<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0007.tlg069.perseus-grc2:1-18</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0007.tlg069.perseus-grc2:1-18</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0007.tlg069.perseus-grc2"><div type="textpart" subtype="section" n="1"><p rend="indent"><milestone unit="stephpage" xml:id="stephpage-37c" n="37c"/> τὴν γενομένην μοι σχολὴν περὶ τοῦ ἀκούειν, ὦ Νίκανδρε, ἀπέσταλκά σοι γράψας, ὅπως εἰδῇς τοῦ πείθοντος ὀρθῶς ἀκούειν, ὅτε τῶν προσταττόντων ἀπήλλαξαι τὸ ἀνδρεῖον ἀνειληφὼς ἱμάτιον.
 <milestone unit="tlnum" n="5"/> ἀναρχία μὲν γάρ, ἣν ἔνιοι τῶν νέων ἐλευθερίαν
 <milestone unit="stephpage" xml:id="stephpage-37d" n="37d"/> ἀπαιδευσίᾳ νομίζουσι, χαλεπωτέρους ἐκείνων τῶν ἐν παισὶ διδασκάλων καὶ παιδαγωγῶν δεσπότας ἐφίστησι τὰς ἐπιθυμίας ὥσπερ ἐκ δεσμῶν λυθείσας· καὶ καθάπερ Ἡρόδοτός<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">Ἡρόδοτος</foreign>] I 8</note> φησιν ἅμα τῷ χιτῶνι συνεκδύεσθαι
 <milestone unit="tlnum" n="10"/> τὴν αἰδῶ τὰς γυναῖκας, οὕτως ἔνιοι τῶν νέων ἅμα τῷ τὸ παιδικὸν ἱμάτιον ἀποθέσθαι συναποθέμενοι τὸ αἰδεῖσθαι καὶ φοβεῖσθαι καὶ λύσαντες τὴν κατασχηματίζουσαν αὐτοὺς περιβολὴν εὐθὺς ἐμπίπλανται τῆς ἀναγωγίας. σὺ δὲ πολλάκις ἀκηκοὼς
 <milestone unit="tlnum" n="15"/> ὅτι ταὐτόν ἐστι τὸ ἕπεσθαι θεῷ καὶ τὸ πείθεσθαι λόγῳ, νόμιζε τὴν εἰς ἄνδρας ἐκ παίδων ἀγωγὴν
 <milestone unit="stephpage" xml:id="stephpage-37e" n="37e"/> οὐκ ἀρχῆς εἶναι τοῖς εὖ φρονοῦσιν ἀποβολήν, ἀλλὰ μεταβολὴν ἄρχοντος, ἀντὶ μισθωτοῦ τινος ἢ ἀργυρωνήτου θεῖον ἡγεμόνα τοῦ βίου λαμβάνουσι τὸν λόγον, ᾧ τοὺς ἑπομένους ἄξιόν ἐστι μόνους ἐλευθέρους <pb xml:id="v.1.p.92"/> νομίζειν. μόνοι γὰρ ἃ δεῖ βούλεσθαι μαθόντες, ὡς βούλονται ζῶσι· ταῖς δʼ ἀπαιδεύτοις καὶ παραλόγοις ὁρμαῖς καὶ πράξεσιν ἀγεννὲς ἔνεστι καὶ μικρὸν ἐν πολλῷ τῷ μετανοοῦντι τὸ ἑκούσιον.
 <milestone unit="tlnum" n="5"/> </p></div><div type="textpart" subtype="section" n="2"><p rend="indent">ἐπεὶ δʼ ὥσπερ τῶν ἐγγραφομένων εἰς τὰς πολιτείας οἱ μὲν ἀλλοδαποὶ καὶ ξένοι κομιδῇ πολλὰ
 <milestone unit="stephpage" xml:id="stephpage-37f" n="37f"/> μέμφονται καὶ δυσκολαίνουσι τῶν γιγνομένων, οἱ δʼ ἐκ μετοίκων σύντροφοι καὶ συνήθεις τῶν νόμων ὄντες οὐ χαλεπῶς προσδέχονται τὰ ἐπιβάλλοντα καὶ
 <milestone unit="tlnum" n="10"/> στέργουσιν, οὕτω σε δεῖ<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">οὕτω σε δεῖ</foreign> Duebnerus <foreign xml:lang="grc">οὕτως ἔδει</foreign> </note> πολὺν χρόνον ἐν φιλοσοφίᾳ παρατρεφόμενον καὶ πᾶν μάθημα καὶ ἄκουσμα παιδικὸν ἀπʼ ἀρχῆς ἐθισθέντα προσφέρεσθαι λόγῳ φιλοσόφῳ μεμιγμένον, εὐμενῆ καὶ οἰκεῖον ἥκειν εἰς φιλοσοφίαν, ἣ μόνη τὸν ἀνδρεῖον καὶ τέλειον ὡς
 <milestone unit="tlnum" n="15"/> ἀληθῶς ἐκ λόγου τοῖς νέοις περιτίθησι κόσμον. Οὐκ ἂν ἀηδῶς οἶμαί<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">οἶμαι</foreign><foreign xml:lang="lat">scripsi:</foreign><foreign xml:lang="grc">δʼ οἶμαι</foreign></note> σε προακοῦσαι<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">προακοῦσαι</foreign> Madvigius: <foreign xml:lang="grc">προσακοῦσαι</foreign> </note> περὶ τῆς ἀκουστικῆς
 <milestone unit="stephpage" xml:id="stephpage-38a" n="38a"/> αἰσθήσεως, ἣν ὁ Θεόφραστος παθητικωτάτην εἶναί φησι πασῶν. οὔτε γὰρ ὁρατὸν οὐδὲν οὔτε γευστὸν οὔτε ἁπτὸν ἐκστάσεις ἐπιφέρει καὶ ταραχὰς καὶ
 <milestone unit="tlnum" n="20"/> πτοίας τηλικαύτας ἡλίκαι καταλαμβάνουσι τὴν ψυχὴν κτύπων τινῶν καὶ πατάγων καὶ ἤχων τῇ ἀκοῇ προσπεσόντων. ἔστι δὲ λογικωτέρα μᾶλλον ἢ παθητικωτέρα. τῇ μὲν γὰρ κακίᾳ πολλὰ χωρία καὶ μέρη τοῦ σώματος παρέχει διʼ αὐτῶν ἐνδῦσαν ἅψασθαι τῆς
 <milestone unit="tlnum" n="25"/> ψυχῆς, τῇ δʼ ἀρετῇ μία λαβὴ τὰ ὦτα τῶν νέων
 <milestone unit="stephpage" xml:id="stephpage-38b" n="38b"/> ἐστίν, ἂν ᾖ<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">ἂν ᾖ</foreign>] <foreign xml:lang="grc">ἂν</foreign> R</note> καθαρὰ καὶ ἄθρυπτα κολακείᾳ καὶ λόγοις ἄθικτα φαύλοις ἀπʼ ἀρχῆς φυλάττηται. διὸ καὶ <pb xml:id="v.1.p.93"/> Ξενοκράτης τοῖς παισὶ μᾶλλον τοῖς ἀθληταῖς ἐκέλευε περιάπτειν ἀμφωτίδας, ὡς ἐκείνων μὲν τὰ ὦτα ταῖς πληγαῖς, τούτων δὲ τοῖς λόγοις τὰ ἤθη διαστρεφομένων, οὐκ ἀνηκοΐαν οὐδὲ κωφότητα προμνώμενος,
 <milestone unit="tlnum" n="5"/> ἀλλὰ τῶν λόγων τοὺς φαύλους φυλάττεσθαι παραινῶν, πρὶν ἑτέρους χρηστούς, ὥσπερ φύλακας ἐντραφέντας ὑπὸ φιλοσοφίας τῷ ἤθει , τὴν μάλιστα κινουμένην αὐτοῦ καὶ ἀναπειθομένην χώραν κατασχεῖν. καὶ Βίας ὁ παλαιὸς Ἀμάσιδι, κελευσθεὶς τὸ
 <milestone unit="tlnum" n="10"/> χρηστότατον ὁμοῦ καὶ φαυλότατον ἐκπέμψαι κρέας τοῦ ἱερείου, τὴν γλῶτταν ἐξελὼν ἀπέπεμψεν, ὡς καὶ βλάβας καὶ ὠφελείας τοῦ λέγειν ἔχοντος μεγίστας.
