<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0007.tlg070.perseus-grc2:1</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0007.tlg070.perseus-grc2:1</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0007.tlg070.perseus-grc2"><div type="textpart" subtype="section" n="1"><p rend="indent"><milestone unit="stephpage" xml:id="stephpage-48e" n="48e"/> τῷ σφόδρα φιλεῖν ἑαυτόν, ὦ Ἀντίοχε Φιλόπαππε , φάσκοντι συγγνώμην μὲν ἅπαντας ὁ Πλάτων<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">Πλάτων</foreign>] Legg. p. 731 d e</note> 
<milestone unit="stephpage" xml:id="stephpage-48f" n="48f"/> διδόναι φησί, κακίαν δὲ σὺν πολλαῖς; ἄλλαις ἐγγίγνεσθαι μεγίστην, ὑφʼ ἧς οὐκ ἔστιν αὑτοῦ κριτὴν 
<milestone unit="tlnum" n="5"/> δίκαιον οὐδʼ ἀδέκαστον εἶναι· <q>τυφλοῦται γὰρ τὸ φιλοῦν περὶ τὸ φιλούμενον</q> ἂν μή τις μαθὼν ἐθισθῇ τὰ καλὰ τιμᾶν καὶ διώκειν μᾶλλον ἢ τὰ συγγενῆ καὶ οἰκεῖα. τοῦτο τῷ κόλακι πολλὴν μεταξὺ τῆς φιλίας εὐρυχωρίαν δίδωσιν, ὁρμητήριον ἐφʼ 
<milestone unit="tlnum" n="10"/> ἡμᾶς εὐφυὲς ἔχοντι τὴν φιλαυτίαν, διʼ ἣν αὐτὸς 
<milestone unit="stephpage" xml:id="stephpage-49a" n="49a"/> αὑτοῦ κόλαξ ἕκαστος ὢν πρῶτος καὶ μέγιστος οὐ χαλεπῶς προσίεται τὸν ἔξωθεν ὧν οἴεται καὶ βούλεται. μάρτυν ἅμʼ αὐτῷ καὶ βεβαιωτὴν προσγιγνόμενον. ὁ γὰρ λοιδορούμενος φιλοκόλαξ σφόδρα 
<milestone unit="tlnum" n="15"/> φίλαυτός ἐστι, διʼ εὔνοιαν ἑαυτῷ πάντα μὲν ὑπάρχειν βουλόμενος πάντα δʼ οἰόμενος ὧν ἡ μὲν βούλησις οὐκ ἄτοπος ἡ δʼ οἴησις ἐπισφαλὴς καὶ δεομένη <pb xml:id="v.1.p.119"/> πολλῆς εὐλαβείας. εἰ δὲ δὴ θεῖον ἡ ἀλήθεια καὶ <q>πάντων μὲν ἀγαθῶν θεοῖς πάντων δʼ ἀνθρώποις</q> 
<milestone unit="stephpage" xml:id="stephpage-49b" n="49b"/> ἀρχὴ κατὰ Πλάτωνα,<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">Πλάτωνα</foreign>] Legg. p. 730 c</note> κινδυνεύει θεοῖς ἐχθρὸς ὁ κόλαξ εἶναι , τῷ δὲ Πυθίῳ διαφερόντως. ἀντιτάττεται 
<milestone unit="tlnum" n="5"/> γὰρ ἀεὶ πρὸς τὸ <q>γνῶθι σαυτόν,</q> ἀπάτην ἑκάστῳ πρὸς ἑαυτὸν ἐμποιῶν καὶ ἄγνοιαν ἑαυτοῦ καὶ τῶν περὶ αὑτὸν ἀγαθῶν καὶ κακῶν, τὰ μὲν ἐλλιπῆ καὶ ἀτελῆ τὰ δʼ ὅλως ἀνεπανόρθωτα ποιῶν. </p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>