stephpage-64d" n="64d"/> οὐδὲ γὰρ· τὸ συνειδέναι τοῖς φίλοις τὰ αἰσχρά, πόθεν γε· δὴ τὸ συμπράττειν καὶ συνασχημονεῖν 
<milestone unit="tlnum" n="25"/> αἱρετόν ἐστιν; ὥσπερ οὖν Λακεδαιμόνιοι μάχῃ κρατηθέντες ὑπʼ Ἀντιπάτρου καὶ ποιούμενοι διαλύσεις ἠξίουν ὅ τι βούλεται ζημιῶδες, αἰσχρὸν δὲ μηδὲν ἐπιτάττειν αὐτοῖς, οὕτως ὁ φίλος, ἄν τις ἢ δαπάνην <pb xml:id="v.1.p.156"/> ἢ κίνδυνον ἢ πόνον ἔχουσα χρεία καταλαμβάνῃ, πρῶτος ἀξιῶν καλεῖσθαι καὶ μετέχειν ἀπροφασίστως καὶ προθύμως, ὅπου δὲ πρόσεστιν αἰσχύνη, μόνον ἐᾶν καὶ φείδεσθαι παραιτούμενος. ἀλλʼ ἥ γε κολακεία 
<milestone unit="tlnum" n="5"/> τοὐναντίον ἐν μὲν ταῖς ἐπιπόνοις καὶ κινδυνώδεσιν 
<milestone unit="stephpage" xml:id="stephpage-64e" n="64e"/> ὑπουργίαις ἀπαγορεύει, κἂν διαπειρώμενος κρούσῃς, σαθρὸν ἔκ τινος προφάσεως ὑπηχεῖ καὶ ἀγεννές· ἐν δὲ ταῖς αἰσχραῖς καὶ ταπειναῖς καὶ ἀδόξοις διακονίαις ἀπόχρησαι πάτησον, οὐδὲν ἡγεῖται 
<milestone unit="tlnum" n="10"/> δεινὸν οὐδʼ ὑβριστικόν. ὁρᾷς τὸν πίθηκον; οὐ δύναται τὴν οἰκίαν φυλάττειν ὡς ὁ κύων, οὐδὲ 
<milestone unit="tlnum" n="15"/> βαστάζειν ὡς ὁ ἵππος, οὐδʼ ἀροῦν τὴν γῆν ὡς οἱ βόες· ὕβριν οὖν φέρει καὶ βωμολοχίαν καὶ παιδιὰς ἀνέχεται, γέλωτος ὄργανον ἐμπαρέχων ἑαυτόν. οὕτω δὴ καὶ ὁ κόλαξ οὐ συνειπεῖν οὐ συνεισενεγκεῖν οὐ συναγωνίσασθαι δυνάμενος, πόνου τε καὶ σπουδῆς ἁπάσης ἀπολειπόμενος, ἐν ταῖς ὑπὸ μάλης πράξεσιν 
<milestone unit="stephpage" xml:id="stephpage-64f" n="64f"/> ἀπροφάσιστός ἐστι, καὶ πιστὸς ἔρωτος ὑπηρέτης καὶ περὶ λύσιν πόρνης ἀκριβὴς καὶ πότου δαπάνης ἐκκαθῆραι 
<milestone unit="tlnum" n="20"/> λογισμὸν οὐκ ἀμελής, οὐδὲ ῥᾴθυμος ἐν δείπνων παρασκευαῖς, θεραπευτικὸς δὲ παλλακίδων, πρὸς δὲ κηδεστὰς ἀποθρασύνεσθαι κελευσθεὶς καὶ συνεκβαλεῖν γαμετὴν ἄτεγκτος καὶ ἀδυσώπητος. ὥστε 
<milestone unit="stephpage" xml:id="stephpage-65a" n="65a"/> μηδὲ ταύτῃ δυσφώρατον εἶναι τὸν ἄνδρα· προσταττόμενος 
<milestone unit="tlnum" n="25"/> γὰρ ὅ τι βούλει τῶν ἀδόξων καὶ μὴ καλῶν ἕτοιμος ἀφειδεῖν ἑαυτοῦ, τῷ προστάττοντι χαριζόμενος. </p></div><div type="textpart" subtype="section" n="24"><p rend="indent">οὐχ ἥκιστα δʼ ἄν τις αὐτὸν ἐν τῇ πρὸς τοὺς ἄλλους φίλους διαθέσει καταμάθοι πολὺ τοῦ <pb xml:id="v.1.p.157"/> φίλου διαφέροντα. τῷ μὲν γὰρ ἥδιστόν ἐστι μετὰ πολλῶν φιλεῖν καὶ φιλεῖσθαι, καὶ τοῦτο πράττων ἀεὶ διατελεῖ περὶ τὸν φίλον ὅπως πολύφιλος καὶ πολυτίμητος ἔσται· κοινὰ γὰρ τὰ φίλων ἡγούμενος 
<milestone unit="tlnum" n="5"/> οὐδὲν οὕτως οἴεται δεῖν κοινὸν ὡς τοὺς φίλους 
<milestone unit="stephpage" xml:id="stephpage-65b" n="65b"/> ὑπάρχειν· ὁ δὲ ψευδὴς καὶ νόθος καὶ ὑπόχαλκος ὤν, ἅτε δὴ μάλιστα γιγνώσκων ἑαυτὸν ἀδικοῦντα τὴν φιλίαν ὥσπερ νόμισμα παράσημον ὑπʼ αὐτοῦ γενομένην, ἔστι μὲν καὶ φύσει φθονερός, ἀλλὰ τῷ 
<milestone unit="tlnum" n="10"/> φθόνῳ χρῆται πρὸς τοὺς ὁμοίους, διαμιλλώμενος ὑπερβαλέσθαι βωμολοχίᾳ καὶ σπερμολογίᾳ, τὸν δὲ κρείττονα τρέμει καὶ δέδοικεν, οὐ μὰ Δία παρὰ Λύδιον ἅρμα πεζὸς οἰχνεύων,<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">οἰχνέων</foreign> id.</note> ἀλλὰ <q>παρὰ χρυσὸν ἑφθόν,</q><note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true">Bergk. 1 p. 450</note> ὥς φησι Σιμωνίδης,<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">Σιμωνίδης</foreign>] id. 3 p. 417</note> <q>ἀκήρατον οὐδὲ μόλυβδον 
<milestone unit="tlnum" n="15"/> ἔχων</q> .<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">ἑφθόν - ἔχων</foreign>] <foreign xml:lang="grc">ἀκήρατον ἑφθόν Οὑλομόλυβδος ἐών</foreign> id.</note> ὅταν οὖν ἐλαφρὸς ὢν καὶ ἐπίτηκτος<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">ἐπίτηκτος</foreign> Iacobsius:<foreign xml:lang="grc">ἐπίκτητος</foreign> </note> καὶ ἀπατηλὸς ἐγγύθεν ἀντεξετάζηται πρὸς ἀληθινὴν 
<milestone unit="stephpage" xml:id="stephpage-65c" n="65c"/> καὶ ἐμβριθῆ φιλίαν καὶ σφυρήλατον, οὐκ ἀναφέρων ἀλλʼ ἐξελεγχόμενος ταὐτὸ ποιεῖ τῷ ζωγραφήσαντι τοὺς ἀλεκτρυόνας ἀθλίως. ἐκεῖνός τε γὰρ ἐκέλευε 
<milestone unit="tlnum" n="20"/> τὸν παῖδα τοὺς ἀληθινοὺς ἀλεκτρυόνας ἀποσοβεῖν ἀπωτάτω τοῦ πίνακος, οὗτός τε τοὺς ἀληθινοὺς ἐξ ἀποσοβεῖ φίλους καὶ οὐκ ἐᾷ πλησιάζειν ἂν δὲ μὴ δύνηται, φανερῶς, μὲν ὑποσαίνει καὶ περιέπει καί τέθηπεν ὡς ἀμείνονας, λάθρᾳ δʼ ὑφίησί τινας καὶ 25ὑποσπείρει διαβολάς. κρυφίου δὲ λόγου κνήσαντος ἕλκος, κἂν μὴ παντελῶς εὐθὺς ἐργάσηται, τὸ τοῦ Μηδίου φυλάττει μεμνημένος. ἦν δʼ ὁ Μήδιος τοῦ <pb xml:id="v.1.p.158"/> περὶ τὸν Ἀλέξανδρον χοροῦ τῶν κολάκων οἷον ἔξαρχος 
<milestone unit="stephpage" xml:id="stephpage-65d" n="65d"/> καὶ σοφιστὴς κορυφαῖος ἐπὶ τοὺς ἀρίστους συντεταγμένος. ἐκέλευεν οὖν θαρροῦντας ἅπτεσθαι καὶ δάκνειν, ταῖς διαβολαῖς, διδάσκων ὅτι, κἂν θεραπεύσῃ 
<milestone unit="tlnum" n="5"/> τὸ ἕλκος ὁ δεδηγμένος, ἡ οὐλὴ μενεῖ τῆς διαβολῆς. ταύταις μέντοι ταῖς οὐλαῖς, μᾶλλον δὲ γαγγραίναις καὶ καρκινώμασι διαβρωθεὶς Ἀλέξανδρος ἀπώλεσε καὶ Καλλισθένη καὶ Παρμενίωνα καὶ Φιλώταν· Ἅγνωσι δὲ καὶ Βαγώαις καὶ Ἀγησίαις<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">Ἀγησίαις</foreign>] <foreign xml:lang="grc">Ἄγισι</foreign> W</note> 
<milestone unit="tlnum" n="10"/> καὶ Δημητρίοις ἀφειδῶς ἐνέδωκεν ἑαυτὸν ὑποσκελίζεσθαι, προσκυνούμενον καὶ καταστολιζόμενον καὶ ἀναπλαττόμενον ὑπʼ αὐτῶν ὥσπερ ἄγαλμα βαρβαρικόν. 