 <milestone unit="stephpage" xml:id="stephpage-38c" n="38c"/> οἵ τε πολλοὶ τὰ μικρὰ παιδία καταφιλοῦντες αὐτοὶ τε τῶν ὤτων ἅπτονται κἀκεῖνα τοῦτο ποιεῖν κελεύουσιν,
 <milestone unit="tlnum" n="15"/> αἰνιττόμενοι μετὰ παιδιᾶς ὅτι δεῖ φιλεῖν μάλιστα τοὺς διὰ τῶν ὤτων ὠφελοῦντας. ἐπεὶ ὅτι γε πάσης ἀκροάσεως ἀπειργόμενος ὁ νέος καὶ λόγου μηδενὸς γευόμενος οὐ μόνον ἄκαρπος ὅλως καὶ ἀβλαστὴς διαμένει<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">διαμενεῖ</foreign> Madvigius: <foreign xml:lang="grc">διαμένει</foreign> </note> πρὸς ἀρετήν, ἀλλὰ καὶ διαστρέφοιτʼ
 <milestone unit="tlnum" n="20"/> ἂν πρὸς κακίαν, ὥσπερ ἐκ χώρας ἀκινήτου καὶ ἀργῆς ἄγρια πολλὰ τῆς ψυχῆς ἀναδιδούς, δῆλόν ἐστι. τὰς γὰρ ἐφʼ ἡδονὴν ὁρμὰς καὶ πρὸς πόνον
 <milestone unit="stephpage" xml:id="stephpage-38d" n="38d"/> ὑποψίας οὐ θυραίους οὐδʼ ὑπὸ λόγων ἐπεισάκτους, ἀλλʼ ὥσπερ αὐτόχθονας οὔσας μυρίων παθῶν καὶ
 <milestone unit="tlnum" n="25"/> νοσημάτων πηγάς ἂν ἐᾷ τις ἀφέτους ᾗ πεφύκασι χωρεῖν καὶ μὴ λόγοις χρηστοῖς ἀφαιρῶν ἢ παρατρέπων καταρτύῃ τὴν φύσιν, οὐκ ἔστιν ὃ τῶν θηρίων οὐκ ἂν ἡμερώτερον ἀνθρώπου φανείη. <pb xml:id="v.1.p.94"/> </p></div><div type="textpart" subtype="section" n="3"><p rend="indent">διὸ δὴ μεγάλην μὲν ὠφέλειαν οὐκ ἐλάττω δὲ κίνδυνον τοῖς νέοις τοῦ ἀκούειν ἔχοντος, οἶμαι καλῶς ἔχειν καὶ πρὸς αὑτὸν ἀεὶ καὶ πρὸς ἕτερον
 <milestone unit="stephpage" xml:id="stephpage-38e" n="38e"/> διαλέγεσθαι περὶ τοῦ ἀκούειν. ἐπεὶ καὶ τούτῳ κακῶς
 <milestone unit="tlnum" n="5"/> τοὺς πλείστους χρωμένους ὁρῶμεν; οἳ λέγειν ἀσκοῦσι πρὶν ἀκούειν ἐθισθῆναι· καὶ λόγων μὲν οἴονται μάθησιν εἶναι καὶ μελέτην, ἀκροάσει δὲ καὶ τοὺς ὁπωσοῦν χρωμένους ὠφελεῖσθαι. καίτοι τοῖς μὲν σφαιρίζουσιν ἅμα τοῦ βαλεῖν καὶ τοῦ λαβεῖν τὴν
 <milestone unit="tlnum" n="10"/> σφαῖραν ἡ μάθησις· ἐν δὲ τῇ τοῦ λόγου χρείᾳ τὸ δέξασθαι καλῶς τοῦ προέσθαι πρότερόν ἐστιν, ὥσπερ τοῦ τεκεῖν τὸ συλλαβεῖν καὶ κατασχεῖν τι τῶν γονίμων. ταῖς μὲν οὖν ὄρνισι τὰς ὑπηνεμίους λοχείας καὶ ὠδῖνας ἀτελῶν τινων καὶ ἀψύχων ὑπολειμμάτων
 <milestone unit="tlnum" n="15"/> ἀρχὰς λέγουσιν εἶναι· τῶν δʼ ἀκούειν μὴ δυναμένων
 <milestone unit="stephpage" xml:id="stephpage-38f" n="38f"/> νέων μηδʼ ὠφελεῖσθαι διʼ ἀκοῆς ἐθισθέντων ὑπηνέμιος ὄντως ὁ λόγος ἐκπίπτων <quote rend="blockquote"><l>ἀκλειὴς ἀίδηλος ὑπαὶ νεφέεσσι κεδάσθη</l></quote> τὰ μὲν γὰρ ἀγγεῖα πρὸς τὴν ὑποδοχὴν τῶν ἐγχεομένων
 <milestone unit="tlnum" n="20"/> ἐπικλίνουσι καὶ συνεπιστρέφουσιν, ἵνʼ ἔγχυσις ἀληθῶς, μὴ ἔκχυσις γένηται, αὑτοὺς δὲ τῷ λέγοντι παρέχειν καὶ, συναρμόττειν τῇ προσοχῇ τὴν ἀκρόασιν, ὡς μηδὲν ἐκφύγῃ<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">ἐκ́φύγῃ</foreign> H: <foreign xml:lang="grc">ἐκφύγοι</foreign> </note> τῶν χρησίμως λεγομένων, οὐ μανθάνουσιν, ἀλλʼ ὃ πάντων καταγελαστότατόν ἐστιν,
 <milestone unit="tlnum" n="25"/>
 <milestone unit="stephpage" xml:id="stephpage-39a" n="39a"/> ἂν μέν τινι προστύχωσι διηγουμένῳ δεῖπνον ἢ πομπὴν ἢ ὄνειρον ἢ λοιδορίαν γεγενημένην αὐτῷ πρὸς ἄλλον, ἀκροῶνται σιωπῇ καὶ προσλιπαροῦσιν ἂν δέ τις αὐτοὺς ἐπισπασάμενος διδάσκῃ τι τῶν χρησίμων <pb xml:id="v.1.p.95"/> ἢ παραινῇ τῶν δεόντων ἢ νουθετῇ πλημμελοῦντας ἢ καταπραΰνῃ χαλεπαίνοντας, οὐχ ὑπομένουσιν, ἀλλʼ ἂν μὲν δύνωνται, περιγενέσθαι φιλοτιμούμενοι διαμάχονται πρὸς τὸν λόγον· εἰ δὲ μή, φεύγοντες
 <milestone unit="tlnum" n="5"/> ἀπίασι πρὸς ἑτέρους λόγους καὶ φλυάρους, ὡς ἀγγεῖα φαῦλα καὶ σαθρὰ τὰ ὦτα πάντων μᾶλλον ἢ
 <milestone unit="stephpage" xml:id="stephpage-39b" n="39b"/> τῶν ἀναγκαίων ἐμπιπλάντες. τοὺς μὲν οὖν ἵππους οἱ καλῶς τρέφοντες εὐστόμους τῷ χαλινῷ, τοὺς δὲ παῖδας εὐηκόους τῷ λόγῳ παρέχουσι, πολλὰ μὲν
 <milestone unit="tlnum" n="10"/> ἀκούειν μὴ πολλὰ δὲ λέγειν διδασκομένους. καὶ γὰρ τὸν Ἐπαμεινώνδαν ὁ Σπίνθαρος ἐπαινῶν ἔφη μήτε πλείονα γιγνώσκοντι μήτʼ ἐλάττονα φθεγγομένῳ ῥᾳδίως ἐντυχεῖν ἑτέρῳ. καὶ τὴν φύσιν ἡμῶν ἑκάστῳ λέγουσι δύο μὲν ὦτα δοῦναι, μίαν δὲ γλῶτταν, ὡς
 <milestone unit="tlnum" n="15"/> ἐλάττονα λέγειν ἢ ἀκούειν ὀφείλοντι. </p></div><div type="textpart" subtype="section" n="4"><p rend="indent">πανταχοῦ μὲν οὖν τῷ νέῳ κόσμος ἀσφαλής ἐστιν ἡ σιωπή, μάλιστα δʼ ὅταν ἀκούων ἑτέρου μὴ
 <milestone unit="stephpage" xml:id="stephpage-39c" n="39c"/> συνταράττηται μηδʼ ἐξυλακτῇ πρὸς ἕκαστον, ἀλλὰ κἂν ὁ λόγος ᾖ μὴ λίαν ἀρεστός, ἀνέχηται καὶ περιμένῃ
