<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0007.tlg070.perseus-grc2:13-15</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0007.tlg070.perseus-grc2:13-15</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0007.tlg070.perseus-grc2"><div type="textpart" subtype="section" n="13"><p rend="indent">διὸ φυλακτέον ἐστὶ μάλιστα τὸν κόλακα 
<milestone unit="tlnum" n="20"/> περὶ τοὺς ἐπαίνους. ὅπερ οὐδʼ αὐτὸν ἐκεῖνον λέληθεν, 
<milestone unit="stephpage" xml:id="stephpage-57a" n="57a"/> ἀλλὰ δεινὸς ὢν φυλάττεσθαι τὸ ὕποπτον, ἂν μὲν εὐπαρύφου τινὸς<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">τινὸς ἢ</foreign>] <foreign xml:lang="grc">τινὸς</foreign></note> ἢ ἀγροίκου λάβηται φορίνην παχεῖαν φέροντος, ὅλῳ τῷ μυκτῆρι χρῆται, καθάπερ ὁ Στρουθίας ἐμπεριπατῶν τῷ Βίαντι καὶ κατορχούμενος 
<milestone unit="tlnum" n="25"/> τῆς ἀναισθησίας αὐτοῦ τοῖς ἐπαίνοις <quote rend="blockquote"><l>Ἀλεξάνδρου<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">Ἀλεξάνδρου - πέπωκας</foreign> Menander apid Meinek. IV p. 152: <foreign xml:lang="grc">ἀλεξάνδρου τοῦ βασιλέως πλεέον πέπωκας</foreign> </note> πλέον </l><l> τοῦ βασιλέως πέπωκας</l></quote> <pb xml:id="v.1.p.138"/> καὶ <quote rend="blockquote"><l> γελῶ<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">γελῶ τὸ</foreign> Cobetus: <foreign xml:lang="grc">γέλωτι</foreign> </note> τὸ πρὸς τὸν Κύπριον ἐννοούμενος<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">ἐννοούμενος</foreign> id.: <foreign xml:lang="grc">ἐνηθούμενος</foreign> </note> </l><note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true">Meinek. IV p. 153</note></quote> τοὺς δὲ κομψοτέρους ὁρῶν ἐνταῦθα μάλιστα προσέχοντας αὐτῷ<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">αὐτῷ</foreign>] <foreign xml:lang="grc">αὐτοῖς</foreign> R</note> καὶ φυλαττομένους τὸ χωρίον τοῦτο 
<milestone unit="tlnum" n="5"/> καὶ τὸν τόπον οὐκ ἀπʼ εὐθείας ἐπάγει τὸν ἔπαινον, ἀλλʼ ἀπαγαγὼν πόρρω κυκλοῦται καὶ 
<milestone unit="stephpage" xml:id="stephpage-57b" n="57b"/> <quote rend="blockquote"><l> πρόσεισιν, οἷον ἀψοφητὶ θρέμματος</l></quote> ἐπιψαύων καὶ ἀποπειρώμενος. νῦν μὲν γὰρ ἑτέρων περὶ αὐτοῦ τινων ἐπαίνους ἀπαγγέλλει, καθάπερ οἱ 
<milestone unit="tlnum" n="10"/> ῥήτορες, ἀλλοτρίῳ προσχρώμενος προσώπῳ, ξένοις λέγων ἢ πρεσβυτέροις ἐν ἀγορᾷ μάλʼ ἡδέως παραγενέσθαι πολλὰ κἀγαθὰ μεμνημένοις αὐτοῦ καὶ θαυμάζουσι· νῦν δʼ αὖ πάλιν αἰτίας ἐλαφρὰς καὶ ψευδεῖς πλασάμενος καὶ συνθεὶς ἐπʼ αὐτόν, ὡς ἀκηκοὼς 