<milestone unit="stephpage" xml:id="stephpage-65e" n="65e"/> οὕτω μεγάλην ἔχει τὸ πρὸς χάριν δύναμιν, καὶ μεγίστην ὡς ἔοικεν ἐν τοῖς μεγίστοις εἶναι 
<milestone unit="tlnum" n="15"/> δοκοῦσι τὸ γὰρ οἴεσθαι τὰ κάλλιστα μετὰ τοῦ βούλεσθαι πίστιν ἅμα τῷ κόλακι καὶ θάρσος δίδωσι. τῶν μὲν γὰρ τόπων τὰ ὑψηλὰ δυσπρόσοδα καὶ δυσέφικτα γίγνεται τοῖς ἐπιβουλεύουσι, τὸ δʼ ἐν ψυχῇ νοῦν οὐκ ἐχούσῃ διʼ εὐτυχίαν ἢ διʼ εὐφυΐαν<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">ἢ διʼ εὐφυίαν</foreign>] del. W</note> 
<milestone unit="tlnum" n="20"/> ὕψος καὶ φρόνημα τοῖς μικροῖς καὶ ταπεινοῖς μάλιστα βάσιμόν. ἐστιν. </p></div><div type="textpart" subtype="section" n="25"><p rend="indent">ὅθεν ἀρχόμενοί τε τοῦ λόγου παρεκελευσάμεθα καὶ νῦν παρακελευόμεθα τὸ φίλαυτον ἐκκόπτειν ἑαυτῶν καὶ τὴν οἴησιν· αὕτη γὰρ ἡμᾶς προκολακεύουσα μαλακωτέρους ποιεῖ τοῖς θυραίοις 
<milestone unit="stephpage" xml:id="stephpage-65f" n="65f"/> κόλαξιν, ὡς ἑτοίμους ὄντας. ἂν δὲ πειθόμενοι τῷ 
<milestone unit="tlnum" n="25"/> θεῷ καὶ τὸ <q>γνῶθι σαυτὸν</q> ὡς ἑκάστῳ τοῦ παντὸς ἄξιόν ἐστι μαθόντες ἅμα καὶ φύσιν καὶ τροφὴν καὶ <pb xml:id="v.1.p.159"/> παίδευσιν ἑαυτῶν ἀναθεωρῶμεν ἐλλείμματα μυρία τοῦ καλοῦ καὶ πολὺ τὸ φαύλως καὶ εἰκῇ συμμεμιγμένον ἔχουσαν ἐν πράξεσιν ἐν λόγοις ἐν πάθεσιν, οὐ πάνυ ῥᾳδίως ἐμπεριπατεῖν τοῖς κόλαξιν 
<milestone unit="tlnum" n="5"/> ἑαυτοὺς παρέξομεν. Ἀλέξανδρος μὲν γὰρ ἀπιστεῖν ἔφη τοῖς θεὸν αὐτὸν ἀναγορεύουσιν ἐν τῷ καθεύδειν μάλιστα καὶ ἀφροδισιάζειν, ὡς ἀγεννέστερος περὶ ταῦτα καὶ παθητικώτερος αὑτοῦ γιγνόμενος· 
<milestone unit="stephpage" xml:id="stephpage-66a" n="66a"/> ἡμεῖς δὲ πολλὰ πολλαχοῦ τῶν ἰδίων αἰσχρὰ καὶ 
<milestone unit="tlnum" n="10"/> λυπηρὰ καὶ ἀτελῆ καὶ ἡμαρτημένα καθορῶντες ἀεὶ φωράσομεν ἑαυτοὺς οὐκ ἐπαινοῦντος φίλου καὶ κατευλογοῦντος δεομένους, ἀλλʼ ἐλέγχοντος καὶ παρρησιαζομένου καὶ ψέγοντος ἡμᾶς νὴ Δία κακῶς πράττοντας. ὀλίγοι μὲν γὰρ ἐκ πολλῶν εἰσιν οἱ 
<milestone unit="tlnum" n="15"/> παρρησιάζεσθαι μᾶλλον ἢ χαρίζεσθαι τοῖς φίλοις τολμῶντες· ἐν δὲ τοῖς ὀλίγοις αὖθις οὐ ῥᾳδίως ἂν εὕροις ἐπισταμένους τοῦτο ποιεῖν, ἀλλʼ οἰομένους, ἂν λοιδορῶσι καὶ ψέγωσι, παρρησίᾳ χρῆσθαι. καίτοι 
<milestone unit="stephpage" xml:id="stephpage-66b" n="66b"/> καθάπερ ἄλλῳ τινὶ φαρμάκῳ, καὶ τῷ παρρησιάζεσθαι 
<milestone unit="tlnum" n="20"/> μὴ τυχόντι καιροῦ τὸ λυπεῖν ἀχρήστως καὶ ταράττειν περίεστι καὶ ποιεῖν τρόπον τινὰ μετʼ ἀλγηδόνος ὃ ποιεῖ μεθʼ ἡδονῆς τὸ κολακεύειν. βλάπτονται γὰρ οὐκ ἐπαινούμενοι μόνον ἀκαίρως ἀλλὰ καὶ ψεγόμενοι· καὶ τοῦτο μάλιστα τοῖς κόλαξιν 
<milestone unit="tlnum" n="25"/> εὐλήπτους καὶ πλαγίους παραδίδωσιν , ἀπὸ τῶν σφόδρα προσάντων καὶ ἀντιτύπων ὥσπερ ἐπὶ τὰ κοῖλα καὶ μαλακὰ δίκην ὕδατος ἀπολισθάνοντας. διὸ δεῖ τὴν παρρησίαν ἤθει κεκρᾶσθαι καὶ λόγον ἔχειν ἀφαιροῦντα τὸ ἄγαν καὶ τὸ ἄκρατον αὐτῆς ὥσπερ <pb xml:id="v.1.p.160"/> φωτός, ἵνα μὴ ταραττόμενοι μηδʼ ἀλγοῦντες ὑπὸ τῶν ἅπαντα μεμφομένων καὶ πᾶσιν ἐγκαλούντων καταφεύγωσιν εἰς τὴν τοῦ κόλακος σκιάν, καὶ πρὸς 
<milestone unit="stephpage" xml:id="stephpage-66c" n="66c"/> τὸ μὴ λυποῦν ἀποστρέφωνται. πᾶσαν μὲν γάρ, ὦ 
<milestone unit="tlnum" n="5"/>Φιλόπαππε , κακίαν φευκτέον ἐστὶ διʼ ἀρετῆς, οὐχὶ διὰ τῆς ἐναντίας κακίας , ὥσπερ ἔνιοι δοκοῦσιν αἰσχυντηλίαν μὲν ἀναισχυντίᾳ φεύγειν ἀγροικίαν δὲ βωμολοχίᾳ, δειλίας δὲ καὶ μαλακίας ἀπωτάτω τίθεσθαι τὸν τρόπον ἂν ἔγγιστα φαίνωνται λαμυρίας 
<milestone unit="tlnum" n="10"/> καὶ θρασύτητος. ἔνιοι δὲ καὶ δεισιδαιμονίας ἀθεότητα καὶ πανουργίαν ἀβελτερίας ἀπολόγημα ποιοῦνται, 
<milestone unit="stephpage" xml:id="stephpage-66d" n="66d"/> καθάπερ ξύλον τὸ ἦθος ἐκ καμπῆς εἰς τοὐναντίον ἀπειρίᾳ τοῦ κατορθοῦν διαστρέφοντες αἰσχίστη δὲ κολακείας ἄρνησις ἀνωφελῶς λυπηρὸν 
<milestone unit="tlnum" n="15"/> εἶναι, καὶ κομιδῇ τινος ἀμούσου καὶ ἀτέχνου πρὸς εὔνοιαν ὁμιλίας ἀηδίᾳ καὶ χαλεπότητι φεύγειν τὸ ἀγεννὲς ἐν φιλίᾳ καὶ ταπεινόν, ὥσπερ ἀπελεύθερον ἐν κωμῳδίᾳ τὴν κατηγορίαν ἰσηγορίας ἀπόλαυσιν ἡγούμενον. ἐπεὶ τοίνυν αἰσχρὸν μέν ἐστι κολακείᾳ 
<milestone unit="tlnum" n="20"/> περιπεσεῖν διώκοντα τὸ πρὸς χάριν, αἰσχρὸν δὲ φεύγοντα κολακείαν παρρησίας ἀμετρίᾳ διαφθεῖραι τὸ φιλικὸν καὶ κηδεμονικόν, δεῖ δὲ μηδέτερον παθεῖν ἀλλʼ ὥσπερ ἄλλῳ τινὶ καὶ τῇ παρρησίᾳ τὸ καλὸν 
<milestone unit="stephpage" xml:id="stephpage-66e" n="66e"/> ἐκ τοῦ μετρίου λαβεῖν, αὐτὸς ἔοικεν ὁ λόγος ὁ τὸ 
<milestone unit="tlnum" n="25"/> ἐφεξῆς ἀπαιτῶν ἐπιτιθέναι τὴν κορωνίδα τῷ συγγράμματι. </p></div><div type="textpart" subtype="section" n="26"><p rend="indent"> ὥσπερ οὖν κῆράς τινας ἐπούσας τῇ παρρησίᾳ πλείονας ὁρῶντες πρῶτον ἀφαιρῶμεν αὐτῆς τὴν φιλαυτίαν, εὖ μάλα φυλαττόμενοι μὴ διά τι τῶν <pb xml:id="v.1.p.161"/> ἰδίων οἷον ἀδικούμενοι καὶ ἀλγοῦντες ἐξονειδίζειν δοκῶμεν. οὔτε γὰρ ὑπʼ εὐνοίας ἀλλʼ ὑπʼ ὀργῆς οἴονται γίγνεσθαι τὸν ὑπὲρ αὐτοῦ τοῦ λέγοντος γιγνόμενον λόγον, οὔτε νουθεσίαν ἀλλὰ μέμψιν 
<milestone unit="tlnum" n="5"/> εἶναι. φιλικὸν γὰρ ἡ παρρησία καὶ σεμνόν, ἡ δὲ μέμψις καὶ φίλαυτον καὶ μικρολόγον. ὅθεν αἰδοῦνται τοὺς παρρησιαζομένους καὶ θαυμάζουσι, τοῖς δὲ μεμφομένοις ἀντεγκαλοῦσι καὶ καταφρονοῦσιν. ὥσπερ 
<milestone unit="stephpage" xml:id="stephpage-66f" n="66f"/> ὁ Ἀγαμέμνων τὸν Ἀχιλλέα παρρησιάζεσθαι δοκοῦντα 
<milestone unit="tlnum" n="10"/> μετρίως οὐχ ὑπέμεινε, τοῦ δʼ Ὀδυσσέως καθαπτομένου πικρῶς καὶ λέγοντος <quote rend="blockquote"><l> οὐλόμενʼ, αἴθʼ ὤφελλες ἀεικελίου στρατοῦ ἄλλου </l><note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true">Homer. <foreign xml:lang="grc">Ξ</foreign> 84</note><l> σημαίνειν </l></quote> εἴκει καὶ καρτερεῖ, τῷ κηδεμονικῷ τοῦ λόγου καὶ 
<milestone unit="tlnum" n="15"/> νοῦν ἔχοντι συστελλόμενος. οὗτος μὲν γὰρ οὐκ 
<milestone unit="stephpage" xml:id="stephpage-67a" n="67a"/> ἔχων ἰδίας πρόφασιν ὀργῆς ἐπαρρησιάζετο πρὸς αὐτὸν ὑπὲρ τῆς Ἑλλάδος, ἐκεῖνος δὲ διʼ αὑτὸν ἐδόκει μάλιστα χαλεπαίνειν. αὐτός γε μὴν ὁ Ἀχιλλεύς, καίπερ οὐ γλυκύθυμος ὢν οὐδʼ ἀγανόφρων ἀλλὰ 
<milestone unit="tlnum" n="20"/> <quote rend="blockquote"><l> δεινὸς ἀνήρ, οἷος καὶ ἀναίτιον αἰτιάασθαι </l><note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true">id. <foreign xml:lang="grc">Λ</foreign> 652. N 775</note></quote>παρεῖχε τῷ Πατρόκλῳ σιωπῇ καταφέρειν αὐτοῦ πολλὰ τοιαῦτα <quote rend="blockquote"><l> νηλεές, οὐκ ἄρα σοί γε πατὴρ ἦν ἱππότα Πηλεὺς </l><note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true">id. <foreign xml:lang="grc">Π</foreign> 33</note><l> οὐδὲ Θέτις μήτηρ· γλαυκὴ δέ σε τίκτε θάλασσα 
<milestone unit="tlnum" n="25"/> </l><l> πέτραι τʼ ἠλίβατοι, ὅτι τοι νόος ἐστὶν ἀπηνής </l></quote> 
<milestone unit="stephpage" xml:id="stephpage-67b" n="67b"/> ὥσπερ γὰρ Ὑπερείδης ὁ ῥήτωρ ἠξίου σκοπεῖν Ἀθηναίους μὴ μόνον εἰ πικρός ἐστιν, ἀλλʼ εἰ προῖκα πικρός, οὕτως ἡ τοῦ φίλου νουθεσία καθαρεύουσα <pb xml:id="v.1.p.162"/> παντὸς ἰδίου πάθους αἰδεστόν ἐστι καὶ σεμνὸν καὶ ἀναντίβλεπτον. ἐὰν δὲ δὴ καὶ<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">δὴ καὶ</foreign>] <foreign xml:lang="grc">δὴ</foreign></note> φανερός τις ἐν τῷ παρρησιάζεσθαι τὰ μὲν εἰς αὑτὸν ἁμαρτήματα τοῦ φίλου κομιδῇ προϊέμενος καὶ ἀπολείπων, ἄλλας 
<milestone unit="tlnum" n="5"/> δέ τινας αὐτοῦ πλημμελείας ἐλέγχων καὶ δάκνων ἐφʼ ἑτέροις καὶ μὴ φειδόμενος, ἄμαχος ὁ τόνος τῆς παρρησίας οὗτός ἐστι καὶ τῇ γλυκύτητι τοῦ νουθετοῦντος ἐπιτείνων τὸ πικρὸν καὶ αὐστηρὸν τῆς νουθεσίας. ὅθεν εὖ μὲν εἴρηται τὸ δεῖν ἐν ταῖς ὀργαῖς 
<milestone unit="tlnum" n="10"/> 
<milestone unit="stephpage" xml:id="stephpage-67c" n="67c"/> καὶ ταῖς διαφοραῖς ταῖς πρὸς τοὺς φίλους μάλιστα πράττειν τι καὶ σκοπεῖν τῶν ἐκείνοις συμφερόντων ἢ πρεπόντων, οὐχ ἧττον δὲ τούτου φιλικόν ἐστι τὸ παρορᾶσθαι καὶ ἀμελεῖσθαι δοκοῦντας αὐτοὺς ὑπὲρ ἄλλων ἀμελουμένων παρρησιάζεσθαι καὶ ὑπομιμνῄσκειν. 