 <milestone unit="tlnum" n="20"/> παύσασθαι τὸν διαλεγόμενον, καὶ παυσαμένου μὴ εὐθέως ἐπιβάλλῃ τὴν ἀντίρρησιν, ἀλλʼ ὡς Αἰσχίνης φησί, διαλείπῃ χρόνον, εἴτε προσθεῖναί τι βούλοιτο τοῖς λελεγμένοις ὁ εἰρηκώς, εἴτε μεταθέσθαι καὶ<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">καὶ</foreign><foreign xml:lang="grc">ἢ καὶ</foreign> R</note> ἀφελεῖν. οἱ δʼ εὐθὺς ἀντικόπτοντες, οὔτʼ ἀκούοντες
 <milestone unit="tlnum" n="25"/> οὔτʼ ἀκουόμενοι λέγοντες δὲ πρὸς λέγοντας, ἀσχημονοῦσιν· ὁ δʼ ἐγκρατῶς καὶ μετʼ αἰδοῦς ἀκούειν ἐθισθεὶς τὸν μὲν ὠφέλιμον λόγον ἐδέξατο καὶ κατέσχε, τὸν δʼ ἄχρηστον ἢ ψευδῆ μᾶλλον διεῖδε καὶ <pb xml:id="v.1.p.96"/>
 <milestone unit="stephpage" xml:id="stephpage-39d" n="39d"/> κατεφώρασε, φιλαλήθης φανείς, οὐ φιλόνεικος οὐδὲ προπετὴς καὶ δύσερις. ὅθεν οὐ κακῶς ἔνιοι λέγουσιν ὅτι δεῖ τῶν νέων μᾶλλον ἐκπνευματοῦν τὸ οἴημα καὶ τὸν τῦφον ἢ τῶν ἀσκῶν τὸν ἀέρα τοὺς ἐγχέαι
 <milestone unit="tlnum" n="5"/> τι βουλομένους χρήσιμον εἰ δὲ μή, γέμοντες ὄγκου καὶ φυσήματος οὐ προσδέχονται. </p></div><div type="textpart" subtype="section" n="5"><p rend="indent">φθόνος τοίνυν μετὰ βασκανίας καὶ δυσμενείας οὐδενὶ μὲν ἔργῳ παρὼν ἀγαθόν,<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">ἀγαθός</foreign> H</note> ἀλλὰ πᾶσιν ἐμπόδιος τοῖς καλοῖς, κάκιστος δʼ ἀκροωμένῳ πάρεδρος
 <milestone unit="tlnum" n="10"/> καὶ σύμβουλος, ἀνιαρὰ καὶ ἀηδῆ καὶ δυσπρόσδεκτα ποιῶν τὰ ὠφέλιμα διὰ τὸ πᾶσι μᾶλλον ἥδεσθαι τοὺς
 <milestone unit="stephpage" xml:id="stephpage-39e" n="39e"/> φθονοῦντας ἢ τοῖς εὖ λεγομένοις. καίτοι πλοῦτος μὲν ὅντινα δάκνει καὶ δόξα καὶ κάλλος, ἑτέροις ὑπάρχοντα, φθονερός ἐστι μόνον· ἄχθεται γὰρ ἄλλων
 <milestone unit="tlnum" n="15"/> εὐτυχούντων ὁ δὲ λόγῳ καλῶς λεγομένῳ δυσχεραίνων ὑπὸ τῶν ἰδίων ἀγαθῶν ἀνιᾶται. ὡς γὰρ τὸ φῶς τῶν βλεπόντων, καὶ ὁ λόγος τῶν ἀκουόντων ἀγαθόν ἐστιν, ἂν βούλωνται δέχεσθαι. τὸν μὲν οὖν ἐφʼ ἑτέροις φθόνον ἄλλαι τινὲς ἀπαίδευτοι καὶ κακαὶ
 <milestone unit="tlnum" n="20"/> διαθέσεις ἐμποιοῦσιν, ὁ δὲ πρὸς τοὺς λέγοντας ἐκ φιλοδοξίας ἀκαίρου καὶ φιλοτιμίας ἀδίκου γεννώμενος οὐδὲ προσέχειν ἐᾷ τοῖς λεγομένοις τὸν οὕτω
 <milestone unit="stephpage" xml:id="stephpage-39f" n="39f"/> διακείμενον, ἀλλὰ θορυβεῖ καὶ περισπᾷ τὴν διάνοιαν, ἅμα μὲν τὴν ἑαυτῆς ἕξιν ἐπισκοποῦσαν εἰ λείπεται
 <milestone unit="tlnum" n="25"/> τῆς τοῦ λέγοντος, ἅμα δὲ τοὺς ἄλλους ἐπιβλέπουσαν εἰ ἄγανται καὶ θαυμάζουσιν, ἐκπληττομένην τε ὑπὸ τῶν ἐπαίνων καὶ ἀγριαίνουσαν πρὸς τοὺς παρόντας ἂν ἀποδέχωνται τὸν λέγοντα, τῶν δὲ λόγων <pb xml:id="v.1.p.97"/> τοὺς μὲν εἰρημένους ἐῶσαν καὶ προϊεμένην, ὅτι λυποῦσι μνημονευόμενοι, πρὸς δὲ τοὺς λείποντας ταραττομένην καὶ τρέμουσαν μὴ τῶν εἰρημένων βελτίονες γένωνται, σπεύδουσαν δὲ τάχιστα παύσασθαι
 <milestone unit="tlnum" n="5"/>
 <milestone unit="stephpage" xml:id="stephpage-40a" n="40a"/> τοὺς λέγοντας ὅταν κάλλιστα λέγωσι, λυθείσης δὲ τῆς ἀκροάσεως πρὸς οὐδενὶ τῶν εἰρημένων οὖσαν ἀλλὰ τὰς φωνὰς
 <milestone unit="tlnum" n="10"/> καὶ διαθέσεις τῶν παρόντων ἐπιψηφίζουσαν, καὶ τοὺς μὲν ἐπαινοῦντας ὥσπερ ἐμμανῆ φεύγουσαν καὶ ἀποπηδῶσαν, προστρέχουσαν δὲ καὶ συναγελαζομένην τοῖς ψέγουσι τὰ εἰρημένα καὶ διαστρέφουσιν ἂν δὲ μηδὲν διαστρέψαι, παραβάλλουσαν ἑτέρους τινὰς ὡς ἄμεινον εἰρηκότας εἰς ταὐτὸ καὶ δυνατώτερον, ἕως διαφθείρασα καὶ λυμηναμένη τὴν ἀκρόασιν ἀχρεῖον ἑαυτῇ καὶ ἀνόνητον ἀπεργάσηται,
 <milestone unit="tlnum" n="15"/>
 <milestone unit="stephpage" xml:id="stephpage-40b" n="40b"/> </p></div><div type="textpart" subtype="section" n="6"><p rend="indent">διὸ δεῖ τῇ φιληκοΐᾳ πρὸς τὴν φιλοδοξίαν σπεισάμενον ἀκροᾶσθαι τοῦ λέγοντος ἵλεων καὶ πρᾶον, ὥσπερ ἐφʼ ἑστίασιν ἱερὰν καὶ θυσίας ἀπαρχὴν παρειλημμένον, ἐπαινοῦντα μὲν ἐν<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">ἐν</foreign> add. R</note> οἷς ἐπιτυγχάνει τὴν δύναμιν, ἀγαπῶντα δὲ τὴν προθυμίαν αὐτὴν τοῦ <milestone unit="tlnum" n="20"/> φέροντος εἰς μέσον ἃ γιγνώσκει καὶ πείθοντος ἑτέρους διʼ ὧν αὐτὸς πέπεισται. τοῖς μὲν οὖν κατορθουμένοις ἐπιλογιστέον ὡς οὐκ ἀπὸ τύχης οὐδʼ αὐτομάτως ἀλλʼ ἐπιμελείᾳ καὶ πόνῳ καὶ μαθήσει κατορθοῦνται,<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">κατορθοῦνται</foreign> H: <foreign xml:lang="grc">κατορθοῦνται</foreign> </note> καὶ μιμητέον γε ταῦτα θαυμάζοντάς <milestone unit="tlnum" n="25"/> γε δὴ καὶ ζηλοῦντας τοῖς δʼ ἁμαρτανομένοις ἐφιστάναι χρὴ τὴν διάνοιαν, ὑφʼ ὧν αἰτιῶν καὶ ὅθεν <milestone unit="stephpage" xml:id="stephpage-40c" n="40c"/> ἡ παρατροπὴ γέγονεν. ὡς γὰρ ὁ Ξενοφῶν<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">Ξενοφῶν</foreign> Oecon. I 