<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0007.tlg070.perseus-grc2:11</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0007.tlg070.perseus-grc2:11</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0007.tlg070.perseus-grc2"><div type="textpart" subtype="section" n="11"><p rend="indent">ἐπεὶ δʼ ὥσπερ εἴρηται καὶ τὸ τῆς ἡδονῆς κοινόν ἐστι (χαίρει γὰρ οὐχ ἧττον τοῖς φίλοις ὁ χρηστὸς ἢ τοῖς κόλαξιν ὁ φαῦλος) φέρε καὶ τοῦτο διορίσωμεν. ἔστι δὲ διορισμὸς ἡ πρὸς τὸ τέλος ἀναφορὰ 
<milestone unit="stephpage" xml:id="stephpage-54e" n="54e"/> τῆς ἡδονῆς. σκόπει δʼ οὕτως. ἔνεστι μέν που 
<milestone unit="tlnum" n="10"/> τῷ μύρῳ τὸ εὐῶδες, ἔνεστι δʼ ἐν ἀντιδότῳ. διαφέρει δʼ ὅτι τοῦτο μὲν πρὸς ἡδονὴν καὶ πρὸς οὐδὲν ἕτερον γέγονεν, ἐκεῖ δὲ τὸ καθαῖρον ἢ τὸ θερμαῖνον ἢ τὸ σαρκοῦν τῆς δυνάμεως ἄλλως εὐῶδές ἐστι. πάλιν οἱ γραφεῖς ἀνθηρὰ. χρώματα καὶ βάμματα 
<milestone unit="tlnum" n="15"/> μιγνύουσιν, ἔστι δὲ καὶ τῶν ἰατρικῶν φαρμάκων ἔνια τὴν ὄψιν ἀνθηρὰ καὶ τὴν χρόαν οὐκ ἀπάνθρωπον ἔχοντα. τί τοίνυν διαφέρει; ἦ<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">ἦ</foreign> R: <foreign xml:lang="grc">ἢ</foreign> </note> δῆλον ὅτι τῷ τέλει τῆς χρείας διακρινοῦμεν. οὐκοῦν ὁμοίως 
<milestone unit="stephpage" xml:id="stephpage-54f" n="54f"/> αἱ μὲν τῶν φίλων χάριτες ἐπὶ καλῷ τινι καὶ ὠφελίμῳ 
<milestone unit="tlnum" n="20"/> τὸ εὐφραῖνον ὥσπερ ἐπανθοῦν ἔχουσιν, ἔστι δʼ ὅτε καὶ παιδιᾷ καὶ τραπέζῃ καὶ οἴνῳ καὶ νὴ Δία γέλωτι καὶ φλυάρῳ πρὸς ἀλλήλους οἷον ἡδύσμασιν ἐχρήσαντο τῶν καλῶν καὶ σπουδαίων. πρὸς ὃ δὴ καὶ λέλεκται τὸ 
<milestone unit="tlnum" n="25"/> <quote rend="blockquote"><l> μύθοισιν τέρποντο πρὸς ἀλλήλους ἐνέποντες</l><note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true">Homer. <foreign xml:lang="grc">Λ</foreign> 643</note></quote> καὶ τὸ οὐδέ κεν ἄλλο<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true">id. <foreign xml:lang="grc">δ</foreign> 178</note> ἄμμε διέκρινεν φιλέοντέ τε τερπομένω τε <pb xml:id="v.1.p.133"/> 
<milestone unit="stephpage" xml:id="stephpage-55a" n="55a"/> τοῦ δὲ κόλακος τοῦτʼ ἔργον ἐστὶ καὶ τέλος, ἀεί τινα παιδιὰν ἢ πρᾶξιν ἢ λόγον ἐφʼ ἡδονῇ καὶ πρὸς ἡδονὴν ὀψοποιεῖν καὶ καρυκεύειν. συνελόντι δʼ εἰπεῖν ὁ μὲν ἵνʼ ἡδὺς πάντα δεῖν οἴεται ποιεῖν, ὁ δʼ 
<milestone unit="tlnum" n="5"/> ἀεὶ ποιῶν ἃ δεῖ πολλάκις μὲν ἡδὺς πολλάκις δʼ ἀηδής ἐστιν, οὐ τοῦτο βουλόμενος, εἰ δὲ βέλτιον εἴη, μηδὲ τοῦτο φεύγων. ὥσπερ γὰρ ἰατρός, ἂν συμφέρῃ, κρόκον ἢ<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">ἢ</foreign> Duebnerus: <foreign xml:lang="grc">καὶ</foreign> </note> νάρδον ἐπέβαλε καὶ νὴ Δία πολλάκις ἔλουσε προσηνῶς καὶ ἔθρεψε φιλανθρώπως, 
<milestone unit="tlnum" n="10"/> ἔστι δʼ ὅπου ταῦτʼ ἐάσας καστόριον ἐνέσεισεν <quote rend="blockquote"><l>ἢ πόλιον βαρύοσμον ὃ δὴ ῥίγιστον ὄδωδεν </l><note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true">Nicander Ther. 64</note></quote> 