<milestone unit="tlnum" n="15"/> ὡς Πλάτων ἐν ταῖς πρὸς Διονύσιον ὑποψίαις<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">ὑποψίαις</foreign> Graeco-Latina a. 1624: <foreign xml:lang="grc">ὑπεροψίαις</foreign> </note> καὶ διαφοραῖς ᾐτήσατο καιρὸν ἐντυχίας· εἶθʼ ὁ μὲν ἔδωκεν, οἰόμενος ὑπὲρ αὑτοῦ τι ἔχειν μέμψασθαι τὸν Πλάτωνα καὶ διελθεῖν, ὁ δὲ Πλάτων οὕτω πως διελέχθη πρὸς αὐτόν. <q>εἴ τινα αἴσθοιο, Διονύσιε, 
<milestone unit="tlnum" n="20"/> 
<milestone unit="stephpage" xml:id="stephpage-67d" n="67d"/> δυσμενῆ πεπλευκότα εἰς Σικελίαν, κακὸν τί σε ποιῆσαι βουλόμενον οὐκ ἔχοντα δὲ καιρόν, ἆρʼ ἂν ἐάσειας αὐτὸν ἐκπλεῦσαι καὶ περιίδοις ἀθῷον ἀπαλλαγέντα;</q> <q>πολλοῦ δέω</q> εἶπεν ὁ Διονύσιος <q>ὦ Πλάτων δεῖ γὰρ οὐ τὰ ἔργα τῶν ἐχθρῶν μόνον ἀλλὰ 
<milestone unit="tlnum" n="25"/> καὶ τὴν προαίρεσιν μισεῖν καὶ κολάζειν</q> <q>εἰ τοίνυν</q> εἶπεν ὁ Πλάτων <q>ἐπʼ εὐνοίᾳ τις ἀφιγμένος τῇ σῇ δεῦρο βούλεται μὲν ἀγαθοῦ τινος αἴτιός σοι <pb xml:id="v.1.p.163"/> γενέσθαι, σὺ δὲ καιρὸν οὐ παρέχεις, ἄξιόν ἐστι τοῦτον ἀχαρίστως προέσθαι καὶ ὀλιγώρως;</q> ἐρωτήσαντος δὲ τοῦ Διονυσίου τίς ἐστιν οὗτος, <q>Αἰσχίνης</q> εἶπεν <q>ἀνὴρ τῷ τε ἤθει παρʼ ὁντινοῦν τῶν Σωκράτους 
<milestone unit="tlnum" n="5"/> ἑταίρων ἐπιεικὴς καὶ τῷ λόγῳ δυνατὸς ἐπανορθοῦν 
<milestone unit="stephpage" xml:id="stephpage-67e" n="67e"/> οἷς συνείη·<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">συνείη</foreign>] <foreign xml:lang="grc">ἂν συνῂ</foreign></note> πλεύσας δὲ δεῦρο πολλὴν θάλατταν, ὡς συγγένοιτό σοι διὰ φιλοσοφίας, ἠμέληται</q> ταῦθʼ οὕτως ἐκίνησε τὸν Διονύσιον, ὥστε τὰς μὲν χεῖρας τῷ Πλάτωνι εὐθὺς περιβαλεῖν καὶ κατασπάζεσθαι, τὴν εὐμένειαν καὶ τὴν μεγαλοφροσύνην ἀγάμενον, 
<milestone unit="tlnum" n="10"/> τοῦ δʼ Αἰσχίνου καλῶς καὶ μεγαλοπρεπῶς ἐπιμεληθῆναι. </p></div><div type="textpart" subtype="section" n="27"><p rend="indent">δεύτερον τοίνυν ὥσπερ ἐκκαθαίροντες ὕβριν ἅπασαν καὶ γέλωτα καὶ σκῶμμα καὶ βωμολοχίαν 
<milestone unit="tlnum" n="15"/> ἡδύσματα πονηρὰ τῆς παρρησίας ἀφαιρῶμεν. ὥσπερ 
<milestone unit="stephpage" xml:id="stephpage-67f" n="67f"/> γὰρ ἰατροῦ σάρκα τέμνοντος εὐρυθμίαν τινὰ δεῖ καὶ καθαριότητα τοῖς ἔργοις ἐπιτρέχειν, ὀρχηστικὴν 
<milestone unit="tlnum" n="20"/> δὲ καὶ παράβολον καὶ περιτρέχουσαν ὑγρότητα καὶ περιεργίαν ἀπεῖναι τῆς χειρός, οὕτως ἡ παρρησία δέχεται τὸ ἐπιδέξιον καὶ τὸ ἀστεῖον, ἂν ἡ χάρις τὴν σεμνότητα σῴζῃ, θρασύτης δὲ καὶ βδελυρία καὶ ὕβρις προσοῦσα πάνυ<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">πάνυ</foreign>] <foreign xml:lang="grc">πάντα</foreign> R</note> διαφθείρει καὶ ἀπόλλυσιν. ὅθεν ὁ μὲν ψάλτης οὐκ ἀπιθάνως οὐδʼ ἀμούσως ἐπεστόμισε τὸν Φίλιππον ἐπιχειροῦντα περὶ κρουμάτων 
<milestone unit="tlnum" n="25"/> διαφέρεσθαι πρὸς αὐτόν, εἰπὼν <q>μὴ γένοιτό 
<milestone unit="stephpage" xml:id="stephpage-68a" n="68a"/> σοι οὕτως ὦ βασιλεῦ κακῶς, ἵνʼ ἐμοῦ ταῦτα σὺ<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">σὺ ταῦτα</foreign> H ex p. 634 d</note> βέλτιον εἰδῇς.</q> Ἐπίχαρμος δʼ οὐκ ὀρθῶς, τοῦ <pb xml:id="v.1.p.164"/> Ἱέρωνος ἀνελόντος ἐνίους τῶν συνήθων καὶ μεθʼ ἡμέρας ὀλίγας καλέσαντος ἐπὶ δεῖπνον αὐτόν, <q>ἀλλὰ πρῴην</q> ἔφη <q>θύων τοὺς φίλους οὐκ ἐκάλεσας</q> κακῶς δὲ καὶ Ἀντιφῶν, παρὰ Διονυσίῳ ζητήσεως 
<milestone unit="tlnum" n="5"/> οὔσης καὶ λόγου <q>ποῖος χαλκὸς ἄριστος</q>, <q>ἐκεῖνος</q> εἶπεν, <q>ἐξ οὗ Ἀθήνησι κατεσκεύασαν τὰς Ἁρμοδίου καὶ Ἀριστογείτονος εἰκόνας.</q> οὔτε γὰρ ὠφελεῖ τούτων τὸ λυπηρὸν καὶ πικρόν, οὔτε τέρπει τὸ βωμολόχον καὶ παιδιῶδες, ἀλλʼ ἔστι κακοηθείᾳ καὶ ὕβρει 
<milestone unit="tlnum" n="10"/> 
<milestone unit="stephpage" xml:id="stephpage-68b" n="68b"/> μεμιγμένης ἀκρασίας μετʼ ἔχθρας τὸ τοιοῦτον εἶδος, ᾧ χρώμενοι προσαπολλύουσιν αὑτούς, τὴν περὶ τὸ φρέαρ ὄρχησιν ἀτεχνῶς ὀρχούμενοι. καὶ γὰρ Ἀντιφῶν ἀπέθανεν ὑπὸ Διονυσίου καὶ Τιμαγένης ἐξέπεσε τῆς Καίσαρος φιλίας, ἐλευθέρᾳ μὲν οὐδέποτε 
<milestone unit="tlnum" n="15"/> φωνῇ χρησάμενος, ἐν δὲ τοῖς συμποσίοις καὶ τοῖς περιπάτοις ἑκάστοτε πρὸς οὐδʼ ἡντινοῦν σπουδὴν <quote rend="blockquote"><l> ἀλλʼ ὅ τι οἱ εἴσαιτο γελοίιον Ἀργείοισιν</l><note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true">Homer. B 215</note></quote> αἰτίαν φιλίας ὥσπερ σόφισμα λοιδορίας προφερόμενος. ἐπεὶ καὶ τοῖς κωμικοῖς πολλὰ πρὸς τὸ θέατρον 
<milestone unit="tlnum" n="20"/> αὐστηρὰ<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">αὐστρηρῶς</foreign> H</note> καὶ πολιτικὰ<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">πολιτικὰ</foreign>] <foreign xml:lang="grc">πληκτικῶς</foreign> H</note> πεποίητο·<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">ἐπεποίητο</foreign> H</note> συμμεμιγμένον 
<milestone unit="stephpage" xml:id="stephpage-68c" n="68c"/> δὲ τὸ γελοῖον αὐτοῖς καὶ βωμολόχον, ὥσπερ σιτίοις ὑπότριμμα μοχθηρόν, ἐξίτηλον ἐποίει τὴν παρρησίαν καὶ ἄχρηστον, ὥστε περιῆν κακοηθείας δόξα καὶ βδελυρίας τοῖς λέγουσι, χρήσιμον δὲ τοῖς ἀκούουσιν 
<milestone unit="tlnum" n="25"/> οὐδὲν ἀπὸ τῶν λεγομένων. ἄλλως μὲν οὖν προσοιστέον ἐστὶ καὶ παιδιὰν καὶ γέλωτα τοῖς φίλοις· ἡ δὲ παρρησία σπουδὴν ἐχέτω καὶ ἦθος. ἂν δʼ <pb xml:id="v.1.p.165"/> ὑπὲρ μειζόνων, καὶ πάθει καὶ σχήματι καὶ τόνῳ φωνῆς ὁ λόγος ἀξιόπιστος ἔστω καὶ κινητικός ὁ δὲ καιρὸς ἐν παντὶ μὲν παρεθεὶς μεγάλα βλάπτει, μάλιστα δὲ τῆς παρρησίας διαφθείρει τὸ χρήσιμον. 