7</note> φησι <pb xml:id="v.1.p.98"/> τοὺς οἰκονομικοὺς καὶ ἀπὸ τῶν φίλων ὀνίνασθαι καὶ ἀπὸ τῶν ἐχθρῶν, οὕτω τοὺς ἐγρηγορότας καὶ προσέχοντας οὐ μόνον κατορθοῦντες ἀλλὰ καὶ διαμαρτάνοντες ὠφελοῦσιν οἱ λέγοντες· καὶ γὰρ διανοήματος <milestone unit="tlnum" n="5"/> εὐτέλεια καὶ ῥήματος κενότης καὶ σχῆμα φορτικὸν καὶ πτόησις μετὰ χαρᾶς ἀπειροκάλου πρὸς ἔπαινον καὶ ὅσα τοιαῦτα μᾶλλον ἀκροωμένοις ἐφʼ ἑτέρων ἢ λέγουσιν ἐφʼ ἑαυτῶν καταφαίνεται. διὸ δεῖ μεταφέρειν τὴν εὐθύνην ἐφʼ ἑαυτοὺς ἀπὸ τοῦ <milestone unit="tlnum" n="10"/> λέγοντος, ἀνασκοποῦντας εἴ τι τοιοῦτο λανθάνομεν <milestone unit="stephpage" xml:id="stephpage-40d" n="40d"/> ἁμαρτάνοντες, ῥᾷστον γάρ ἐστι τῶν ὄντων τὸ μέμψασθαι<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">μεμφεσθαι</foreign> H</note> τὸν πλησίον, ἀχρήστως τε καὶ κενῶς γιγνόμενον,<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">γιγνόμενον = ὃ γίγνεται</foreign></note> ἂν μὴ<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">μή</foreign> H: <foreign xml:lang="grc">ἦ</foreign> </note> πρός τινα διόρθωσιν ἢ φυλακὴν ἀναφέρηται τῶν ὁμοίων. καὶ τὸ τοῦ Πλάτωνος οὐκ ὀκνητέον ἀεὶ πρὸς αὑτὸν ἐπὶ τῶν ἁμαρτανόντων ἀναφθέγγεσθαι, <q>μή που ἄρʼ ἐγὼ τοιοῦτος;</q> ὡς γὰρ <milestone unit="tlnum" n="15"/> ἐν τοῖς ὄμμασι τῶν πλησίον ἐλλάμποντα τὰ ἑαυτῶν ὁρῶμεν, οὕτως ἐπὶ τῶν λόγων δεῖ τοὺς ἑαυτῶν ἐνεικονίζεσθαι τοῖς ἑτέρων, ἵνα μήτʼ ἄγαν θρασέως <milestone unit="tlnum" n="20"/> καταφρονῶμεν ἄλλων, αὑτοῖς τε προσέχωμεν ἐν τῷ <milestone unit="stephpage" xml:id="stephpage-40e" n="40e"/> λέγειν ἐπιμελέστερον. χρήσιμον δὲ πρὸς τοῦτο καὶ τὸ τῆς παραβολῆς, ὅταν γενόμενοι καθʼ αὑτοὺς ἀπὸ τῆς ἀκροάσεως καὶ λαβόντες τι τῶν μὴ καλῶς ἢ μὴ ἱκανῶς εἰρῆσθαι δοκούντων ἐπιχειρῶμεν εἰς ταὐτὸ <milestone unit="tlnum" n="25"/> καὶ προάγωμεν αὑτοὺς τὰ μὲν ὥσπερ ἀναπληροῦν, τὰ δʼ ἐπανορθοῦσθαι, τὰ δʼ ἑτέρως φράζειν, τὰ δʼ ὅλοις ἐξ ὑπαρχῆς εἰσφέρειν πειρώμενοι πρὸς τὴν <pb xml:id="v.1.p.99"/> ὑπόθεσιν. ὃ καὶ Πλάτων ἐποίησε πρὸς τὸν Λυσίου λόγον. τὸ μὲν γὰρ ἀντειπεῖν οὐ χαλεπὸν ἀλλὰ καὶ πάνυ ῥᾴδιον εἰρημένῳ λόγῳ· τὸ δʼ ἕτερον ἀνταναστῆσαι βελτίονα παντάπασιν ἐργῶδες. ὥσπερ ὁ <milestone unit="tlnum" n="5"/>Λακεδαιμόνιος ἀκούσας ὅτι Φίλιππος Ὄλυνθον κατέσκαψεν <q>ἀλλʼ οὐκ ἀναστῆσαί γε τοιαύτην</q> ἔφη <milestone unit="stephpage" xml:id="stephpage-40f" n="40f"/> <q>πόλιν ἐκεῖνος ἂν δυνηθείη.</q> ὅταν οὖν ἐν τῷ διαλέγεσθαι πρὸς τὴν τοιαύτην ὑπόθεσιν μὴ πολὺ φαινώμεθα τῶν εἰρηκότων διαφέροντες, πολὺ τοῦ <milestone unit="tlnum" n="10"/> καταφρονεῖν ἀφαιροῦμεν, καὶ τάχιστα κολούεται τὸ αὔθαδες ἡμῶν καὶ φίλαυτον ἐν ταῖς τοιαύταις ἐλεγχόμενον ἀντιπαραβολαῖς. </p></div><div type="textpart" subtype="section" n="7"><p rend="indent">τῷ τοίνυν καταφρονεῖν τὸ θαυμάζειν ἀντικείμενον εὐγνωμονεστέρας μέν ἐστι δήπου καὶ ἡμερωτέρας
 <milestone unit="tlnum" n="15"/> φύσεως, δεῖταί γε μὴν οὐδʼ αὐτὸ μικρᾶς εὐλαβείας, τάχα δὲ καὶ μείζονος· οἱ μὲν γὰρ καταφρονητικοὶ
 <milestone unit="stephpage" xml:id="stephpage-41a" n="41a"/> καὶ θρασεῖς ἧττον ὠφελοῦνται ὑπὸ τῶν λεγόντων, οἱ δὲ θαυμαστικοὶ καὶ ἄκακοι μᾶλλον βλάπτονται, καὶ τὸν Ἡράκλειτον οὐκ ἐλέγχουσιν
 <milestone unit="tlnum" n="20"/> εἰπόντα <q>βλὰξ<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">βλάξ</foreign>] p. 28 d</note> ἄνθρωπος ἐπὶ παντὶ λόγῳ ἐπτοῆσθαι<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">ἐπτοὴσθαι</foreign> Xylander: <foreign xml:lang="grc">παιδεύεσθαι</foreign> </note> φιλεῖ.</q> δεῖ δὲ τὸν μὲν ἔπαινον ἀφελῶς τοῖς λέγουσι τὴν δὲ πίστιν εὐλαβῶς προΐεσθαι τοῖς λόγοις, καὶ τῆς μὲν λέξεως καὶ προφορᾶς τῶν ἀγωνιζομένων εὐμενῆ καὶ ἁπλοῦν εἶναι θεατήν, τῆς δὲ χρείας
 <milestone unit="tlnum" n="25"/> καὶ τῆς ἀληθείας τῶν λεγομένων ἀκριβῆ καὶ πικρὸν
 <milestone unit="stephpage" xml:id="stephpage-41b" n="41b"/> ἐξεταστήν, ἵνʼ οἱ μὲν λέγοντες μὴ μισῶσιν, οἱ δὲ λόγοι μὴ βλάπτωσιν· ὡς πολλὰ ψευδῆ καὶ πονηρὰ δόγματα λανθάνομεν εὐνοίᾳ καὶ πίστει τῇ πρὸς <pb xml:id="v.1.p.100"/> τοὺς λέγοντας ἐνδεχόμενοι. οἱ μὲν οὖν Λακεδαιμονίων ἄρχοντες ἀνδρὸς οὐκ εὖ βεβιωκότος γνώμην δοκιμάσαντες ἑτέρῳ προσέταξαν εἰπεῖν εὐδοκιμοῦντι περὶ τὸν βίον καὶ τὸ ἦθος, ὀρθῶς πάνυ καὶ πολιτικῶς
 <milestone unit="tlnum" n="5"/> ἐθίζοντες τὸν δῆμον ὑπὸ τοῦ τρόπου μᾶλλον ἢ τοῦ λόγου τῶν συμβουλευόντων ἄγεσθαι. τοὺς δʼ ἐν φιλοσοφίᾳ λόγους ἀφαιροῦντα χρὴ τὴν τοῦ λέγοντος δόξαν αὐτοὺς ἐφʼ ἑαυτῶν ἐξετάζειν. ὡς γὰρ πολέμου, καὶ ἀκροάσεως πολλὰ τὰ κενά ἐστι.