<milestone unit="tlnum" n="15"/> ἑτέρων ἀφῖκται μετὰ σπουδῆς, πυνθανόμενος ποῦ τοῦτʼ εἶπεν ἢ ποῦ τοῦτʼ ἔπραξεν. ἀρνουμένου δʼ, ὡς εἰκός, αὐτόθεν ἑλὼν<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">ἑλὼν</foreign> Courierus: <foreign xml:lang="grc">ἔχων</foreign> </note> ἐμβέβληκεν εἰς 
<milestone unit="stephpage" xml:id="stephpage-57c" n="57c"/> τοὺς ἐπαίνους τὸν ἄνθρωπον <q>ἐγὼ δʼ ἐθαύμαζον εἰ σὺ κακῶς τινα τῶν συνήθων εἶπας ὁ μηδὲ τοὺς 
<milestone unit="tlnum" n="20"/> ἐχθροὺς πεφυκώς, εἰ σὺ τοῖς ἀλλοτρίοις ἐπεχείρησας ὁ τοσαῦτα τῶν ἰδίων δωρούμενος</q> </p></div><div type="textpart" subtype="section" n="14"><p rend="indent">ἕτεροι τοίνυν, ὥσπερ οἱ ζωγράφοι τὰ φωτεινὰ καὶ λαμπρὰ τοῖς σκιεροῖς καὶ σκοτεινοῖς ἐπιτείνουσιν ἐγγὺς παρατιθεμένοις, οὕτω τῷ ψέγειν 
<milestone unit="tlnum" n="25"/> τἀναντία καὶ λοιδορεῖν ἢ διασύρειν καὶ καταγελᾶν λανθάνουσι τὰ προσόντα κακὰ τοῖς κολακευομένοις ἐπαινοῦντες καὶ τρέφοντες. σωφροσύνην τε γὰρ ὡς <pb xml:id="v.1.p.139"/> ἀγροικίαν ψέγουσιν ἐν ἀσώτοις, κἀν<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">κάν</foreign> scripsi: <foreign xml:lang="grc">καὶ</foreign> </note> πλεονέκταις καὶ κακούργοις καὶ πλουτοῦσιν ἀπὸ πραγμάτων 
<milestone unit="stephpage" xml:id="stephpage-57d" n="57d"/> αἰσχρῶν καὶ πονηρῶν αὐτάρκειάν τε<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">τε</foreign> H: <foreign xml:lang="grc">δὲ</foreign> </note> καὶ δικαιοσύνην ὡς ἀτολμίαν καὶ ἀρρωστίαν πρὸς τὸ πράττειν· 
<milestone unit="tlnum" n="5"/> ὅταν δὲ ῥᾳθύμοις σχολασταῖς καὶ τὰ μέσα φεύγουσι τῶν πόλεων ὁμιλῶσιν, οὐκ αἰσχύνονται πολιτείαν μὲν ἀλλοτριοπραγίαν ἐπίπονον, φιλοτιμίαν δὲ κενοδοξίαν ἄκαρπον ὀνομάζοντες. ἤδη δὲ καὶ ῥήτορος ἔστιν ὅτε κολακεία διασύρει φιλόσοφον, καὶ παρὰ 
<milestone unit="tlnum" n="10"/> γυναιξὶν ἀκολάστοις εὐδοκιμοῦσιν<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">εὐδοκιμοῦσιν οἱ</foreign> H: <foreign xml:lang="grc">εὐδοκιμοῦσι</foreign> </note> οἱ τὰς μονολεχεῖς καὶ φιλάνδρους ἀναφροδίτους καὶ ἀγροίκους ἀποκαλοῦντες. ὑπερβάλλει δὲ μοχθηρίᾳ τὸ μηδʼ ἑαυτῶν ἀπέχεσθαι τοὺς κόλακας. ὡς γὰρ οἱ παλαισταὶ τὸ σῶμα ποιοῦσι ταπεινόν, ὅπως ἑτέρους καταβάλωσιν 
<milestone unit="tlnum" n="15"/> 
<milestone unit="stephpage" xml:id="stephpage-57e" n="57e"/> , οὕτω τῷ ψέγειν ἑαυτοὺς εἰς τὸ θαυμάζειν τοὺς πλησίον ὑπορρέουσιν. ἀνδράποδόν <q>εἰμι δειλὸν ἐν θαλάσσῃ, πρὸς τοὺς πόνους ἀπαγορεύω, μαίνομαι κακῶς ἀκούσας ὑπʼ ὀργῆς ἀλλὰ τούτῳ</q> φησὶν <q>οὐδέν ἐστι δεινόν, οὐδὲν πονηρόν, ἀλλʼ ἴδιος 