<milestone unit="tlnum" n="5"/> ὅτι μὲν οὖν ἐν οἴνῳ καὶ μέθῃ τὸ τοιοῦτο φυλακτέον, 
<milestone unit="stephpage" xml:id="stephpage-68d" n="68d"/> εὔδηλόν ἐστιν. εὐδίᾳ γὰρ ἐπάγει νέφος ὁ κινῶν ἐν παιδιᾷ καὶ φιλοφροσύνῃ λόγον ὀφρῦν ἀνασπῶντα καὶ συνιστάντα τὸ πρόσωπον , ὥσπερ ἀντιταττόμενον τῷ Λυαίῳ<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">Λυαίῳ</foreign> W: <foreign xml:lang="grc">Λυδίῳ</foreign> </note> θεῷ καὶ <q>λύοντι τὸ τῶν 
<milestone unit="tlnum" n="10"/> δυσφόρων<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">δυσφόρων</foreign>] <foreign xml:lang="grc">δυσφρόνων</foreign> Nauck.</note> σκύνιον<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">σκύνιον</foreign> idem: <foreign xml:lang="grc">σχοινίον</foreign> </note> μεριμνᾶν</q><note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">μεριμνᾶν</foreign> idem: <foreign xml:lang="grc">μεριμνῶν</foreign> </note> κατὰ Πίνδαρον.<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">Πίνδαρον</foreign>] Bergk. 1 p. 460</note> ἔχει δὲ καὶ κίνδυνον ἡ ἀκαιρία μέγαν. ἀκροσφαλεῖς γάρ εἰσιν αἱ ψυχαὶ πρὸς ὀργὴν διὰ τὸν οἶνον, καὶ πολλάκις ἡ μέθη παραλαβοῦσα τὴν παρρησίαν ἔχθραν ἐποίησε. καὶ ὅλως οὐκ ἔστι γενναῖον οὐδὲ θαρραλέον 
<milestone unit="tlnum" n="15"/> ἀλλʼ ἄνανδρον ἐν τῷ νήφειν ἀπαρρησιάστου τὸ παρρησιάζεσθαι παρὰ τράπεζαν ὥσπερ οἱ δειλοὶ κύνες. οὐδὲν οὖν δεῖ περὶ τούτων λέγοντα μηκύνειν. 
<milestone unit="stephpage" xml:id="stephpage-68e" n="68e"/> </p></div><div type="textpart" subtype="section" n="28"><p rend="indent">ἐπεὶ δὲ πολλοὶ τοὺς φίλους εὖ φερομένους ἐν τοῖς πράγμασιν οὔτʼ ἀξιοῦσιν οὔτε τολμῶσι ῥυθμίζειν, 
<milestone unit="tlnum" n="20"/> ἀλλʼ ὅλως ἀπρόσιτον καὶ ἀνέφικτον ἡγοῦνται νουθεσίᾳ τὸ εὐτυχοῦν εἶναι, σφαλλομένοις δὲ καὶ πταίουσιν ἐπιτίθενται καὶ πατοῦσιν ὑπὸ χεῖρα καὶ ταπεινοὺς γεγενημένους, ὥσπερ ῥεῦμα κεκρατημένον παρὰ φύσιν τὴν παρρησίαν ἀθρόως ἐφιέντες αὐτοῖς 
<milestone unit="tlnum" n="25"/> καὶ ἀπολαύοντες ἄσμενοι τῆς μεταβολῆς διὰ τὴν πρόσθεν ὑπεροψίαν ἐκείνων αὑτῶν δʼ ἀσθένειαν, <pb xml:id="v.1.p.166"/> οὐ χεῖρόν ἐστι καὶ περὶ τούτων διελθεῖν καὶ ἀποκρίνασθαι τῷ Εὐριπίδῃ<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">Εὐριπίδῃ</foreign> Or. 667</note> λέγοντι <quote rend="blockquote"><l> ὅταν δʼ ὁ δαίμων εὖ διδῷ, τί δεῖ φίλων;</l></quote> 
<milestone unit="stephpage" xml:id="stephpage-68f" n="68f"/> ὅτι δεῖ μάλιστα παρρησιαζομένων φίλων τοῖς εὐτυχοῦσι 
<milestone unit="tlnum" n="5"/> καὶ τὸ ἄγαν ὑφιέντων τοῦ φρονήματος. ὀλίγοι γάρ εἰσιν οἷς μετὰ τοῦ εὐτυχεῖν παραγίγνεται τὸ φρονεῖν· οἱ δὲ πολλοὶ φρενῶν ἐπεισάκτων δέονται καὶ λογισμῶν πιεζόντων ἔξωθεν αὐτοὺς ὑπὸ τῆς τύχης φυσωμένους καὶ σαλευομένους. ὅταν δʼ ὁ δαίμων 
<milestone unit="tlnum" n="10"/> καταβάλῃ καὶ περιέλῃ τὸν ὄγκον, αὐτοῖς τοῖς πράγμασιν ἔνεστι τὸ νουθετοῦν καὶ μετάνοιαν ἐμποιοῦν. ὅθεν οὐδὲν ἔργον τότε παρρησίας φιλικῆς οὐδὲ λόγων βάρος ἐχόντων καὶ δηγμόν, ἀλλʼ ὡς ἀληθῶς ἐν ταῖς τοιαύταις μεταβολαῖς 
<milestone unit="tlnum" n="15"/> 
<milestone unit="stephpage" xml:id="stephpage-69a" n="69a"/> <quote rend="blockquote"><l> εἰς ὄμματʼ εὔνου φωτὸς ἐμβλέψαι γλυκὺ </l><note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true">Eurip. Ion 732</note></quote> παρηγοροῦντος καὶ παραθαρρύνοντος, ὥσπερ τοῦ Κλεάρχου τὸ πρόσωπον ὁ Ξενοφῶν<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">Ξενοφῶν</foreign>] Anab. II 6, 11</note> ἐν ταῖς μάχαις καὶ παρὰ τὰ δεινά φησιν ὁρώμενον εὐμενὲς καὶ φιλάνθρωπον εὐθαρσεστέρους ποιεῖν τοὺς κινδυνεύοντας. 
<milestone unit="tlnum" n="20"/> ὁ δὲ παρρησίαν καὶ δηγμὸν ἀνθρώπῳ δυστυχοῦντι προσάγων ὥσπερ ὀξυδορκικὸν ὄμματι ταρασσομένῳ καὶ φλεγμαίνοντι, θεραπεύει μὲν οὐδὲν οὐδʼ ἀφαιρεῖ τοῦ λυποῦντος, ὀργὴν δὲ τῇ λύπῃ 
<milestone unit="stephpage" xml:id="stephpage-69b" n="69b"/> προστίθησι καὶ παροξύνει τὸν ἀνιώμενον. αὐτίκα 
<milestone unit="tlnum" n="25"/> γοῦν ὑγιαίνων μέν τις οὐ χαλεπός ἐστιν οὐδʼ ἄγριος παντάπασιν ἀνδρὶ φίλῳ ψέγοντι μὲν συνουσίας καὶ πότους αὐτοῦ ψέγοντι δʼ ἀργίαν καὶ ἀγυμνασίαν <pb xml:id="v.1.p.167"/> καὶ λουτρὰ συνεχῆ καὶ πλησμονὰς ἀκαίρους· νοσοῦντι δʼ οὐκ ἀνεκτὸν ἀλλὰ μείζων νόσος ἀκούειν ὅτι ταῦτά σοι γέγονεν ἐξ ἀκρασίας καὶ μαλακίας καὶ διʼ ὄψα καὶ γυναῖκας. ὢ τῆς ἀκαιρίας, ἄνθρωπε· 
<milestone unit="tlnum" n="5"/> διαθήκην γράφω καὶ παρασκευάζεταί μοι καστόριον ἢ σκαμώνιον ὑπὸ τῶν ἰατρῶν, σὺ δὲ νουθετεῖς καὶ φιλοσοφεῖς. οὕτω τοίνυν καὶ τὰ πράγματα τῶν δυστυχούντων οὐ παρρησίαν ἐνδέχεται καὶ γνωμολογίαν, 
<milestone unit="stephpage" xml:id="stephpage-69c" n="69c"/> ἀλλʼ ἐπιεικείας δεῖται καὶ βοηθείας. καὶ 
<milestone unit="tlnum" n="10"/> γὰρ αἱ τίτθαι τοῖς παιδίοις πεσοῦσιν οὐ λοιδορησόμεναι προστρέχουσιν, ἀλλʼ ἤγειραν καὶ περιέπλυναν καὶ κατέστειλαν, εἶθʼ οὕτως ἐπιπλήττουσι καὶ κολάζουσι. λέγεται δὲ καὶ Δημήτριος ὁ Φαληρεὺς ὅτε τῆς πατρίδος ἐξέπεσε καὶ περὶ Θήβας ἀδοξῶν καὶ 
<milestone unit="tlnum" n="15"/> ταπεινὰ πράττων διῆγεν, οὐχ ἡδέως ἰδεῖν προσιόντα Κράτητα, παρρησίαν κυνικὴν καὶ λόγους τραχεῖς προσδεχόμενος· ἐντυχόντος δὲ πράως αὐτῷ τοῦ Κράτητος καὶ διαλεχθέντος περὶ φυγῆς ὡς οὐδὲν ἔχοι 
<milestone unit="stephpage" xml:id="stephpage-69d" n="69d"/> κακὸν οὐδʼ ἄξιον φέρειν βαρέως πραγμάτων σφαλερῶν 
   <milestone unit="tlnum" n="20"/> καὶ ἀβεβαίων ἀπηλλαγμένον, ἅμα δὲ θαρρεῖν ἑαυτῷ καὶ τῇ διαθέσει παρακαλοῦντος, ἡδίων γενόμενος καὶ ἀναθαρρήσας πρὸς τοὺς φίλους εἶπε <q>φεῦ τῶν πράξεων ἐκείνων καὶ ἀσχολιῶν διʼ ἃς ἄνδρα τοιοῦτον οὐκ ἔγνωμεν</q> 
<milestone unit="tlnum" n="25"/> <quote rend="blockquote"><l> λυπουμένῳ<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">λυπουμένῳ</foreign>] Nauck. p. 524</note> γὰρ<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">γὰρ</foreign>] <foreign xml:lang="grc">μὲν</foreign> H</note> μῦθος εὐμενὴς φίλων, </l><l> ἄγαν δὲ μωραίνοντι νουθετήματα.</l></quote> Οὗτος ὁ τρόπος τῶν γενναίων φίλων· οἱ δʼ ἀγεννεῖς καὶ ταπεινοὶ τῶν εὐτυχούντων κόλακες, <q>ὥσπερ τὰ <pb xml:id="v.1.p.168"/> 
