<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0007.tlg070.perseus-grc2:14</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0007.tlg070.perseus-grc2:14</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0007.tlg070.perseus-grc2"><div type="textpart" subtype="section" n="14"><p rend="indent">ἕτεροι τοίνυν, ὥσπερ οἱ ζωγράφοι τὰ φωτεινὰ καὶ λαμπρὰ τοῖς σκιεροῖς καὶ σκοτεινοῖς ἐπιτείνουσιν ἐγγὺς παρατιθεμένοις, οὕτω τῷ ψέγειν 
<milestone unit="tlnum" n="25"/> τἀναντία καὶ λοιδορεῖν ἢ διασύρειν καὶ καταγελᾶν λανθάνουσι τὰ προσόντα κακὰ τοῖς κολακευομένοις ἐπαινοῦντες καὶ τρέφοντες. σωφροσύνην τε γὰρ ὡς <pb xml:id="v.1.p.139"/> ἀγροικίαν ψέγουσιν ἐν ἀσώτοις, κἀν<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">κάν</foreign> scripsi: <foreign xml:lang="grc">καὶ</foreign> </note> πλεονέκταις καὶ κακούργοις καὶ πλουτοῦσιν ἀπὸ πραγμάτων 
<milestone unit="stephpage" xml:id="stephpage-57d" n="57d"/> αἰσχρῶν καὶ πονηρῶν αὐτάρκειάν τε<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">τε</foreign> H: <foreign xml:lang="grc">δὲ</foreign> </note> καὶ δικαιοσύνην ὡς ἀτολμίαν καὶ ἀρρωστίαν πρὸς τὸ πράττειν· 
<milestone unit="tlnum" n="5"/> ὅταν δὲ ῥᾳθύμοις σχολασταῖς καὶ τὰ μέσα φεύγουσι τῶν πόλεων ὁμιλῶσιν, οὐκ αἰσχύνονται πολιτείαν μὲν ἀλλοτριοπραγίαν ἐπίπονον, φιλοτιμίαν δὲ κενοδοξίαν ἄκαρπον ὀνομάζοντες. ἤδη δὲ καὶ ῥήτορος ἔστιν ὅτε κολακεία διασύρει φιλόσοφον, καὶ παρὰ 
<milestone unit="tlnum" n="10"/> γυναιξὶν ἀκολάστοις εὐδοκιμοῦσιν<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">εὐδοκιμοῦσιν οἱ</foreign> H: <foreign xml:lang="grc">εὐδοκιμοῦσι</foreign> </note> οἱ τὰς μονολεχεῖς καὶ φιλάνδρους ἀναφροδίτους καὶ ἀγροίκους ἀποκαλοῦντες. ὑπερβάλλει δὲ μοχθηρίᾳ τὸ μηδʼ ἑαυτῶν ἀπέχεσθαι τοὺς κόλακας. ὡς γὰρ οἱ παλαισταὶ τὸ σῶμα ποιοῦσι ταπεινόν, ὅπως ἑτέρους καταβάλωσιν 
<milestone unit="tlnum" n="15"/> 
<milestone unit="stephpage" xml:id="stephpage-57e" n="57e"/> , οὕτω τῷ ψέγειν ἑαυτοὺς εἰς τὸ θαυμάζειν τοὺς πλησίον ὑπορρέουσιν. ἀνδράποδόν <q>εἰμι δειλὸν ἐν θαλάσσῃ, πρὸς τοὺς πόνους ἀπαγορεύω, μαίνομαι κακῶς ἀκούσας ὑπʼ ὀργῆς ἀλλὰ τούτῳ</q> φησὶν <q>οὐδέν ἐστι δεινόν, οὐδὲν πονηρόν, ἀλλʼ ἴδιος 
<milestone unit="tlnum" n="20"/> ἄνθρωπος,<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">ἄνθρωπος</foreign> H</note> πάντα πράως φέρει, πάντʼ ἀλύπως.</q> ἂν δʼ ᾖ τις οἰόμενος πολὺν ἔχειν νοῦν καὶ βουλόμενος αὐστηρὸς εἶναι καὶ αὐθέκαστος ὑπὸ δή τινος ὀρθότητος ἀεὶ προβάλληται τὸ <quote rend="blockquote"><l>Τυδείδη, μήτʼ ἄρ με μάλʼ αἴνεε μήτε τι νείκει,</l><note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true">Homer, K 249</note></quote> 
