<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0007.tlg070.perseus-grc2:18</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0007.tlg070.perseus-grc2:18</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0007.tlg070.perseus-grc2"><div type="textpart" subtype="section" n="18"><p rend="indent">ἔτι δὲ τούτων ἕτεροι πανουργότεροι καὶ 
<milestone unit="tlnum" n="15"/> πρὸς ἡδονὴν χρῶνται τῷ παρρησιάζεσθαι καὶ ψέγειν. καθάπερ Ἆγις ὁ Ἀργεῖος, Ἀλεξάνδρου γελωτοποιῷ τινι μεγάλας δωρεὰς διδόντος, ὑπὸ φθόνου καὶ λύπης ἐξέκραγεν <q>ὢ τῆς πολλῆς ἀτοπίας,</q> ἐπιστρέψαντος δὲ τοῦ βασιλέως πρὸς αὐτὸν ὀργῇ καί <q>τί 
<milestone unit="tlnum" n="20"/> δὴ σὺ λέγεις;</q> εἰπόντος <q>ὁμολογῶ</q> φησὶν ἄχθεσθαι <q>καὶ ἀγανακτεῖν, ὁρῶν ὑμᾶς τοὺς ἐκ Διὸς γεγονότας 
<milestone unit="stephpage" xml:id="stephpage-60c" n="60c"/> ἅπαντας ὁμοίως κόλαξιν ἀνθρώποις καὶ καταγελάστοις χαίροντας· καὶ γὰρ Ἡρακλῆς Κέρκωψί τισι, καὶ Σειληνοῖς ὁ Διόνυσος ἐτέρπετο, καὶ παρὰ σοὶ 
<milestone unit="tlnum" n="25"/> τοιούτους ἰδεῖν ἔστιν εὐδοκιμοῦντας.</q> Τιβερίου δὲ Καίσαρος εἰς τὴν σύγκλητόν ποτε παρελθόντος εἷς τῶν κολάκων ἀναστὰς ἔφη δεῖν ἐλευθέρους ὄντας παρρησιάζεσθαι καὶ μηδὲν ὑποστέλλεσθαι μηδʼ <pb xml:id="v.1.p.146"/> ἀποσιωπᾶν τῶν συμφερόντων ἀνατείνας δὲ πάντας οὕτως, γενομένης αὐτῷ σιωπῆς καὶ τοῦ Τιβερίου προσέχοντος, <q>ἄκουσον</q> ἔφη <q>Καῖσαρ. ἅ σοι πάντες ἐγκαλοῦμεν, οὐδεὶς δὲ τολμᾷ φανερῶς λέγειν. ἀμελεῖς 
<milestone unit="tlnum" n="5"/> σεαυτοῦ καὶ προΐεσαι τὸ σῶμα καὶ κατατρύχεις ἀεὶ φροντίσι καὶ πόνοις ὑπὲρ ἡμῶν, οὔτε μεθʼ ἡμέραν 
<milestone unit="stephpage" xml:id="stephpage-60d" n="60d"/>οὔτε νυκτὸς ἀναπαυόμενος.</q> πολλὰ δʼ αὐτοῦ τοιαῦτα συνείροντος, εἰπεῖν φασι τὸν ῥήτορα Κάσσιον Σευῆρον <q>αὕτη τοῦτον ἡ παρρησία τὸν ἄνθρωπον 
<milestone unit="tlnum" n="10"/> ἀποκτενεῖ</q><note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">οὐκ ἀποκτενεῖ</foreign> Sauppius</note> </p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>