 <milestone unit="tlnum" n="10"/> καὶ γὰρ πολιὰ τοῦ λέγοντος καὶ πλάσμα καὶ ὀφρῦς
 <milestone unit="stephpage" xml:id="stephpage-41c" n="41c"/> καὶ περιαυτολογία, μάλιστα δʼ αἱ κραυγαὶ καὶ οἱ θόρυβοι καὶ τὰ πηδήματα τῶν παρόντων συνεκπλήττει τὸν ἄπειρον ἀκροατὴν καὶ νέον ὥσπερ ὑπὸ ῥεύματος παραφερόμενον. ἔχει δέ τι καὶ ἡ λέξις
 <milestone unit="tlnum" n="15"/> ἀπατηλόν, ὅταν ἡδεῖα καὶ πολλὴ καὶ μετʼ ὄγκου τινὸς καὶ κατασκευῆς ἐπιφέρηται τοῖς πράγμασιν. ὡς γὰρ τῶν ὑπʼ αὐλοῖς ᾀδόντων αἱ πολλαὶ τοὺς ἀκούοντας ἁμαρτίαι διαφεύγουσιν, οὕτω περιττὴ καὶ σοβαρὰ λέξις ἀντιλάμπει τῷ ἀκροατῇ πρὸς τὸ δηλούμενον.
 <milestone unit="tlnum" n="20"/>
 <milestone unit="stephpage" xml:id="stephpage-41d" n="41d"/> ὁ μὲν γὰρ Μελάνθιος, ὡς ἔοικε, περὶ τῆς Διογένους τραγῳδίας ἐρωτηθεὶς οὐκ ἔφη κατιδεῖν αὐτὴν ὑπὸ τῶν ὀνομάτων ἐπιπροσθουμένην αἱ δὲ τῶν πολλῶν διαλέξεις καὶ μελέται σοφιστῶν οὐ μόνον τοῖς ὀνόμασι παραπετάσμασι χρῶνται τῶν διανοημάτων,
 <milestone unit="tlnum" n="25"/> ἀλλὰ καὶ τὴν φωνὴν ἐμμελείαις τισὶ καὶ μαλακότησι καὶ παρισώσεσιν ἐφηδύνοντες ἐκβακχεύουσι καὶ παραφέρουσι τοὺς ἀκροωμένους, κενὴν ἡδονὴν διδόντες καὶ κενωτέραν δόξαν ἀντιλαμβάνοντες. ὥστʼ αὐτοῖς συμβαίνει τὸ ὑπὸ Διονυσίου <pb xml:id="v.1.p.101"/> ῥηθέν. ἐκεῖνος γάρ, ὡς ἔοικεν, εὐδοκιμοῦντι κιθαρῳδῷ
 <milestone unit="stephpage" xml:id="stephpage-41e" n="41e"/> παρὰ τὴν θέαν ἐπαγγειλάμενος δωρεάς τινας μεγάλας ὕστερον οὐδὲν ἔδωκεν ὡς ἀποδεδωκὼς τὴν χάριν· <q>ὅσον γάρ</q> ἔφη <q>χρόνον εὔφραινες ᾄδων,
 <milestone unit="tlnum" n="5"/> τοσοῦτον ἔχαιρες ἐλπίζων</q> τοῦτον δὲ τὸν ἔρανον αἱ τοιαῦται πληροῦσιν ἀκροάσεις τοῖς λέγουσι· θαυμάζονται γὰρ ἐφʼ ὅσον τέρπουσιν, εἶθʼ ἅμα τῆς ἀκοῆς ἐξερρύη τὸ ἡδὺ κἀκείνους προλέλοιπεν ἡ δόξα, καὶ μάτην, τοῖς μὲν ὁ χρόνος τοῖς δὲ καὶ ὁ
 <milestone unit="tlnum" n="10"/> βίος ἀνάλωται. </p></div><div type="textpart" subtype="section" n="8"><p rend="indent">διὸ δεῖ τὸ πολὺ καὶ κενὸν ἀφαιροῦντα τῆς
 <milestone unit="stephpage" xml:id="stephpage-41f" n="41f"/> λέξεως αὐτὸν διώκειν τὸν καρπὸν καὶ μιμεῖσθαι μὴ τὰς στεφανηπλόκους<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">στεφανηπλόκους</foreign> H: <foreign xml:lang="grc">στεφηπλόκους</foreign> </note> ἀλλὰ τὰς μελίσσας. αἱ μὲν γὰρ ἐπιοῦσαι τὰ ἀνθηρὰ καὶ εὐώδη τῶν φύλλων συνείρουσι
 <milestone unit="tlnum" n="15"/> καὶ διαπλέκουσιν ἡδὺ μὲν ἐφήμερον δὲ καὶ ἄκαρπον ἔργον· αἱ δὲ πολλάκις ἴων καὶ ῥόδων καὶ ὑακίνθων διαπετόμεναι λειμῶνας ἐπὶ τὸν τραχύτατον καὶ δριμύτατον θύμον καταίρουσι καὶ τούτῳ προσκάθηνται
 <milestone unit="tlnum" n="20"/> <quote rend="blockquote"><l>ξανθὸν μέλι μηδόμεναι,</l><note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng">Bergk. 3 p. 411</note></quote> καὶ λαβοῦσαί τι τῶν χρησίμων ἀποπέτονται πρὸς τὸ οἰκεῖον ἔργον. οὕτως οὖν δεῖ τὸν φιλότεχνον καὶ καθαρὸν ἀκροατὴν τὰ μὲν ἀνθηρὰ καὶ τρυφερὰ τῶν
 <milestone unit="stephpage" xml:id="stephpage-42a" n="42a"/> ὀνομάτων καὶ τῶν πραγμάτων τὰ δραματικὰ καὶ
 <milestone unit="tlnum" n="25"/> πανηγυρικὰ κηφήνων βοτάνην σοφιστιώντων ἡγούμενον ἐᾶν, αὐτὸν δὲ τῇ προσοχῇ καταδυόμενον εἰς τὸν νοῦν τοῦ λόγου καὶ τὴν διάθεσιν τοῦ λέγοντος <pb xml:id="v.1.p.102"/> ἕλκειν ἀπʼ αὐτῆς τὸ χρήσιμον καὶ ὠφέλιμον, μεμνημένον ὡς οὐκ εἰς θέατρον οὐδʼ ᾠδεῖον ἀλλʼ εἰς σχολὴν καὶ διδασκαλεῖον ἀφῖκται, τῷ λόγῳ τὸν βίον ἐπανορθωσόμενος. ὅθεν δὴ καὶ ποιητέον ἐπίσκεψιν
 <milestone unit="tlnum" n="5"/> καὶ κρίσιν τῆς ἀκροάσεως ἐξ αὑτοῦ καὶ τῆς περὶ αὑτὸν διαθέσεως, ἀναλογιζόμενον εἴ τι τῶν παθῶν γέγονε μαλακώτερον, εἴ τι τῶν ἀνιαρῶν κουφότερον,
 <milestone unit="stephpage" xml:id="stephpage-42b" n="42b"/> εἰ θάρσος εἰ φρόνημα βέβαιον, εἰ πρὸς ἀρετὴν καὶ τὸ καλὸν ἐνθουσιασμός. οὐ γὰρ ἐκ κουρείου μὲν
 <milestone unit="tlnum" n="10"/> ἀναστάντα δεῖ τῷ κατόπτρῳ παραστῆναι καὶ τῆς κεφαλῆς ἅψασθαι, τὴν περικοπὴν τῶν τριχῶν ἐπισκοποῦντα καὶ τῆς κουρᾶς τὴν διαφοράν, ἐκ δὲ ἀκροάσεως ἀπιόντα καὶ σχολῆς οὐκ εὐθὺς ἀφορᾶν χρὴ πρὸς ἑαυτόν, καταμανθάνοντα τὴν ψυχὴν εἴ τι
 <milestone unit="tlnum" n="15"/> τῶν ὀχληρῶν ἀποτεθειμένη καὶ περιττῶν ἐλαφροτέρα γέγονε καὶ ἡδίων. <q>οὔτε γὰρ βαλανείου</q> φησὶν ὁ Ἀρίστων <q>οὔτε λόγου μὴ καθαίροντος ὄφελός ἐστιν.</q>
 <milestone unit="stephpage" xml:id="stephpage-42c" n="42c"/> </p></div><div type="textpart" subtype="section" n="9"><p rend="indent">Ἡδέσθω μὲν οὖν ὑπὸ λόγων ὠφελούμενος ὁ νέος· οὐ δεῖ δὲ τὸ ἡδὺ τῆς ἀκροάσεως ποιεῖσθαι
 <milestone unit="tlnum" n="20"/> τέλος, οὐδʼ οἴεσθαι δεῖν ἐκ σχολῆς ἀπιέναι φιλοσόφου μινυρίζοντα καὶ γεγανωμένον, οὐδὲ ζητεῖν μυρίζεσθαι δεόμενον ἐμβροχῆς καὶ καταπλάσματος, ἀλλὰ χάριν ἔχειν, ἄν τις ὥσπερ καπνῷ σμῆνος λόγῳ δριμεῖ τὴν διάνοιαν ἀχλύος πολλῆς καὶ ἀμβλύτητος
 <milestone unit="tlnum" n="25"/> γέμουσαν ἐκκαθήρῃ. καὶ γὰρ εἰ τοῖς λέγουσι προσήκει μὴ παντάπασιν ἡδονὴν ἐχούσης καὶ πιθανότητα λέξεως. παραμελεῖν, ἐλάχιστα τούτου φροντιστέον τῷ νέῳ, τό γε πρῶτον. ὕστερον δέ που,