<milestone unit="tlnum" n="20"/> ἄνθρωπος,<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">ἄνθρωπος</foreign> H</note> πάντα πράως φέρει, πάντʼ ἀλύπως.</q> ἂν δʼ ᾖ τις οἰόμενος πολὺν ἔχειν νοῦν καὶ βουλόμενος αὐστηρὸς εἶναι καὶ αὐθέκαστος ὑπὸ δή τινος ὀρθότητος ἀεὶ προβάλληται τὸ <quote rend="blockquote"><l>Τυδείδη, μήτʼ ἄρ με μάλʼ αἴνεε μήτε τι νείκει,</l><note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true">Homer, K 249</note></quote> 
<milestone unit="tlnum" n="25"/> 
<milestone unit="stephpage" xml:id="stephpage-57f" n="57f"/> οὐ ταύτῃ πρόσεισιν ὁ τεχνίτης κόλαξ, ἀλλʼ ἔστι τις ἑτέρα μηχανὴ πρὸς τὸν τοιοῦτον. ἥκει γὰρ αὐτῷ περὶ πραγμάτων ἰδίων ὡς δὴ φρονήσει περισσοτέρῳ <pb xml:id="v.1.p.140"/> συμβουλευσόμενος, καί φησι μᾶλλον μὲν ἑτέρους ἔχειν συνήθεις, ἐνοχλεῖν δʼ ἀναγκαίως ἐκείνῳ· ποῖ<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">ποῖ</foreign> H: <foreign xml:lang="grc">ποῦ</foreign> </note> <q>γὰρ καταφύγωμεν οἱ γνώμης δεόμενοι, τίνι δὲ πιστεύσωμεν;</q> εἶτʼ ἀκούσας ὅ τι ἂν εἴπῃ , χρησμὸν 
<milestone unit="tlnum" n="5"/> εἰληφέναι φήσας οὐ γνώμην ἄπεισιν. ἂν δὲ καὶ λόγων 
<milestone unit="stephpage" xml:id="stephpage-58a" n="58a"/> τινὸς ἐμπειρίας ὁρᾷ μεταποιούμενον, ἔδωκέ τι τῶν αὑτῷ γεγραμμένων, ἀναγνῶναι καὶ διορθῶσαι κελεύσας. Μιθριδάτῃ δὲ τῷ βασιλεῖ φιλιατροῦντι καὶ τεμεῖν ἔνιοι καὶ καῦσαι παρέσχον αὑτοὺς τῶν ἑταίρων, 
<milestone unit="tlnum" n="10"/> ἔργῳ κολακεύοντες οὐ λόγῳ· μαρτυρεῖσθαι γὰρ ἐμπειρίαν ἐδόκει πιστευόμενος ὑπʼ αὐτῶν. <quote rend="blockquote"><l> πολλαὶ μορφαὶ τῶν δαιμονίων,</l><note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true">Eurip. Alc. 1159 <foreign xml:lang="lat">et passim</foreign></note></quote> τὸ δὲ γένος τοῦτο τῶν ἀρνουμένων ἐπαίνων πανουργοτέρας δεόμενον εὐλαβείας ἐλεγκτέον ἐπίτηδες 
<milestone unit="tlnum" n="15"/> ἀτόπους ἐκτάττοντα<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">ἐκτάττοντα</foreign>] <foreign xml:lang="grc">πλάττοντα</foreign> Hirschigius</note> συμβουλίας καὶ ὑποθήκας, καὶ 
<milestone unit="stephpage" xml:id="stephpage-58b" n="58b"/> διορθώσεις ποιούμενον ἀλόγους. πρὸς μηδὲν γὰρ ἀντιλέγων, ἀλλὰ πᾶσι συνεπινεύων καὶ δεχόμενος<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">ἀποδεχόμενος ρ</foreign></note> 