<milestone unit="stephpage" xml:id="stephpage-69e" n="69e"/> ῥήγματα καὶ τὰ σπάσματά</q> φησι Δημοσθένης <q>ὅταν τι κακὸν τὸ σῶμα λάβῃ τότε κινεῖσθαι,</q> καὶ οὗτοι ταῖς μεταβολαῖς ἐπιφύονται, καθάπερ ἡδόμενοι καὶ ἀπολαύοντες. καὶ γὰρ ἂν δέηταί τινος ὑπομνήσεως ἐν οἷς 
<milestone unit="tlnum" n="5"/> διʼ αὑτὸν ἔπταισε βουλευσάμενος κακῶς, ἱκανόν ἐστι τὸ <quote rend="blockquote"><l> οὔ τι καθʼ ἡμέτερόν γε νόον· μάλα γάρ τοι ἔγωγε </l><note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true">Homer. I 108</note><l> πόλλʼ ἀπεμυθεόμην </l></quote> </p></div><div type="textpart" subtype="section" n="29"><p rend="indent">ἐν τίσιν οὖν σφοδρὸν εἶναι δεῖ τὸν φίλον καὶ πότε τῷ τόνῳ χρῆσθαι τῆς παρρησίας; ὅταν ἡδονῆς 
<milestone unit="tlnum" n="10"/> ἢ ὀργῆς ἢ ὕβρεως ἐπιλαβέσθαι φερομένης οἱ καιροὶ 
<milestone unit="stephpage" xml:id="stephpage-69f" n="69f"/> παρακαλῶσιν ἢ κολοῦσαι φιλαργυρίαν ἢ ἀπροσεξίαν ἀνασχεῖν ἀνόητον. οὕτως ἐπαρρησιάζετο Σόλων πρὸς Κροῖσον ὑπʼ εὐτυχίας ἀβεβαίου διεφθορότα καὶ τρυφῶντα, τὸ τέλος ὁρᾶν κελεύσας· οὕτω Σωκράτης 
<milestone unit="tlnum" n="15"/>Ἀλκιβιάδην ἐκόλουε, καὶ δάκρυον ἐξῆγεν ἀληθινὸν ἐξελεγχομένου καὶ τὴν καρδίαν ἔστρεφε.<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">ἔστρεφε</foreign> H: <foreign xml:lang="grc">ἀνέστρεφε</foreign> </note> τοιαῦτα τὰ Κύρου πρὸς Κυαξάρην καὶ τὰ πρὸς Δίωνα Πλάτωνος, ὅτε λαμπρότατος ἦν καὶ πάντας εἰς ἑαυτὸν ἀνθρώπους ἐπέστρεφε διὰ τὸ κάλλος τῶν 
<milestone unit="tlnum" n="20"/> πράξεων καὶ τὸ μέγεθος, παρακελευομένου φυλάττεσθαι 
<milestone unit="stephpage" xml:id="stephpage-70a" n="70a"/> καὶ δεδιέναι τὴν <q>αὐθάδειαν,<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">αὐθάδειαν</foreign>] Plat. Ep. IV p. 321 b</note> ὡς ἐρημίᾳ ξύνοικον</q> ἔγραφε δὲ καὶ Σπεύσιππος αὐτῷ μὴ μέγα φρονεῖν εἰ πολὺς αὐτοῦ λόγος ἐστὶν ἐν παιδαρίοις καὶ γυναίοις, ἀλλʼ ὁρᾶν ὅπως ὁσιότητι καὶ 
<milestone unit="tlnum" n="25"/> δικαιοσύνῃ καὶ νόμοις ἀρίστοις κοσμήσας Σικελίαν <q>εὐκλεᾶ θήσει</q><note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">εὐκλεᾶ θήσει</foreign>] Eurip. Phoen. 1732</note> τὴν Ἀκαδήμειαν. Εὖκτος δὲ καὶ Εὐλαῖος, ἑταῖροι Περσέως, εὐτυχοῦντι μὲν ἀεὶ πρὸς <pb xml:id="v.1.p.169"/> χάριν ὁμιλοῦντες καὶ συνεπινεύοντες ὥσπερ οἱ λοιποὶ παρηκολούθουν· ἐπεὶ δὲ Ῥωμαίοις συμβαλὼν περὶ Πύδναν ἔπταισε καὶ ἔφυγε, προσπεσόντες ἐπετίμων πικρῶς καὶ ἀνεμίμνησκον ὧν ἐξήμαρτεν ἢ παρεῖδεν, 
<milestone unit="tlnum" n="5"/> ἕκαστον ἐξονειδίζοντες, ἄχρι οὗ διαλγήσας ὁ ἄνθρωπος 
<milestone unit="stephpage" xml:id="stephpage-70b" n="70b"/> ὑπὸ λύπης καὶ ὀργῆς ἀμφοτέρους τῷ ξιφιδίῳ παίων ἀνεῖλεν. </p></div><div type="textpart" subtype="section" n="30"><p rend="indent">ὁ μὲν οὖν κοινὸς οὕτω προωρίσθω καιρός· οὓς δὲ παρέχουσιν αὐτοὶ πολλάκις οὐ χρὴ προΐεσθαι 
<milestone unit="tlnum" n="10"/> τὸν κηδόμενον φίλων<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">φιλων</foreign> R: <foreign xml:lang="grc">φίλον</foreign> </note> ἀλλὰ χρῆσθαι· καὶ γὰρ ἐρώτησις ἐνίοις καὶ διήγησις καὶ ψόγος ὁμοίων ἐφʼ ἑτέροις ἢ ἔπαινος ὥσπερ ἐνδόσιμον εἰς παρρησίαν ἐστίν. οἷον ἐλθεῖν Δημάρατον εἰς Μακεδονίαν λέγουσι καθʼ ὃν χρόνον ἐν διαφορᾷ πρὸς τὴν γυναῖκα 
<milestone unit="tlnum" n="15"/> 
<milestone unit="stephpage" xml:id="stephpage-70c" n="70c"/> καὶ τὸν υἱὸν ὁ Φίλιππος ἦν· ἀσπασαμένου δʼ αὐτὸν τοῦ Φιλίππου καὶ πυθομένου πῶς πρὸς ἀλλήλους ἔχουσιν ὁμονοίας οἱ Ἕλληνες, εἰπεῖν τὸν Δημάρατον εὔνουν ὄντα καὶ συνήθη <q>πάνυ γοῦν ὦ Φίλιππε καλὸν ἐστί σοι πυνθάνεσθαι μὲν περὶ τῆς Ἀθηναίων 
<milestone unit="tlnum" n="20"/> καὶ Πελοποννησίων ὁμοφροσύνης, τὴν δʼ οἰκίαν περιορᾶν τὴν σεαυτοῦ τοσαύτης στάσεως καὶ διχονοίας γέμουσαν</q> εὖ δὲ καὶ Διογένης, ὃς ἐπεὶ παρελθὼν εἰς τὸ τοῦ Φιλίππου στρατόπεδον, ὅτε τοῖς Ἕλλησιν ἐβάδιζε μαχούμενος, ἀνήχθη πρὸς αὐτόν, ὁ δʼ ἀγνοῶν 
<milestone unit="tlnum" n="25"/> ἠρώτησεν εἰ κατάσκοπός ἐστι, <q>πάνυ μὲν οὖν</q> ἔφη <q>κατάσκοπος ὦ Φίλιππε τῆς<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">τῆς</foreign>add. H</note> ἀβουλίας σου καὶ τῆς 
   <milestone unit="stephpage" xml:id="stephpage-70d" n="70d"/> ἀνοίας, διʼ ἣν οὐδενὸς ἀναγκάζοντος ἔρχῃ περὶ τῆς βασιλείας καὶ τοῦ σώματος ὥρᾳ μιᾷ διακυβεύσων</q> <pb xml:id="v.1.p.170"/> Τοῦτο μὲν οὖν ἴσως σφοδρότερον·</p></div><div type="textpart" subtype="section" n="31"><p rend="indent">ἕτερος δὲ καιρός ἐστι νουθεσίας ὅταν ὑπʼ ἄλλων λοιδορηθέντες ἐφʼ οἷς ἁμαρτάνουσι ταπεινοί τε γένωνται καὶ συσταλῶσιν. ᾧ χρῷτʼ ἂν ἐμμελῶς χαρίεις τοὺς μὲν 
<milestone unit="tlnum" n="5"/> λοιδοροῦντας ἀνακόπτων καὶ διακρουόμενος, ἰδίᾳ δʼ αὐτὸς ἁπτόμενος τοῦ φίλου καὶ ὑπομιμνῄσκων ὡς εἰ διὰ μηδὲν ἄλλο προσεκτέον αὐτῷ,<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">αὑτῷ</foreign><foreign xml:lang="lat">scripsi</foreign>: <foreign xml:lang="grc">αὐτῷ</foreign></note> ὅπως γε μὴ θρασεῖς ὦσιν οἱ ἐχθροί. <q>ποῦ γὰρ ἔστι τούτοις τὸ στόμα διᾶραι, τί δὲ προσειπεῖν,<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">προσειπεῖν]</foreign><foreign xml:lang="grc">προφέρειν</foreign> R. Malim <foreign xml:lang="grc">προσεπειπεῖν</foreign> </note> ἂν ἀφῇς ταῦτα 
<milestone unit="tlnum" n="10"/> 
<milestone unit="stephpage" xml:id="stephpage-70e" n="70e"/> καὶ ῥίψῃς ἐφʼ οἷς κακῶς ἀκούεις;</q> γίγνεται γὰρ οὕτω τὸ μὲν λυπηρὸν τοῦ λοιδοροῦντος, τὸ δʼ ὠφέλιμον τοῦ νουθετοῦντος. ἔνιοι δὲ κομψότερον, ἄλλους ψέγοντες, ἐπιστρέφουσι τοὺς συνήθεις· κατηγοροῦσι γὰρ ἑτέρων ἃ πράττοντας ἐκείνους ἴσασιν. 