 <milestone unit="stephpage" xml:id="stephpage-42d" n="42d"/> καθάπερ οἱ πίνοντες, ὅταν παύσωνται διψῶντες, τότε <pb xml:id="v.1.p.103"/> τὰ τορεύματα τῶν ἐκπωμάτων ὑποθεωροῦσι καὶ στρέφουσιν, οὕτως ἐμπλησθέντι δογμάτων καὶ ἀναπνεύσαντι δοτέον τὴν λέξιν εἴ τι κομψὸν ἔχει καὶ περιττὸν ἐπισκοπεῖν. ὁ δʼ εὐθὺς ἐξ ἀρχῆς μὴ τοῖς
 <milestone unit="tlnum" n="5"/> πράγμασιν ἐμφυόμενος ἀλλὰ τὴν λέξιν Ἀττικὴν ἀξιῶν εἶναι καὶ ἰσχνὴν ὅμοιός ἐστι μὴ βουλομένῳ πιεῖν ἀντίδοτον, ἂν μὴ τὸ ἀγγεῖον ἐκ τῆς Ἀττικῆς κωλιάδος κεκεραμευμένον, μηδʼ ἱμάτιον περιβαλέσθαι χειμῶνος, εἰ μὴ προβάτων Ἀττικῶν εἴη τὸ
 <milestone unit="tlnum" n="10"/> ἔριον, ἀλλʼ ὥσπερ ἐν τρίβωνι Λυσιακοῦ λόγου λεπτῷ καὶ ψιλῷ καθήμενος ἄπρακτος<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">ἄπρακτος</foreign>] <foreign xml:lang="grc">μένειν ἄπρακτος</foreign><foreign xml:lang="lat">Sauppius. Auditur</foreign><foreign xml:lang="grc">ἐστι</foreign></note> καὶ ἀκίνητος. ταῦτα
 <milestone unit="stephpage" xml:id="stephpage-42e" n="42e"/> γὰρ τὰ νοσήματα πολλὴν μὲν ἐρημίαν νοῦ καὶ φρενῶν ἀγαθῶν, πολλὴν δὲ τερθρείαν καὶ στωμυλίαν ἐν ταῖς σχολαῖς πεποίηκε, τῶν μειρακίων οὔτε βίον
 <milestone unit="tlnum" n="15"/> οὔτε πρᾶξιν οὔτε πολιτείαν φιλοσόφου παραφυλαττόντων ἀνδρός, ἀλλὰ λέξεις καὶ ῥήματα καὶ τὸ καλῶς ἀπαγγέλλειν ἐν ἐπαίνῳ τιθεμένων, τὸ δʼ ἀπαγγελλόμενον εἴτε χρήσιμον εἴτʼ ἄχρηστον εἴτʼ ἀναγκαῖον εἴτε κενόν ἐστι καὶ περιττὸν οὐκ ἐπισταμένων
 <milestone unit="tlnum" n="20"/> οὐδὲ βουλομένων ἐξετάζειν. </p></div><div type="textpart" subtype="section" n="10"><p rend="indent">ἀκολουθεῖ δὲ τούτοις τὸ περὶ τῶν προβλημάτων
 <milestone unit="stephpage" xml:id="stephpage-42f" n="42f"/> παράγγελμα. δεῖ γὰρ τὸν ἐπὶ δεῖπνον ἥκοντα τοῖς παρακειμένοις χρῆσθαι καὶ μηδὲν αἰτεῖν ἄλλο μηδʼ ἐξελέγχειν ὁ δʼ ἐπὶ λόγων ἀφιγμένος ἑστίασιν, ἂν μὲν ἐπὶ ῥητοῖς, ἀκροάσθω σιωπῇ τοῦ λέγοντος οἱ γὰρ εἰς ἄλλας ὑποθέσεις ἐξάγοντες καὶ παρεμβάλλοντες ἐρωτήματα καὶ προσδιαποροῦντες, οὐχ ἡδεῖς οὐδʼ εὐσυνάλλακτοι πρὸς ἀκρόασιν ὄντες, <pb xml:id="v.1.p.104"/> ὠφελοῦνται μὲν οὐδέν, τὸν δὲ λέγοντα καὶ τὸν λόγον ὁμοῦ συνταράττουσιν · ὅταν δὲ τοὺς ἀκούοντας ὁ λέγων ἐρωτᾶν καὶ προβάλλειν κελεύσῃ, χρήσιμόν τι δεῖ καὶ ἀναγκαῖον ἀεὶ προβάλλοντα φαίνεσθαι. ὁ μὲν
 <milestone unit="tlnum" n="5"/> γὰρ Ὀδυσσεὺς καταγελᾶται παρὰ τοῖς μνηστῆρσιν
 <milestone unit="stephpage" xml:id="stephpage-43a" n="43a"/> <quote rend="blockquote"><l>αἰτίζων ἀκόλους, οὐκ ἄορας οὐδὲ λέβητας·</l><note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng">Homer. <foreign xml:lang="grc">ρ</foreign> 222</note></quote> μεγαλοψυχίας γὰρ ἡγοῦνται σημεῖον, ὡς τὸ διδόναι τι τῶν μεγάλων, καὶ τὸ αἰτεῖν. μᾶλλον δʼ ἄν τις ἀκροατοῦ καταγελάσειεν εἰς μικρὰ καὶ γλίσχρα προβλήματα
 <milestone unit="tlnum" n="10"/> τὸν διαλεγόμενον κινοῦντος, οἷα τερθρευόμενοί τινες τῶν νέων καὶ παρεπιδεικνύμενοι διαλεκτικὴν ἢ μαθηματικὴν ἕξιν εἰώθασι προβάλλειν περὶ τῆς τῶν ἀορίστων τομῆς, καὶ τίς ἡ κατὰ πλευρὰν ἢ κατὰ διάμετρον κίνησις. πρὸς οὓς ἔστιν
 <milestone unit="tlnum" n="15"/>
 <milestone unit="stephpage" xml:id="stephpage-43b" n="43b"/> εἰπεῖν τὸ ὑπὸ Φιλοτίμου πρὸς τὸν ἔμπυον καὶ φθισιῶντα ῥηθέν. ἐπεὶ γὰρ ἐλάλησεν αὐτῷ φαρμάκιον αἰτῶν πρὸς παρωνυχίαν, αἰσθόμενος ἀπὸ τῆς χρόας καὶ τῆς ἀναπνοῆς τὴν διάθεσιν <q>οὐκ ἔστι σοι</q> φησὶν <q>ὦ βέλτιστε περὶ παρωνυχίας ὁ λόγος.</q> οὐδέ σοὶ
 <milestone unit="tlnum" n="20"/> τοίνυν, ὦ νεανία, περὶ τοιούτων ζητημάτων ὥρα σκοπεῖν, ἀλλὰ πῶς οἰήματος καὶ ἀλαζονείας ἐρώτων τε καὶ φλυαρίας ἀπολυθεὶς εἰς βίον ἄτυφον καὶ ὑγιαίνοντα καταστήσεις σαυτόν. </p></div><div type="textpart" subtype="section" n="11"><p rend="indent">εὖ μάλα δὲ χρὴ καὶ πρὸς τὴν τοῦ λέγοντος
 <milestone unit="tlnum" n="25"/> ἐμπειρίαν ἢ φυσικὴν δύναμιν ἡρμοσμένον, ἐν οἷς αὐτὸς<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">αὐτὸς</foreign>] Nauck. p. 329</note> ἑαυτοῦ κράτιστός ἐστι, ποιεῖσθαι τὰς ἐρωτήσεις
 <milestone unit="stephpage" xml:id="stephpage-43c" n="43c"/>, καὶ μὴ παραβιάζεσθαι τὸν μὲν ἠθικώτερον φιλοσοφοῦντα φυσικὰς ἐπάγοντα καὶ μαθηματικὰς <pb xml:id="v.1.p.105"/> ἀπορίας, τὸν δὲ τοῖς φυσικοῖς σεμνυνόμενον εἰς συνημμένων ἐπικρίσεις ἕλκοντα καὶ ψευδομένων λύσεις. ὡς γὰρ ὁ τῇ κλειδὶ τὰ ξύλα σχίζειν τῇ δʼ ἀξίνῃ τὴν θύραν ἀνοίγειν πειρώμενος οὐκ ἐκεῖνα
 <milestone unit="tlnum" n="5"/> δόξειεν ἂν ἐπηρεάζειν, ἀλλʼ αὑτὸν ἀποστερεῖν τῆς ἑκατέρου χρείας καὶ δυνάμεως, οὕτως οἱ παρὰ τοῦ λέγοντος ὃ μὴ πέφυκε μηδʼ ἤσκηκεν αἰτοῦντες, ὃ δʼ ἔχει καὶ δίδωσι μὴ δρεπόμενοι μηδὲ λαμβάνοντες,
 <milestone unit="stephpage" xml:id="stephpage-43d" n="43d"/> οὐ τοῦτο βλάπτονται μόνον ἀλλὰ καὶ κακοήθειαν
 <milestone unit="tlnum" n="10"/> καὶ δυσμένειαν προσοφλισκάνουσι. </p></div><div type="textpart" subtype="section" n="12"><p rend="indent">φυλακτέον δὲ καὶ τὸ πολλὰ καὶ πολλάκις αὐτὸν<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">αὐτὸν</foreign> Aldina: <foreign xml:lang="grc">αὐτὸν</foreign> </note> προβάλλειν· ἔστι γὰρ καὶ τοῦτο τρόπον τινὰ παρεπιδεικνυμένου. τὸ δʼ ἑτέρου προτείνοντος ἀκροᾶσθαι μετʼ εὐκολίας φιλόλογον καὶ κοινωνικόν.