<milestone unit="tlnum" n="25"/> 
<milestone unit="stephpage" xml:id="stephpage-57f" n="57f"/> οὐ ταύτῃ πρόσεισιν ὁ τεχνίτης κόλαξ, ἀλλʼ ἔστι τις ἑτέρα μηχανὴ πρὸς τὸν τοιοῦτον. ἥκει γὰρ αὐτῷ περὶ πραγμάτων ἰδίων ὡς δὴ φρονήσει περισσοτέρῳ <pb xml:id="v.1.p.140"/> συμβουλευσόμενος, καί φησι μᾶλλον μὲν ἑτέρους ἔχειν συνήθεις, ἐνοχλεῖν δʼ ἀναγκαίως ἐκείνῳ· ποῖ<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">ποῖ</foreign> H: <foreign xml:lang="grc">ποῦ</foreign> </note> <q>γὰρ καταφύγωμεν οἱ γνώμης δεόμενοι, τίνι δὲ πιστεύσωμεν;</q> εἶτʼ ἀκούσας ὅ τι ἂν εἴπῃ , χρησμὸν 
<milestone unit="tlnum" n="5"/> εἰληφέναι φήσας οὐ γνώμην ἄπεισιν. ἂν δὲ καὶ λόγων 
<milestone unit="stephpage" xml:id="stephpage-58a" n="58a"/> τινὸς ἐμπειρίας ὁρᾷ μεταποιούμενον, ἔδωκέ τι τῶν αὑτῷ γεγραμμένων, ἀναγνῶναι καὶ διορθῶσαι κελεύσας. Μιθριδάτῃ δὲ τῷ βασιλεῖ φιλιατροῦντι καὶ τεμεῖν ἔνιοι καὶ καῦσαι παρέσχον αὑτοὺς τῶν ἑταίρων, 
<milestone unit="tlnum" n="10"/> ἔργῳ κολακεύοντες οὐ λόγῳ· μαρτυρεῖσθαι γὰρ ἐμπειρίαν ἐδόκει πιστευόμενος ὑπʼ αὐτῶν. <quote rend="blockquote"><l> πολλαὶ μορφαὶ τῶν δαιμονίων,</l><note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true">Eurip. Alc. 1159 <foreign xml:lang="lat">et passim</foreign></note></quote> τὸ δὲ γένος τοῦτο τῶν ἀρνουμένων ἐπαίνων πανουργοτέρας δεόμενον εὐλαβείας ἐλεγκτέον ἐπίτηδες 
<milestone unit="tlnum" n="15"/> ἀτόπους ἐκτάττοντα<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">ἐκτάττοντα</foreign>] <foreign xml:lang="grc">πλάττοντα</foreign> Hirschigius</note> συμβουλίας καὶ ὑποθήκας, καὶ 
<milestone unit="stephpage" xml:id="stephpage-58b" n="58b"/> διορθώσεις ποιούμενον ἀλόγους. πρὸς μηδὲν γὰρ ἀντιλέγων, ἀλλὰ πᾶσι συνεπινεύων καὶ δεχόμενος<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">ἀποδεχόμενος ρ</foreign></note> 
<milestone unit="tlnum" n="20"/> πάντα καὶ βοῶν παρʼ ἕκαστον ὡς εὖ καὶ καλῶς, γίγνεται καταφανὴς <quote rend="blockquote"><l>σύνθημʼ ἐρωτῶν, ἄλλο μαστεύων χρέος,</l><note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true">Nauck. p. 297</note></quote> ἐπαινέσαι καὶ συνεπιτυφῶσαι βουλόμενος </p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>