<milestone unit="tlnum" n="15"/> ὁ δʼ ἡμέτερος καθηγητὴς Ἀμμώνιος ἐν δειλινῇ διατριβῇ τῶν γνωρίμων τινὰς αἰσθόμενος ἠριστηκότας οὐχ ἁπλοῦν ἄριστον ἐκέλευσεν ἰδίῳ παιδὶ πληγὰς ἐμβαλεῖν τὸν ἀπελεύθερον, ἐπειπὼν ὅτι χωρὶς ὄξους ἀριστᾶν οὐ δύναται. καὶ ἅμα πρὸς ἡμᾶς ἀπέβλεψεν, 
<milestone unit="tlnum" n="20"/> ὥστε τῶν ἐνόχων ἅψασθαι τὴν ἐπιτίμησιν, </p></div><div type="textpart" subtype="section" n="32"><p rend="indent">ἔτι τοίνυν εὐλαβητέον ἐστὶν ἐν πολλοῖς παρρησίᾳ χρῆσθαι πρὸς φίλον, ἐνθυμούμενον τὸ 
<milestone unit="stephpage" xml:id="stephpage-70f" n="70f"/> τοῦ Πλάτωνος. ἐπεὶ γὰρ ὁ Σωκράτης ἥψατό τινος τῶν συνήθων σφοδρότερον ἐπὶ ταῖς τραπέζαις διαλεγόμενος, 
<milestone unit="tlnum" n="25"/> <q>οὐκ ἄμεινον ἦν</q> ὁ Πλάτων ἔφη <q>ἰδίᾳ ταῦτα λελέχθαι;</q> καὶ ὁ Σωκράτης <q>σὺ δʼ οὐκ ἄμεινον</q> εἶπεν <q>ἐποίησας ἂν ἰδίᾳ πρὸς ἐμὲ τοῦτʼ εἰπών;</q> <pb xml:id="v.1.p.171"/> Πυθαγόρου δὲ τραχύτερον ἐν πολλοῖς γνωρίμῳ προσενεχθέντος ἀπάγξασθαι τὸ μειράκιον λέγουσιν, ἐκ τούτου δὲ μηδέποτε τὸν Πυθαγόραν αὖθις ἄλλου παρόντος ἄλλον νουθετῆσαι. δεῖ γὰρ ὡς νοσήματος 
<milestone unit="tlnum" n="5"/> οὐκ εὐπρεποῦς τῆς ἁμαρτίας τὴν νουθέτησιν καὶ ἀνακάλυψιν ἀπόρρητον εἶναι καὶ μὴ πανηγυρικὴν 
<milestone unit="stephpage" xml:id="stephpage-71a" n="71a"/> μηδʼ ἐπιδεικτικὴν μηδὲ μάρτυρας καὶ θεατὰς συνάγουσαν. οὐ γὰρ φιλικὸν ἀλλὰ σοφιστικὸν ἀλλοτρίοις ἐνευδοκιμεῖν σφάλμασι, καλλωπιζόμενον πρὸς 
<milestone unit="tlnum" n="10"/> τοὺς παρόντας, ὥσπερ οἱ χειρουργοῦντες ἐν τοῖς θεάτροις ἰατροὶ πρὸς ἐργολαβίαν. ἄνευ δὲ τῆς ὕβρεως, ἣν οὐδεμιᾷ θεραπείᾳ προσεῖναι δίκαιόν ἐστι, καὶ τὸ τῆς κακίας σκεπτέον φιλόνεικον καὶ αὔθαδες, οὐ γὰρ ἁπλῶς νουθετούμενος ἔρως μᾶλλον 
<milestone unit="tlnum" n="15"/> πιέζει κατʼ Εὐριπίδην,<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">εὐριπίδην</foreign>] Nauck. p. 449</note> ἀλλʼ ἂν νουθετῇ τις ἐν 
<milestone unit="stephpage" xml:id="stephpage-71b" n="71b"/> πολλοῖς καὶ μὴ φειδόμενος, πᾶν νόσημα καὶ πᾶν πάθος εἰς τὸ ἀναίσχυντον καθίστησιν. ὥσπερ οὖν ὁ Πλάτων<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">Πλάτων</foreign>] Legg. p. 729 c</note> τοὺς παρασκευάζοντας ἐν τοῖς νέοις αἰσχύνην γέροντας αὐτοὺς ἀξιοῖ πρῶτον αἰσχύνεσθαι τοὺς 
<milestone unit="tlnum" n="20"/> νέους,· οὕτω τῶν φίλων ἡ δυσωπουμένη παρρησία δυσωπεῖ μάλιστα, καὶ τὸ μετʼ εὐλαβείας ἀτρέμα προσιέναι καὶ ἅπτεσθαι τοῦ ἁμαρτάνοντος ὑπερείπει καὶ διεργάζεται τὴν κακίαν ἀναπιμπλαμένην τοῦ αἰδεῖσθαι τὸ αἰδούμενον. ὅθεν ἄριστα μὲν ἔχει τὸ 
<milestone unit="tlnum" n="25"/> <quote rend="blockquote"><l> ἄγχι σχὼν κεφαλήν, ἵνα μὴ πευθοίαθʼ οἱ ἄλλοι,</l><note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true">Homer. <foreign xml:lang="grc">α</foreign> 157</note></quote> 
<milestone unit="stephpage" xml:id="stephpage-71c" n="71c"/> ἥκιστα δὲ πρέπει γαμετῆς ἀκουούσης ἄνδρα καὶ παίδων ἐν ὄψει πατέρα καὶ ἐραστὴν ἐρωμένου παρόντος <pb xml:id="v.1.p.172"/> ἢ γνωρίμων διδάσκαλον ἀποκαλύπτειν· ἐξίστανται γὰρ ὑπὸ λύπης καὶ ὀργῆς ἐλεγχόμενοι παρʼ οἷς εὐδοκιμεῖν ἀξιοῦσιν. οἶμαι δὲ καὶ Κλεῖτος οὐχ οὕτω παρώξυνε<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">παρώξυνε</foreign> H: <foreign xml:lang="grc">παροξύναι</foreign> </note> διὰ τὸν οἶνον, ὡς ὅτι πολλῶν παρόντων 
<milestone unit="tlnum" n="5"/> ἐδόκει κολούειν Ἀλέξανδρον. καὶ Ἀριστομένης ὁ Πτολεμαίου καθηγητὴς ὅτι νυστάζοντα πρεσβείας παρούσης ἐπάταξεν ἐξεγείρων, λαβήν τινα παρέσχε τοῖς κόλαξι, προσποιουμένοις ἀγανακτεῖν ὑπὲρ τοῦ 
<milestone unit="stephpage" xml:id="stephpage-71d" n="71d"/> βασιλέως καὶ λέγουσιν <q>εἰ τοσαῦτα κοπιῶν καὶ ἀγρυπνῶν 
<milestone unit="tlnum" n="10"/> κατηνέχθης, ἰδίᾳ σε νουθετεῖν ὀφείλομεν, οὐκ ἐναντίον ἀνθρώπων τοσούτων προσφέρειν τὰς χεῖρας</q> ὁ δὲ φαρμάκου κύλικα πέμψας ἐκέλευσεν ἐκπιεῖν τὸν ἄνθρωπον. Ἀριστοφάνης δὲ καὶ τὸν Κλέωνα τοῦτʼ ἐγκαλεῖν φησιν ὅτι 
<milestone unit="tlnum" n="15"/> <quote rend="blockquote"><l> ξένων παρόντων τὴν πόλιν κακῶς λέγει</l></quote> καὶ παροξύνει τοὺς Ἀθηναίους. διὸ δεῖ φυλάττεσθαι καὶ τοῦτο μετὰ τῶν ἄλλων τοὺς μὴ παρεπιδείκνυσθαι μηδὲ δημαγωγεῖν ἀλλʼ ὀνησιφόρως καὶ θεραπευτικῶς χρῆσθαι τῇ παρρησίᾳ βουλομένους καὶ μὴν 
<milestone unit="tlnum" n="20"/> 
<milestone unit="stephpage" xml:id="stephpage-71e" n="71e"/> ὅπερ ὁ Θουκυδίδης<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">Θουκυδίδης</foreign>] I 70</note> τοὺς Κορινθίους λέγοντας περὶ αὑτῶν πεποίηκεν, ὡς <q>ἄξιοί</q> εἰσιν ἑτέροις <q>ἐπενεγκεῖν ψόγον,</q> οὐ κακῶς εἰρημένον, ἔδει παρεῖναι τοῖς παρρησιαζομένοις. Λύσανδρος μὲν γὰρ ὡς ἔοικε πρὸς τὸν ἐκ Μεγάρων ἐν τοῖς συμμάχοις παρρησιαζόμενον 
<milestone unit="tlnum" n="25"/> ὑπὲρ τῆς Ἑλλάδος ἔφη τοὺς λόγους αὐτοῦ πόλεως δεῖσθαι· παρρησία δὲ παντὸς ἀνδρὸς ἤθους ἴσως δεῖται, καὶ τοῦτʼ ἀληθέστατόν ἐστιν ἐπὶ τῶν ἑτέρους νουθετούντων καὶ σωφρονιζόντων λεγόμενον. <pb xml:id="v.1.p.173"/> ὁ γοῦν Πλάτων ἔλεγε νουθετεῖν τῷ βίῳ τὸν Σπεύσιππον, ὥσπερ ἀμέλει καὶ Πολέμωνα Ξενοκράτης 
<milestone unit="stephpage" xml:id="stephpage-71f" n="71f"/> ὀφθεὶς μόνον ἐν τῇ διατριβῇ καὶ ἀποβλέψας πρὸς αὐτὸν ἐτρέψατο καὶ μετέθηκεν. ἐλαφροῦ δὲ καὶ 
<milestone unit="tlnum" n="5"/> φαύλου τὸ ἦθος ἀνθρώπου λόγῳ παρρησίας ἁπτομένῳ περίεστι προσακοῦσαι τὸ <quote rend="blockquote"><l> ἄλλων ἰατρὸς αὐτὸς ἕλκεσιν βρύων</l><note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true">Nauck. p. 545</note></quote> </p></div><div type="textpart" subtype="section" n="33"><p rend="indent">οὐ μὴν ἀλλʼ ἐπεὶ φαύλους γε ὄντας αὐτοὺς ἑτέροις τε τοιούτοις ὁμιλοῦντας ἐξάγει τὸ πράγματα 
<milestone unit="tlnum" n="10"/> πολλάκις εἰς τὸ νουθετεῖν, ἐπιεικέστατος ἂν εἴη τρόπος ὁ συνεμπλέκων καὶ συμπεριλαμβάνων ἁμηγέπη τῷ ἐγκλήματι τὸν παρρησιαζόμενον· ἐφʼ ᾧ λέλεκται καὶ τὸ <quote rend="blockquote"><l>Τυδείδη, τί παθόντε λελάσμεθα θούριδος ἀλκῆς;</l></quote> 
<milestone unit="tlnum" n="15"/> 
<milestone unit="stephpage" xml:id="stephpage-72a" n="72a"/> καὶ τὸ <quote rend="blockquote"><l> νῦν δʼ οὐδʼ ἑνὸς ἄξιοί εἰμεν </l><l>Ἕκτορος</l></quote> καὶ ὁ Σωκράτης οὕτως ἀτρέμα τοὺς νέους ἤλεγχεν, ὡς μηδʼ αὐτὸς ἀπηλλαγμένος ἀμαθίας, ἀλλὰ μετʼ 
<milestone unit="tlnum" n="20"/> ἐκείνων οἰόμενος δεῖν ἀρετῆς ἐπιμέλεσθαι καὶ ζητεῖν τἀληθές. καὶ γὰρ εὔνοιαν καὶ πίστιν ἔχουσιν οἱ ταὐτὰ μὲν ἁμαρτάνειν, ἐπανορθοῦσθαι δὲ τοὺς φίλους ὥσπερ αὑτοὺς δοκοῦντες. ὁ δὲ σεμνύνων ἑαυτὸν ἐν τῷ κολούειν ἕτερον, ὡς δή τις εἰλικρινὴς 
<milestone unit="tlnum" n="25"/> καὶ ἀπαθής, ἂν μὴ πολὺ καθʼ ἡλικίαν προήκων μηδʼ ἔχων ἀρετῆς ὁμολογούμενον ἀξίωμα καὶ δόξης, 