<milestone unit="stephpage" xml:id="stephpage-55b" n="55b"/> ἤ τινα ἐλλέβορον ἐκπιεῖν τρίψας ἠνάγκασεν, οὔτʼ ἐνταῦθα τὸ ἀηδὲς οὔτʼ ἐκεῖ τὸ ἡδὺ ποιούμενος τέλος ἀλλʼ ἐφʼ ἓν διʼ ἀμφοτέρων ἐπὶ τὸ συμφέρον 
<milestone unit="tlnum" n="15"/> ἄγων τὸν θεραπευόμενον, οὕτως ὁ φίλος ἔστι μὲν ὅτε σὺν ἐπαίνῳ καὶ χάριτι μεγαλύνων<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">μεγαλύνων</foreign> H: <foreign xml:lang="grc">μεγαλύνων ἀεὶ</foreign> </note> καὶ εὐφραίνων ἄγει πρὸς τὸ καλόν, ὥσπερ οὗτος 
<milestone unit="tlnum" n="20"/> <quote rend="blockquote">Τεῦκρε, φίλη κεφαλή, Τελαμώνιε, κοίρανε λαῶν, βάλλʼ οὕτωʼ</quote><note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true">Homer, <foreign xml:lang="grc">Θ</foreign> 281</note> <quote rend="blockquote"><l> πῶς ἂν ἔπειτʼ Ὀδυσῆος ἐγὼ θείοιο λαθοίμην;</l><note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true">id. K 243</note></quote> ὅπου δʼ αὖ πάλιν ἐπιστροφῆς δεῖται, λόγῳ δήκτῃ καὶ παρρησίᾳ κηδεμονικῇ καθαπτόμενος 
<milestone unit="stephpage" xml:id="stephpage-55c" n="55c"/> <quote rend="blockquote"><l>ἀφραίνεις, Μενέλαε διοτρεφές, οὐδὲ τί σε χρὴ </l><note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true">id. H 109</note><l><milestone unit="tlnum" n="25"/> ταύτης ἀφροσύνης </l></quote>ἔστι δʼ ὅπου καὶ τὸ ἔργον ἅμα τῷ λόγῳ συνῆψεν, ὡς Μενέδημος Ἀσκληπιάδου τοῦ φίλου τὸν υἱὸν <pb xml:id="v.1.p.134"/> ἄσωτον ὄντα καὶ ἄτακτον ἀποκλείων καὶ μὴ προσαγορεύων ἐσωφρόνισε, καὶ Βάτωνι<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">Βάτωνι</foreign> Meinekius: <foreign xml:lang="grc">βάτῳ</foreign> </note> τὴν σχολὴν ἀπεῖπεν Ἀρκεσίλαος, ὅτε πρὸς Κλεάνθην στίχον ἐποίησεν ἐν κωμῳδίᾳ, πείσαντος δὲ τὸν Κλεάνθην καὶ μεταμελομένου 
<milestone unit="tlnum" n="5"/> διηλλάγη. δεῖ γὰρ ὠφελοῦντα λυπεῖν τὸν φίλον, οὐ δεῖ δὲ λυποῦντα τὴν φιλίαν ἀναιρεῖν, ἀλλʼ ὡς φαρμάκῳ τῷ δάκνοντι χρῆσθαι, 
<milestone unit="stephpage" xml:id="stephpage-55d" n="55d"/>σῴζοντι καὶ φυλάττοντι τὸ θεραπευόμενον. ὅθεν ὥσπερ ἁρμονικὸς ὁ φίλος τῇ πρὸς τὸ καλὸν καὶ 
<milestone unit="tlnum" n="10"/> συμφέρον μεταβολῇ τὰ μὲν ἐνδιδοὺς ἃ δʼ ἐπιτείνων πολλάκις μὲν ἡδὺς ἀεὶ δʼ ὠφέλιμός ἐστι. ὁ δὲ κόλαξ ἀφʼ ἑνὸς διαγράμματος ἀεὶ τὸ ἡδὺ καὶ τὸ πρὸς χάριν εἰωθὼς ὑποκρέκειν οὔτʼ ἔργον οἶδεν ἀντιτεῖνον οὔτε ῥῆμα λυποῦν, ἀλλὰ μόνῳ παρέπεται 
<milestone unit="tlnum" n="15"/> τῷ βουλομένῳ, συνᾴδων ἀεὶ καὶ συμφθεγγόμενος ὥσπερ οὖν τὸν Ἀγησίλαον ὁ Ξενοφῶν ἡδέως ἐπαινεῖσθαί φησιν ὑπὸ τῶν καὶ ψέγειν ἐθελόντων, οὕτω δεῖ τὸ εὐφραῖνον καὶ χαριζόμενον ἡγεῖσθαι φιλικόν, ἂν καὶ λυπεῖν ποτε δύνηται καὶ ἀντιτείνειν, τὴν δὲ 
<milestone unit="tlnum" n="20"/> 
<milestone unit="stephpage" xml:id="stephpage-55e" n="55e"/> συνεχῆ ταῖς ἡδοναῖς καὶ τὸ πρὸς χάριν ἔχουσαν ἄκρατον ἀεὶ καὶ ἄδηκτον ὁμιλίαν ὑπονοεῖν, καὶ νὴ Δία τὸ τοῦ Λάκωνος ἔχειν πρόχειρον, ὃς ἐπαινουμένου Χαρίλλου τοῦ βασιλέως <q>πῶς οὗτος</q> ἔφη <q>χρηστός, ὃς οὐδὲ τοῖς πονηροῖς πικρός ἐστι;</q> </p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>