<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0007.tlg070.perseus-grc2:10</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0007.tlg070.perseus-grc2:10</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0007.tlg070.perseus-grc2"><div type="textpart" subtype="section" n="10"><p rend="indent">οὐ μὴν ἀλλὰ ταῦτα μὲν εἰς τὸν οἰκεῖον ἀναθώμεθα τοῦ λόγου τόπον· ἐκεῖνο δὲ μὴ παρῶμεν ἐν ταῖς μιμήσεσι τὸ σόφισμα τοῦ κόλακος, ὅτι κἂν 
<milestone unit="stephpage" xml:id="stephpage-54c" n="54c"/> τῶν καλῶν τι μιμῆται τοῦ κολακευομένου, διαφυλάττει 
<milestone unit="tlnum" n="10"/> τὴν ὑπεροχὴν ἐκείνῳ. τοῖς μὲν γὰρ ἀληθῶς φίλοις οὔτε ζῆλος οὐδείς ἐστι πρὸς ἀλλήλους οὔτε φθόνος, ἀλλὰ κἂν ἴσον ἔχωσιν ἐν τῷ κατορθοῦν κἂν ἔλαττον, ἀνεπαχθῶς καὶ μετρίως φέρουσιν. ὁ δὲ κόλαξ ἀεὶ μνημονεύων τοῦ τὰ δεύτερα λέγειν 
<milestone unit="tlnum" n="15"/> ὑφίεται τῇ ὁμοιότητι τῆς ἰσότητος, ἡττᾶσθαι πανταχοῦ καὶ ἀπολείπεσθαι πλὴν τῶν φαύλων ὁμολογῶν. ἐν δὲ τοῖς φαύλοις οὐ παρίησι τὸ πρωτεῖον, ἀλλά φησιν, ἂν ἐκεῖνος δύσκολος, αὑτὸν εἶναι μελαγχολικὸν ἂν ἐκεῖνος δεισιδαίμων, αὑτὸν θεοφόρητον· 
   <milestone unit="tlnum" n="20"/> ἐρᾶν ἐκεῖνον, μαίνεσθαι δʼ αὑτόν. <q>ἀκαίρως </q>
<milestone unit="stephpage" xml:id="stephpage-54d" n="54d"/> φησὶν <q>ἐγέλας, ἐγὼ δʼ ἐξέθνῃσκον ὑπὸ τοῦ γέλωτος.</q> ἀλλʼ ἔν γε τοῖς χρηστοῖς τοὐναντίον. αὐτός φησι ταχέως τρέχειν, ἵπτασθαι δʼ ἐκεῖνον· αὐτὸς ἱππεύειν ἐπιεικῶς, <q>ἀλλὰ τί πρὸς τὸν ἱπποκένταυρον 
   <milestone unit="tlnum" n="25"/> τοῦτον; εὐφυής εἰμι ποιητὴς καὶ στίχον οὐ φαυλότατον γράφω, <quote rend="blockquote"><l> βροντᾶν δʼ οὐκ ἐμὸν ἀλλὰ Διός.</l><note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true">Bergk. 3 p. 736</note></quote></q> <pb xml:id="v.1.p.132"/> ἅμα γὰρ αὐτοῦ δοκεῖ καὶ τὴν προαίρεσιν ἀποφαίνειν καλὴν μιμούμενος καὶ τὴν δύναμιν ἀνέφικτον ἡττώμενος. ἐν μὲν οὖν ταῖς ἐξομοιώσεσι τοιαῦταί τινὲς εἰσιν αἱ τοῦ κόλακος διαφοραὶ πρὸς τὸν φίλον. 
<milestone unit="tlnum" n="5"/> </p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>