<milestone unit="stephpage" xml:id="stephpage-72b" n="72b"/> ἐπαχθὴς φανεὶς καὶ βαρὺς οὐδὲν ὠφέλησεν. ὅθεν οὐχ ἁπλῶς ὁ Φοῖνιξ ἐνέβαλε τὰ περὶ αὑτὸν ἀτυχήματα, <pb xml:id="v.1.p.174"/> διʼ ὀργὴν ἐπιχειρήσαντος ἀνελεῖν τὸν πατέρα καὶ ταχὺ μεταγνόντος, <quote rend="blockquote"><l> ὡς μὴ πατροφόνος μετʼ Ἀχαιοῖσιν καλεοίμην, </l><note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true">Homer. I 461</note></quote> ἵνα μὴ δοκῇ νουθετεῖν ἐκεῖνον ὡς αὐτὸς ἀπαθὴς ὢν 
<milestone unit="tlnum" n="5"/> ὑπʼ ὀργῆς καὶ ἀναμάρτητος. ἐνδύεται γὰρ ἠθικῶς τὰ τοιαῦτα, καὶ μᾶλλον εἴκουσι τοῖς ὁμοιοπαθεῖν ἀλλὰ μὴ περιφρονεῖν δοκοῦσιν. ἐπεὶ δʼ οὔτε φῶς λαμπρὸν ὄμματι φλεγμαίνοντι προσοιστέον, οὔτʼ ἐμπαθὴς ψυχὴ παρρησίαν ἀναδέχεται καὶ νουθεσίαν 
<milestone unit="tlnum" n="10"/> 
<milestone unit="stephpage" xml:id="stephpage-72c" n="72c"/> ἄκρατον, ἐν τοῖς χρησιμωτάτοις ἐστὶ τῶν βοηθημάτων ὁ παραμιγνύμενος ἐλαφρὸς ἔπαινος, ὥσπερ ἐν τούτοις <quote rend="blockquote"><l> ὑμεῖς δʼ οὐκέτι καλὰ μεθίετε θούριδος ἀλκῆς </l><note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true">id. N 116</note><l>πάντες ἄριστοι ἐόντες ἀνὰ στρατόν. οὐδʼ ἂν ἔγωγε 
<milestone unit="tlnum" n="15"/> </l><l> ἀνδρὶ μαχεσσαίμην ὅστις πολέμοιο μεθείη </l><l>λυγρὸς ἐών· ὑμῖν δὲ νεμεσσῶμαι περὶ κῆρι </l></quote> καὶ <quote rend="blockquote"><l>Πάνδαρε, ποῦ τοι τόξον ἰδὲ πτερόεντες ὀιστοὶ </l><note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true">id. E 171</note><l> καὶ κλέος, ᾧ οὔ τίς τοι ἐρίζεται ἐνθάδε γʼ ἀνήρ;</l></quote> 
<milestone unit="tlnum" n="20"/> σφόδρα δʼ ἐμφανῶς ἀνακαλεῖται καὶ τὰ τοιαῦτα τοὺς ὑποφερομένους <quote rend="blockquote"><l> ὁ δʼ Οἰδίπους ποῦ καὶ τὰ κλείνʼ αἰνίγματα; </l><note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true">Eurip. Phoen. 168</note></quote> καὶ <quote rend="blockquote"><l> ὁ πολλὰ δὴ τλὰς Ἡρακλῆς λέγει τάδε; </l><note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true">id. Herc. f. 1250</note></quote> 
<milestone unit="tlnum" n="25"/> 
<milestone unit="stephpage" xml:id="stephpage-72d" n="72d"/> οὐ γὰρ μόνον ἀνίησι τοῦ ψόγου τὸ τραχὺ καὶ κολαστικόν,<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">κολαστικόν</foreign><foreign xml:lang="lat">scripsi</foreign>: <foreign xml:lang="grc">κελευστικόν</foreign></note> ἀλλὰ καὶ ζῆλον ἐμποιεῖ πρὸς ἑαυτὸν αἰδουμένῳ τὰ αἰσχρὰ τῇ τῶν καλῶν ὑπομνήσει καὶ <pb xml:id="v.1.p.175"/> παράδειγμα ποιουμένῳ τῶν βελτιόνων ἑαυτόν. ὅταν δʼ ἑτέρους οἷον ἥλικας ἢ πολίτας ἢ συγγενεῖς παραβάλλωμεν, ἄχθεται καὶ διαγριαίνεται τὸ φιλόνεικον τῆς κακίας, καὶ τοῦτο πολλάκις εἴωθεν ὑποφωνεῖν 
<milestone unit="tlnum" n="5"/> μετʼ ὀργῆς <q>τί οὖν οὐκ ἄπει πρὸς τοὺς ἐμοῦ κρείττονας, ἐμοὶ δὲ μὴ παρέχεις πράγματα;</q> φυλακτέον οὖν ἑτέρους<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">εΤέρους</foreign>] <foreign xml:lang="grc">τὸ ἑτέρους</foreign> R</note> ἐπαινεῖν παρρησιαζόμενον πρὸς ἑτέρους, ἂν μὴ νὴ Δία γονεῖς ὦσιν. ὡς Ἀγαμέμνων 
<milestone unit="stephpage" xml:id="stephpage-72e" n="72e"/> <quote rend="blockquote"><l> ἦ ὀλίγον οἱ παῖδα ἐοικότα γείνατο Τυδεύς, </l><note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true">Homer. E 800</note></quote> 
<milestone unit="tlnum" n="10"/> καὶ ὁ ἐν τοῖς Σκυρίοις Ὀδυσσεὺς <quote rend="blockquote"><l> σὺ δʼ, ὦ τὸ λαμπρὸν φῶς καταισχύνων γένους, </l><l> ξαίνεις, ἀρίστου πατρὸς Ἑλλήνων γεγώς;</l><note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true">Nauck. p. 653</note></quote> </p></div><div type="textpart" subtype="section" n="34"><p rend="indent">ἥκιστα δὲ προσήκει νουθετούμενον ἀντινουθετεῖν καὶ παρρησίᾳ παρρησίαν ἀντεκφέρειν· ταχὺ 
<milestone unit="tlnum" n="15"/> γὰρ ἐκκάει καὶ ποιεῖ διαφοράν, καὶ ὅλως οὐκ ἀντιπαρρησιαζομένου δόξειεν ἂν ἀλλὰ παρρησίαν μὴ 
<milestone unit="stephpage" xml:id="stephpage-72f" n="72f"/> φέροντος ὁ τοιοῦτος ὠθισμὸς εἶναι. βέλτιον οὖν ὑπομένειν τὸν νουθετεῖν δοκοῦντα φίλον· ἂν γὰρ ὕστερον αὐτὸς ἁμαρτάνῃ καὶ δέηται νουθεσίας, αὐτὸ 
<milestone unit="tlnum" n="20"/> τοῦτο τῇ παρρησίᾳ τρόπον τινὰ παρρησίαν δίδωσιν. ὑπομιμνῃσκόμενος γὰρ ἄνευ μνησικακίας ὅτι τοὺς φίλους καὶ αὐτὸς εἰώθει μὴ περιορᾶν ἁμαρτάνοντας ἀλλʼ ἐξελέγχειν καὶ διδάσκειν, μᾶλλον ἐνδώσει καὶ παραδέξεται τὴν ἐπανόρθωσιν, ὡς οὖσαν εὐνοίας καὶ 
<milestone unit="tlnum" n="25"/> χάριτος οὐ μέμψεως ἀνταπόδοσιν οὐδʼ ὀργῆς. 
<milestone unit="stephpage" xml:id="stephpage-73a" n="73a"/> </p></div><div type="textpart" subtype="section" n="35"><p rend="indent">ἔτι τοίνυν ὁ μὲν Θουκυδίδης<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">Θουκυδίδης</foreign>] II 64</note> φησὶν <q>ὅστις ἐπὶ μεγίστοις τὸ ἐπίφθονον λαμβάνει, ὀρθῶς <pb xml:id="v.1.p.176"/> βουλεύεται·</q> τῷ δὲ φίλῳ προσήκει τὸ ἐκ τοῦ νουθετεῖν ἐπαχθὲς ὑπὲρ μεγάλων ἀναδέχεσθαι καὶ σφόδρα διαφερόντων. ἂν δʼ ἐπὶ πᾶσι καὶ πρὸς πάντα δυσκολαίνῃ καὶ μὴ φιλικῶς ἀλλὰ παιδαγωγικῶς προσφέρηται 
<milestone unit="tlnum" n="5"/> τοῖς συνήθεσιν, ἀμβλὺς ἐν τοῖς μεγίστοις νουθετῶν ἔσται καὶ ἄπρακτος, ὥσπερ ἰατρὸς δριμὺ φάρμακον ἢ πικρὸν ἀναγκαῖον δὲ καὶ πολυτελὲς εἰς 
<milestone unit="stephpage" xml:id="stephpage-73b" n="73b"/> πολλὰ καὶ μικρὰ καὶ οὐκ ἀναγκαῖα διελὼν τῇ παρρησίᾳ κατακεχρημένος. αὐτὸς μὲν οὖν σφόδρα φυλάξεται 
<milestone unit="tlnum" n="10"/> τὸ συνεχὲς καὶ φιλαίτιον·<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">καὶ φιλαίτιον</foreign>] <foreign xml:lang="grc">τοῦ φιλαιτίου</foreign> R</note> ἑτέρου δὲ μικρολογουμένου περὶ πάντα καὶ παρασυκοφαντοῦντος ὥσπερ ἐνδόσιμον ἕξει πρὸς τὰ μείζονα τῶν ἁμαρτημάτων. καὶ γὰρ ἰατρὸς Φιλότιμος ἐμπύου τὸ ἧπαρ ἀνθρώπου δείξαντος αὐτῷ τὸν δάκτυλον ἡλκωμένον 
<milestone unit="tlnum" n="15"/> <q>οὐκ ἔστι σοι</q> εἶπεν <q>ὦ τᾶν περὶ παρωνυχίας ὁ λόγος.</q> οὐκοῦν καὶ τῷ φίλῳ δίδωσιν ὁ καιρὸς εἰπεῖν πρὸς τὸν ἐπὶ μικροῖς καὶ μηδενὸς ἀξίοις ἐγκαλοῦντα <q>τί παιδιὰς καὶ πότους καὶ φλυάρους λέγομεν; οὗτος, ὦ τᾶν, ἀποπεμψάσθω τὴν ἑταίραν 
<milestone unit="tlnum" n="20"/> ἢ παυσάσθω κυβεύων, καὶ τἄλλα θαυμαστὸς ἡμῖν 
<milestone unit="stephpage" xml:id="stephpage-73c" n="73c"/> ἄνθρωπός ἐστιν</q><note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">ἐστιν</foreign>] <foreign xml:lang="grc">ἔσται</foreign> H</note> ὁ γὰρ εἰς τὰ μικρὰ συγγνώμην λαβὼν οὐκ ἀηδῶς εἰς τὰ μείζονα τῷ φίλῳ παρρησίαν δίδωσιν· ὁ δʼ ἐγκείμενος ἀεὶ καὶ πανταχοῦ πικρὸς καὶ ἀτερπὴς καὶ πάντα γιγνώσκων καὶ πολυπραγμονῶν 
<milestone unit="tlnum" n="25"/> οὐδὲ παισὶν ἀνεκτὸς οὐδʼ ἀδελφοῖς, ἀλλὰ καὶ δούλοις ἀφόρητος. </p></div><div type="textpart" subtype="section" n="36"><p rend="indent">ἐπεὶ δʼ οὔτε τῷ γήρᾳ πάντα πρόσεστι κακὰ <pb xml:id="v.1.p.177"/> κατʼ Εὐριπίδην<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">Εὐριπίδην</foreign>] Phoen. 532</note> οὔτε τῇ τῶν φίλων ἀβελτερίᾳ, δεῖ μὴ μόνον ἁμαρτάνοντας ἀλλὰ καὶ κατορθοῦντας ἐπιτηρεῖν τοὺς φίλους, καὶ νὴ Δία προθύμως ἐπαινεῖν τὸ πρῶτον· εἶθʼ ὥσπερ ὁ σίδηρος πυκνοῦται τῇ 