 <milestone unit="tlnum" n="15"/> ἂν μή τι τῶν ἰδίων ἐνοχλῇ καὶ κατεπείγῃ πάθος ἐπισχέσεως δεόμενον ἢ νόσημα παρηγορίας. τάχα μὲν γὰρ οὐδʼ <q>ἀμαθίην κρύπτειν ἄμεινον,</q> ὥς φησιν Ἡράκλειτος,<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">Ἡράκλειτος</foreign> Mullach. 1 p. 315</note> ἀλλʼ εἰς μέσον τιθέναι καὶ θεραπεύειν.
 <milestone unit="tlnum" n="20"/> ἂν δʼ ὀργή τις ἢ προσβολὴ δεισιδαιμονίας ἢ διαφορὰ πρὸς οἰκείους σύντονος ἢ περιμανὴς ἐξ ἔρωτος ἐπιθυμία
 <milestone unit="stephpage" xml:id="stephpage-43e" n="43e"/> <quote rend="blockquote"><l> κινοῦσα χορδὰς τὰς ἀκινήτους φρενῶν</l><note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng">Nauck. p. 696</note></quote> ἐπιταράξῃ τὴν διάνοιαν, οὐ φευκτέον εἰς ἑτέρους λόγους ἀποδιδράσκοντας τὸν ἔλεγχον, ἀλλὰ περὶ
 <milestone unit="tlnum" n="25"/> αὐτῶν τούτων ἀκουστέον ἐν ταῖς διατριβαῖς, καὶ μετὰ τὰς διατριβὰς ἰδίᾳ προσιόντας αὐτοὺς καὶ προσανακρίνοντας. ἀλλὰ μὴ τοὐναντίον, ὥσπερ οἱ <pb xml:id="v.1.p.106"/> πολλοὶ χαίρουσι τοῖς φιλοσόφοις περὶ ἄλλων διαλεγομένοις καὶ θαυμάζουσιν· ἂν δὲ τοὺς ἄλλους ἐάσας ὁ φιλόσοφος αὐτοῖς ἐκείνοις ἰδίᾳ παρρησιάζηται
 <milestone unit="tlnum" n="5"/> περὶ τῶν διαφερόντων καὶ ὑπομιμνήσκῃ, δυσχεραίνουσι
 <milestone unit="stephpage" xml:id="stephpage-43f" n="43f"/> καὶ περίεργον νομίζουσιν. ἐπιεικῶς γάρ, ὥσπερ τῶν τραγῳδῶν ἐν τοῖς θεάτροις, καὶ τῶν φιλοσόφων ἐν ταῖς σχολαῖς οἴονται δεῖν ἀκούειν, ἐν δὲ τοῖς ἔξω πράγμασιν οὐδὲν αὐτοὺς ἑαυτῶν διαφέρειν ἡγοῦνται, πρὸς μὲν τοὺς σοφιστὰς εἰκότως 
 <milestone unit="tlnum" n="10"/> τοῦτο πεπονθότες· ἀναστάντες γὰρ ἀπὸ τοῦ θρόνου καὶ ἀποθέμενοι τὰ βιβλία καὶ τὰς εἰσαγωγὰς ἐν τοῖς ἀληθινοῖς τοῦ βίου μέρεσι μικροὶ καὶ ὑπὸ χεῖρα φαίνονται τοῖς πολλοῖς, πρὸς δὲ τοὺς ὄντως φιλοσόφους οὐ καλῶς, ἀγνοοῦντες ὅτι καὶ σπουδὴ καὶ
 <milestone unit="tlnum" n="15"/> παιδιὰ καὶ νεῦμα καὶ μειδίαμα καὶ σκυθρωπασμὸς αὐτῶν, μάλιστα δʼ ὁ πρὸς ἕκαστον ἰδίᾳ περαινόμενος
 <milestone unit="stephpage" xml:id="stephpage-44a" n="44a"/> λόγος ἔχει τινὰ καρπὸν ὠφέλιμον τοῖς ὑπομένειν καὶ προσέχειν ἐθισθεῖσι. </p></div><div type="textpart" subtype="section" n="13"><p rend="indent">δεῖται δὲ καὶ τὸ περὶ τοὺς ἐπαίνους καθῆκον
 <milestone unit="tlnum" n="20"/> εὐλαβείας τινὸς καὶ μετριότητος διὰ τὸ μήτε τὴν ἔλλειψιν αὐτοῦ μήτε τὴν ὑπερβολὴν ἐλευθέριον εἶναι. βαρὺς μὲν γὰρ ἀκροατὴς καὶ φορτικὸς ὁ πρὸς
 <milestone unit="tlnum" n="25"/> πᾶν ἄτεγκτος καὶ ἀτενὴς τὸ λεγόμενον, οἰήματος ὑπούλου καὶ περιαυτολογίας ἐνδιαθέτου μεστός, ὡς ἔχων τι τῶν λεγομένων βέλτιον εἰπεῖν, μήτʼ ὀφρῦν<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">ὀφρῦν κατὰ σχῆμα</foreign>] <foreign xml:lang="grc">ὀφρύος κατάστημα</foreign> Lobeckius</note> κατὰ σχῆμα κινῶν μήτε φωνὴν εὐγνώμονος μάρτυρα
 <milestone unit="stephpage" xml:id="stephpage-44b" n="44b"/> φιληκοΐας προϊέμενος, ἀλλὰ σιγῇ καὶ βαρύτητι καταπλάστῳ καὶ σχηματισμῷ θηρώμενος δόξαν <pb xml:id="v.1.p.107"/> εὐσταθοῦς καὶ βάθος ἔχοντος ἀνδρός, ὥσπερ χρημάτων τῶν ἐπαίνων ὅσον ἄλλῳ μεταδίδωσιν αὑτοῦ δοκῶν ἀφαιρεῖσθαι. πολλοὶ γάρ εἰσιν οἱ κακῶς καὶ παρὰ μέλος τὴν Πυθαγόρου φωνὴν ὑπολαμβάνοντες.
