<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0007.tlg070.perseus-grc2:21</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0007.tlg070.perseus-grc2:21</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0007.tlg070.perseus-grc2"><div type="textpart" subtype="section" n="21"><p rend="indent">ἐπὶ δὲ τὰς χρείας καὶ τὰς ὑπουργίας ἴωμεν ἤδη· καὶ γὰρ ἐν ταύταις πολλὴν ἀπεργάζεται σύγχυσιν 
<milestone unit="stephpage" xml:id="stephpage-62c" n="62c"/> καὶ ἀσάφειαν ὁ κόλαξ τῆς πρὸς τὸν φίλον διαφορᾶς, ἄοκνος δοκῶν εἶναι καὶ πρόθυμος ἐν πᾶσι καὶ ἀπροφάσιστος. ὁ μὲν γὰρ τοῦ φίλου τρόπος 
<milestone unit="tlnum" n="15"/> ὥσπερ ὁ τῆς ἀληθείας μῦθος ἁπλοῦς ἐστι κατʼ Εὐριπίδην<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">Εὐριπίδην</foreign>] Phoen. 472</note> καὶ ἀφελὴς καὶ ἄπλαστος, ὁ δὲ τοῦ κόλακος ὄντως <quote rend="blockquote"><l>νοσῶν ἐν αὑτῷ φαρμάκων δεῖται σοφῶν</l></quote> καὶ πολλῶν νὴ Δία καὶ περιττῶν. ὥσπερ οὖν ἐν 
<milestone unit="tlnum" n="20"/> ταῖς ἀπαντήσεσιν ὁ μὲν φίλος ἔστιν ὅτε μήτʼ εἰπὼν μήτʼ ἀκούσας μηδὲν ἀλλὰ προσβλέψας καὶ μειδιάσας τὸ εὐμενὲς καὶ τὸ οἰκεῖον ἔνδοθεν δοὺς ταῖς ὄψεσι 
<milestone unit="stephpage" xml:id="stephpage-62d" n="62d"/> καὶ δεξάμενος παρῆλθεν, ὁ δὲ κόλαξ τρέχει καταδιώκει δεξιοῦται πόρρωθεν, ἂν<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">ἂν</foreign>] <foreign xml:lang="grc">κὰν</foreign> H</note> προσαγορευθῇ πρότερον 
<milestone unit="tlnum" n="25"/> ὀφθείς, ἀπολογεῖται μετὰ μαρτύρων καὶ ὅρκων πολλάκις, οὕτως ἐν ταῖς πράξεσι πολλὰ παραλείπουσιν οἱ φίλοι τῶν μικρῶν, οὐκ ἐξακριβοῦντες οὐδὲ <pb xml:id="v.1.p.151"/> πολυπραγμονοῦντες οὐδέν, οὐδʼ ἑαυτοὺς εἰς πᾶσαν ὑπουργίαν ἐμβάλλοντες. ἀλλʼ ἐκεῖνος ἐνταῦθα συνεχὴς καὶ ἐνδελεχὴς καὶ ἄτρυτος, οὐ διδοὺς ἑτέρῳ τόπον οὐδὲ χώραν διακονίας, ἀλλὰ βουλόμενος κελεύεσθαι, 
<milestone unit="tlnum" n="5"/> κἂν μὴ κελευσθῇ, δακνόμενος, μᾶλλον δʼ ὅλως ἐξαθυμῶν καὶ ποτνιώμενος. </p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>