<milestone unit="tlnum" n="20"/> πάντα καὶ βοῶν παρʼ ἕκαστον ὡς εὖ καὶ καλῶς, γίγνεται καταφανὴς <quote rend="blockquote"><l>σύνθημʼ ἐρωτῶν, ἄλλο μαστεύων χρέος,</l><note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true">Nauck. p. 297</note></quote> ἐπαινέσαι καὶ συνεπιτυφῶσαι βουλόμενος </p></div><div type="textpart" subtype="section" n="15"><p rend="indent">ἔτι τοίνυν ὥσπερ ἔνιοι τὴν ζωγραφίαν σιωπῶσαν ἀπεφήναντο ποιητικήν, οὕτως ἔστι τις κολακείας σιωπώσης ἔπαινος. ὥσπερ γὰρ οἱ θηρεύοντες 
<milestone unit="tlnum" n="25"/> ἂν μὴ τοῦτο ποιεῖν ἀλλʼ ὁδοιπορεῖν ἢ νέμειν ἢ γεωργεῖν δοκῶσι, μᾶλλον τὰ θηρευόμενα <pb xml:id="v.1.p.141"/> λανθάνουσιν, οὕτως οἱ κόλακες ἅπτονται μάλιστα τοῖς ἐπαίνοις, ὅταν ἐπαινεῖν μὴ δοκῶσιν ἀλλʼ ἕτερόν τι πράττειν. ὁ γὰρ ἕδρας εἴκων καὶ κλισίας ἐπιόντι 
<milestone unit="stephpage" xml:id="stephpage-58c" n="58c"/> καὶ λέγων πρὸς δῆμον ἢ βουλὴν ἂν αἴσθηταί τινα 
<milestone unit="tlnum" n="5"/> τῶν πλουσίων βουλόμενον εἰπεῖν, ἀποσιωπῶν μεταξὺ καὶ παραδιδοὺς τὸ βῆμα καὶ τὸν λόγον ἐνδείκνυται σιωπῶν μᾶλλον τοῦ βοῶντος ὅτι κρείττονα νομίζει καὶ διαφέροντα τῷ φρονεῖν ἐκεῖνον. ὅθεν ὁρᾶν ἔστιν αὐτοὺς ἕδρας τε τὰς πρώτας ἐν ἀκροάσεσι καὶ 
<milestone unit="tlnum" n="10"/> θεάτροις καταλαμβάνοντας, οὐχ ὅτι τούτων ἀξιοῦσιν αὑτούς, ἀλλʼ ὅπως ὑπεξιστάμενοι τοῖς πλουσίοις κολακεύωσι· καὶ λόγου κατάρχοντας ἐν συνόδοις καὶ συνεδρίοις, εἶτα παραχωροῦντας ὡς κρείττοσι καὶ 
<milestone unit="stephpage" xml:id="stephpage-58d" n="58d"/> μετατιθεμένους ῥᾷστα πρὸς τοὐναντίον, ἄνπερ ᾖ 
<milestone unit="tlnum" n="15"/> δυνατὸς ἢ πλούσιος ἢ ἔνδοξος ὁ ἀντιλέγων. ᾧ καὶ μάλιστα δεῖ τὰς τοιαύτας ὑποκατακλίσεις καὶ ἀναχωρήσεις ἐξελέγχειν, οὐκ ἐμπειρίαις οὐδʼ ἀρεταῖς οὐδʼ ἡλικίαις ὑφιεμένων ἀλλὰ πλούτοις καὶ δόξαις. Ἀπελλῆς μὲν γὰρ ὁ ζωγράφος, Μεγαβύζου παρακαθίσαντος 
<milestone unit="tlnum" n="20"/> αὐτῷ καὶ περὶ γραμμῆς τι καὶ σκιᾶς βουλομένου λαλεῖν, <q>ὁρᾷς</q> ἔφη <q>τὰ παιδάρια ταυτὶ τὰ τὴν μηλίδα τρίβοντα; πάνυ σοι προσεῖχε τὸν νοῦν σιωπῶντι, καὶ τὴν πορφύραν ἐθαύμαζε καὶ τὰ 
<milestone unit="stephpage" xml:id="stephpage-58e" n="58e"/> χρυσία· νῦν δέ σου καταγελᾷ περὶ ὧν οὐ μεμάθηκας 
<milestone unit="tlnum" n="25"/> ἀρξαμένου λαλεῖν</q> καὶ Σόλων, Κροίσου περὶ εὐδαιμονίας πυνθανομένου , Τέλλον τινὰ τῶν οὐκ ἐπιφανῶν Ἀθήνησι καὶ Κλέοβιν καὶ Βίτωνα ἀπέφηνεν εὐποτμοτέρους. οἱ δὲ κόλακες τοὺς βασιλεῖς καὶ πλουσίους καὶ ἄρχοντας οὐκ ὀλβίους μόνον καὶ <pb xml:id="v.1.p.142"/> μακαρίους ἀλλὰ καὶ φρονήσει καὶ τέχνῃ καὶ ἀρετῇ πάσῃ πρωτεύοντας ἀναγορεύουσιν. </p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>