<milestone unit="tlnum" n="5"/> 
<milestone unit="stephpage" xml:id="stephpage-73d" n="73d"/> περιψύξει καὶ δέχεται τὴν στόμωσιν ἀνεθεὶς πρῶτον ὑπὸ θερμότητος καὶ μαλακὸς γενόμενος, οὕτω τοῖς φίλοις διακεχυμένοις καὶ θερμοῖς οὖσιν ὑπὸ τῶν ἐπαίνων ὥσπερ βαφὴν ἀτρέμα τὴν παρρησίαν ἐπάγειν. δίδωσι γὰρ καιρὸς εἰπεῖν ἆρʼ ἄξιον ἐκεῖνα 
<milestone unit="tlnum" n="10"/> τούτοις παραβάλλειν; ὁρᾷς τὸ καλὸν οἵους καρποὺς ἀποδίδωσι; ταῦτʼ ἀπαιτοῦμεν οἱ φίλοι, ταῦτʼ ἐστὶν οἰκεῖα, πρὸς ταῦτα πέφυκας· ἐκεῖνα δʼ ἀποδιοπομπητέον <quote rend="blockquote"><l>εἰς ὄρος ἢ ἐς κῦμα πολυφλοίσβοιο θαλάσσης </l><note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true">Homer. Z 347</note></quote> 
<milestone unit="tlnum" n="15"/> ὡς γὰρ ἰατρὸς εὐγνώμων βούλοιτʼ ἂν ὕπνῳ καὶ τροφῇ μᾶλλον ἢ καστορίῳ καὶ σκαμωνίῳ τὸ νόσημα λῦσαι τοῦ κάμνοντος, οὕτω καὶ φίλος ἐπιεικὴς καὶ 
<milestone unit="stephpage" xml:id="stephpage-73e" n="73e"/> πατὴρ χρηστὸς καὶ διδάσκαλος ἐπαίνῳ μᾶλλον ἢ ψόγῳ χαίρει πρὸς ἐπανόρθωσιν ἤθους χρώμενος 
<milestone unit="tlnum" n="20"/> οὐδὲν γὰρ ἄλλο ποιεῖ τὸν παρρησιαζόμενον ἥκιστα λυπεῖν καὶ μάλιστα θεραπεύειν ἢ τὸ φειδόμενον ὀργῆς ἐν ἤθει καὶ μετʼ εὐνοίας προσφέρεσθαι τοῖς ἁμαρτάνουσιν. ὅθεν οὔτʼ ἀρνουμένους δεῖ πικρῶς ἐξελέγχειν οὔτε κωλύειν ἀπολογουμένους, ἀλλὰ καὶ 
<milestone unit="tlnum" n="25"/> προφάσεις εὐσχήμονας ἁμωσγέπως συνεκπορίζειν καὶ τῆς χείρονος αἰτίας ἀφισταμένοις<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">ἀφισταμένοις</foreign> Hauptius: <foreign xml:lang="grc">ἀφισταμένους</foreign> </note> αὐτοὺς ἐνδιδόναι μετριωτέραν, ὡς ὁ Ἕκτωρ <pb xml:id="v.1.p.178"/> <quote rend="blockquote"><l>δαιμόνιʼ, οὐ μὲν καλὰ χόλον τόνδʼ ἔνθεο θυμῷ </l><note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true">Homer. Z 326</note></quote> 
<milestone unit="stephpage" xml:id="stephpage-73f" n="73f"/> πρὸς τὸν ἀδελφόν, ὡς οὐκ ἀπόδρασιν οὐδὲ δειλίαν οὖσαν ἀλλʼ ὀργὴν τὴν ἐκ τῆς μάχης ἀναχώρησιν αὐτοῦ. καὶ πρὸς τὸν Ἀγαμέμνονα ὁ Νέστωρ 
<milestone unit="tlnum" n="5"/> <quote rend="blockquote"><l>σὺ δὲ σῷ μεγαλήτορι θυμῷ </l><note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true">id. I 109</note><l> εἴξας. </l></quote> ἠθικώτερον γὰρ οἶμαι τοῦ <q>ἠδίκησας</q> καὶ <q>ἠσχημόνησας</q> τὸ <q>οὐκ<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">τὸ οὐκ</foreign> R: <foreign xml:lang="grc">καὶ οὐκ</foreign> </note> ἐπέστησας</q> καὶ <q>ἠγνόησας</q><note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">καὶ ἠγνόησας</foreign> W: <foreign xml:lang="grc">τοῦ ἠγνόησας</foreign> </note>, καὶ τὸ <q>μὴ φιλονείκει πρὸς τὸν ἀδελφὸν</q> ἢ τὸ <q>μὴ φθόνει τῷ 
<milestone unit="tlnum" n="10"/> 
<milestone unit="stephpage" xml:id="stephpage-74a" n="74a"/> ἀδελφῷ</q> καὶ τὸ <q>φύγε τὴν γυναῖκα διαφθείρουσαν</q> ἢ τὸ <q>παῦσαι τὴν γυναῖκα διαφθείρων.</q> τοιοῦτον γὰρ ἡ θεραπευτικὴ παρρησία ζητεῖ τρόπον, ἡ δὲ πρακτικὴ<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">ἡ δὲ πρακτικὴ</foreign>] <foreign xml:lang="grc">ἡ δʼ ἐπακτικὴ</foreign>?</note> τὸν ἐναντίον. ὅταν γὰρ ἢ μέλλοντας ἁμαρτάνειν ἐκκροῦσαι δεήσῃ πρὸς<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">πρὸς</foreign><foreign xml:lang="lat">scripsi</foreign>: <foreign xml:lang="grc">ἢ πρὸς</foreign></note> ὁρμήν τινα βίαιον 
<milestone unit="tlnum" n="15"/> ἐνισταμένους<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">ἐνισταμένους</foreign><foreign xml:lang="lat">scripsi</foreign>: <foreign xml:lang="grc">ἱσταμένους</foreign></note> ἐξ ἐναντίας φερομένην ἢ πρὸς τὰ καλὰ μαλακῶς καὶ ἀπροθύμως ἔχοντας ἐντεῖναι καὶ παρορμῆσαι θελήσωμεν, εἰς αἰτίας δεῖ περιφέρειν ἀτόπους καὶ μὴ πρεπούσας τὸ γιγνόμενον. ὡς ὁ παρὰ Σοφοκλεῖ τὸν Ἀχιλλέα παροξύνων Ὀδυσσεὺς οὔ 
<milestone unit="tlnum" n="20"/> φησιν ὀργίζεσθαι διὰ τὸ δεῖπνον, ἀλλʼ 
<milestone unit="stephpage" xml:id="orgpage-74b" n="74b"/> <quote rend="blockquote"><l>ἤδη φησὶ τὰ Τροίας εἰσορῶν ἑδώλια </l><note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true">Nauck. p. 129</note><l> δέδοικας,</l></quote> καὶ πρὸς ταῦτα πάλιν τοῦ Ἀχιλλέως διαγανακτοῦντος καὶ ἀποπλεῖν λέγοντος 
<milestone unit="tlnum" n="25"/> <quote rend="blockquote"><l> ἐγᾦδʼ ὃ φεύγεις, οὐ τὸ μὴ κλύειν κακῶς, </l><l> ἀλλʼ ἐγγὺς Ἕκτωρ ἐστί· οὐ μένειν καλόν. </l></quote> <pb xml:id="v.1.p.179"/> τὸν μὲν οὖν θυμοειδῆ καὶ ἀνδρώδη δειλίας δόξῃ, τὸν δὲ σώφρονα καὶ κόσμιον ἀκολασίας, τὸν δʼ ἐλευθέριον καὶ μεγαλοπρεπῆ μικρολογίας καὶ φιλαργυρίας δεδιττόμενοι παρορμῶσι πρὸς τὰ καλὰ καὶ τῶν 
<milestone unit="tlnum" n="5"/> αἰσχρῶν ἀπελαύνουσι, μέτριοι μὲν ἐν τοῖς ἀνηκέστοις 
<milestone unit="stephpage" xml:id="stephpage-74c" n="74c"/> ἐξεταζόμενοι καὶ τὸ λυπούμενον καὶ τὸ συναλγοῦν πλέον ἐν τῷ παρρησιάζεσθαι τοῦ ψέγοντος ἔχοντες, ἐν δὲ ταῖς κωλύσεσι τῶν ἁμαρτανομένων καὶ πρὸς τὰ πάθη διαμάχαις σφοδροὶ καὶ ἀπαραίτητοι 
<milestone unit="tlnum" n="10"/> καὶ συνεχεῖς ὄντες οὗτος γὰρ ὁ καιρὸς εὐνοίας ἀθρύπτου καὶ παρρησίας ἀληθινῆς ἐστι. τῷ δὲ ψέγειν τὰ πραχθέντα καὶ τοὺς ἐχθροὺς κατʼ ἀλλήλων ὁρῶμεν χρωμένους, ὥσπερ Διογένης ἔλεγεν ὅτι τῷ μέλλοντι σῴζεσθαι δεῖ φίλους ἀγαθοὺς ἢ διαπύρους 
<milestone unit="tlnum" n="15"/> ἐχθροὺς ὑπάρχειν οἱ μὲν γὰρ διδάσκουσιν, οἱ δʼ ἐλέγχουσι. βέλτιον δὲ τὰς ἁμαρτίας φυλάττεσθαι τοῖς συμβουλεύουσι πειθόμενον ἢ μετανοεῖν 
<milestone unit="stephpage" xml:id="stephpage-74d" n="74d"/> ἁμαρτάνοντα διὰ τοὺς κακῶς λέγοντας. καὶ διὰ τοῦτο δεῖ καὶ περὶ τὴν παρρησίαν φιλοτεχνεῖν, ὅσῳ 
<milestone unit="tlnum" n="20"/> μέγιστόν ἐστι καὶ κράτιστον ἐν φιλίᾳ φάρμακον, εὐστοχίας τε καιροῦ μάλιστα καὶ κράσεως μέτρον ἐχούσης ἀεὶ δεομένη. </p></div><div type="textpart" subtype="section" n="37"><p rend="indent">ἐπεὶ τοίνυν, ὥσπερ εἴρηται, πολλάκις ἡ παρρησία τῷ θεραπευομένῳ λυπηρὰ πέφυκε, δεῖ μιμεῖσθαι 
<milestone unit="tlnum" n="25"/> τοὺς ἰατρούς οὔτε γὰρ ἐκεῖνοι τέμνοντες ἐν τῷ πονεῖν καὶ ἀλγεῖν καταλείπουσι τὸ πεπονθός, ἀλλʼ ἐνέβρεξαν προσηνῶς καὶ κατῃόνησαν, οὔθʼ οἱ νουθετοῦντες ἀστείως τὸ πικρὸν καὶ δηκτικὸν προσβαλόντες ἀποτρέχουσιν, ἀλλʼ ὁμιλίαις ἑτέραις καὶ 12· <pb xml:id="v.1.p.180"/> 
<milestone unit="stephpage" xml:id="stephpage-74e" n="74e"/> λόγοις ἐπιεικέσιν ἐκπραΰνουσι καὶ διαχέουσιν, ὥσπερ οἱ λιθοξόοι τὰ πληγέντα καὶ περικοπέντα τῶν ἀγαλμάτων ἐπιλεαίνοντες καὶ γανοῦντες. ὁ δὲ πληγεὶς μὲν τῇ παρρησίᾳ καὶ χαραχθείς, ἀφεθεὶς δὲ τραχὺς 
<milestone unit="tlnum" n="5"/> καὶ οἰδῶν καὶ ἀνώμαλος ὑπʼ ὀργῆς δυσανάκλητος αὖθίς ἐστι καὶ δυσπαρηγόρητος. διὸ καὶ τοῦτο δεῖ παραφυλάττειν ἐν τοῖς μάλιστα τοὺς νουθετοῦντας καὶ μὴ προαπολείπειν, μηδὲ ποιεῖσθαι πέρας ὁμιλίας καὶ συνουσίας τὸ λυποῦν καὶ παροξῦνον τοὺς 
<milestone unit="tlnum" n="10"/> συνήθεις. </p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>