 <milestone unit="tlnum" n="5"/> ἐκεῖνος μὲν γὰρ ἐκ φιλοσοφίας ἔφησεν αὑτῷ περιγεγονέναι τὸ μηδὲν θαυμάζειν· οὗτοι δὲ τὸ μηδὲν ἐπαινεῖν μηδὲ τιμᾶν, ἐν τῷ καταφρονεῖν τιθέμενοι τὸ σεμνὸν καὶ<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">τό σεμνὸν καὶ</foreign><foreign xml:lang="lat">scripsi:</foreign><foreign xml:lang="grc">καὶ τὸ σεμνὸν</foreign></note> ὑπεροψίᾳ διώκοντες. ὁ γὰρ φιλόσοφος λόγος τὸ μὲν ἐξ ἀπειρίας<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">ἀπειρίας</foreign> Xylander: <foreign xml:lang="grc">ἀπορίας</foreign> </note> καὶ ἀγνοίας θαῦμα
 <milestone unit="tlnum" n="10"/>
 <milestone unit="stephpage" xml:id="stephpage-44c" n="44c"/> καὶ θάμβος ἐξαιρεῖ<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">ἐξαιρεῖ</foreign> W: <foreign xml:lang="grc">ἐξαίρει</foreign> </note> γνώσει καὶ ἱστορίᾳ τῆς περὶ ἕκαστον αἰτίας, τὸ δʼ εὔκολον καὶ μέτριον<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">μέτριον</foreign><foreign xml:lang="lat">scripsi:</foreign><foreign xml:lang="grc">μέγα</foreign></note> καὶ φιλάνθρωπον οὐκ ἀπόλλυσι. τοῖς γὰρ ἀληθινῶς καὶ βεβαίως ἀγαθοῖς τιμή τε καλλίστη τὸ τιμῆσαί τινα τῶν ἀξίων, καὶ κόσμος εὐπρεπέστατος τὸ ἐπικοσμῆσαι,
 <milestone unit="tlnum" n="15"/> περιουσίᾳ δόξης καὶ ἀφθονίᾳ γιγνόμενον.<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">γιγνόμενον = ὁ γίγνεται</foreign>. Cf. p. 40 d</note> οἱ δὲ γλίσχροι περὶ τοὺς ἑτέρων ἐπαίνους ἔτι πένεσθαι καὶ πεινῆν ἐοίκασι τῶν ἰδίων. ὁ δʼ ἐναντίος αὖ πάλιν τούτων, μηδὲν ἐπικρίνων ἀλλὰ κατὰ ῥῆμα καὶ συλλαβὴν ἐφιστάμενος<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">ἐξιστάμενος</foreign> Emperius</note> καὶ κεκραγώς , ἐλαφρός
 <milestone unit="tlnum" n="20"/>
 <milestone unit="stephpage" xml:id="stephpage-44d" n="44d"/> τις ὢν καὶ ὀρνεώδης, πολλάκις μὲν οὐδʼ αὐτοῖς ἀρέσκει τοῖς ἀγωνιζομένοις, ἀεὶ δὲ λυπεῖ τοὺς ἀκροωμένους, ἀνασοβῶν καὶ συνεξανιστὰς παρὰ γνώμην, οἷον ἑλκομένους βίᾳ διʼ αἰδῶ καὶ συνεπηχοῦντας. οὐδὲν δʼ ὠφεληθεὶς διὰ τὸ ταραχώδη καὶ
 <milestone unit="tlnum" n="25"/> πολυπτόητον αὐτῷ περὶ τοὺς ἐπαίνους γεγονέναι τὴν ἀκρόασιν ἀπέρχεται τῶν τριῶν ἓν φερόμενος <pb xml:id="v.1.p.108"/> εἴρων γὰρ ἢ κόλαξ ἢ περὶ λόγους ἀπειρόκαλος ἔδοξεν εἶναι. δίκην μὲν οὖν δικάζοντα δεῖ μήτε πρὸς
 <milestone unit="stephpage" xml:id="stephpage-44e" n="44e"/> ἔχθραν τινὰ μήτε πρὸς χάριν ἀκούειν ἀλλʼ ἀπὸ γνώμης πρὸς τὸ δίκαιον· ἐν δὲ ταῖς φιλολόγοις
 <milestone unit="tlnum" n="5"/> ἀκροάσεσιν οὔτε νόμος οὐδεὶς οὔτε ὅρκος ἡμᾶς ἀπείργει μὴ μετʼ εὐνοίας ἀποδέχεσθαι τὸν διαλεγόμενον. ἀλλὰ καὶ τὸν Ἑρμῆν ταῖς Χάρισιν οἱ παλαιοὶ
 <milestone unit="tlnum" n="10"/> συγκαθίδρυσαν, ὡς μάλιστα τοῦ λόγου τὸ κεχαρισμένον καὶ προσφιλὲς ἀπαιτοῦντος. οὐδὲ γὰρ οἷόν τε παντελῶς οὕτως ἐκβόλιμον εἶναι τὸν λέγοντα καὶ διημαρτημένον, ὥστε μήτε νοῦν τινα παρασχεῖν ἄξιον ἐπαίνου μήτʼ ἀπομνημόνευσιν ἑτέρων μήτʼ αὐτὴν τὴν ὑπόθεσιν τοῦ λόγου καὶ προαίρεσιν, ἀλλὰ μηδὲ λέξιν ἢ διάθεσιν τῶν λεγομένων,
 <milestone unit="tlnum" n="15"/> <quote rend="blockquote"><l>ὡς ἀνʼ ἐχινόποδας καὶ ἀνὰ τρηχεῖαν ὄνωνιν
 <milestone unit="stephpage" xml:id="stephpage-44f" n="44f"/> </l><l>φύονται μαλακῶν ἄνθεα λευκοΐων</l></quote> ὅπου γὰρ ἐμέτου τινὲς ἐγκώμια καὶ πυρετοῦ καὶ νὴ Δία χύτρας ἐπιδεικνύμενοι, πιθανότητος οὐκ ἀμοιροῦσιν, ἦ που λόγος ὑπʼ ἀνδρὸς ἁμωσγέπως<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">ἀμωσγ́πως</foreign> R: <foreign xml:lang="grc">ἄλλως γέ πως</foreign> </note> δοκοῦντος
 <milestone unit="tlnum" n="20"/> ἢ καλουμένου φιλοσόφου περαινόμενος οὐκ ἂν ὅλως ἀναπνοήν τινα καὶ καιρὸν ἀκροαταῖς εὐμενέσι καὶ φιλανθρώποις παράσχοι πρὸς ἔπαινον; οἱ γοῦν ἐν ὥρᾳ πάντες, ὥς φησιν ὁ Πλάτων,<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">Πλάτων</foreign>] Rep. p. 474 e</note> ἁμηγέπη δάκνουσι τὸν ἐρωτικόν, καὶ λευκοὺς μὲν θεῶν παῖδας
 <milestone unit="tlnum" n="25"/>
 <milestone unit="stephpage" xml:id="stephpage-45a" n="45a"/> ἀνακαλῶν μέλανας δʼ ἀνδρικούς, καὶ τὸν γρυπὸν βασιλικὸν καὶ τὸν σιμὸν ἐπίχαριν τὸν δʼ ὠχρὸν μελίχρουν ὑποκοριζόμενος ἀσπάζεται καὶ ἀγαπᾷ· <pb xml:id="v.1.p.109"/> δεινὸς γάρ ἐστιν ὁ ἔρως ὥσπερ κιττὸς αὑτὸν ἐκ πάσης ἀναδῆσαι προφάσεως. πολὺ δὴ μᾶλλον ὁ φιλήκοος καὶ φιλόλογος ἀεί τινος αἰτίας εὑρετικὸς ἔσται, διʼ ἣν οὐκ ἀπὸ τρόπου τῶν λεγόντων ἕκαστον
 <milestone unit="tlnum" n="5"/> ἐπαινῶν φανεῖται. καὶ γὰρ ὁ Πλάτων<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">Πλάτων</foreign>] Phaedr. p. 234 e</note> τὸν Λυσίου λόγον οὔτε κατὰ τὴν εὕρεσιν ἐπαινῶν καὶ τῆς ἀταξίας αἰτιώμενος ὅμως αὐτοῦ τὴν ἀπαγγελίαν ἐπαινεῖ, καὶ ὅτι <q>τῶν ὀνομάτων σαφῶς καὶ στρογγύλως ἕκαστον
 <milestone unit="stephpage" xml:id="stephpage-45b" n="45b"/> ἀποτετόρνευται.</q> μέμψαιτο δʼ ἄν τις Ἀρχιλόχου
 <milestone unit="tlnum" n="10"/> μὲν τὴν ὑπόθεσιν, Παρμενίδου δὲ τὴν στιχοποιίαν, Φωκυλίδου δὲ τὴν εὐτέλειαν, Εὐριπίδου δὲ τὴν λαλιάν, Σοφοκλέους δὲ τὴν ἀνωμαλίαν, ὥσπερ ἀμέλει καὶ τῶν ῥητόρων ἐστὶν ὁ μὲν οὐκ ἔχων ἦθος, ὁ δὲ πρὸς πάθος ἀργός, ὁ δʼ ἐνδεὴς χαρίτων ἕκαστός
 <milestone unit="tlnum" n="15"/> γε μὴν ἐπαινεῖται κατὰ τὸ ἴδιον τῆς δυνάμεως, ᾧ κινεῖν καὶ ἄγειν πέφυκεν. ὥστε καὶ τοῖς ἀκούουσιν εὐπορίαν εἶναι καὶ ἀφθονίαν τοῦ φιλοφρονεῖσθαι τοὺς λέγοντας. ἐνίοις γὰρ ἐξαρκεῖ, κἂν μὴ διὰ φωνῆς ἐπιμαρτυρῶμεν, ὄμματος πραότητα καὶ
 <milestone unit="tlnum" n="20"/> γαλήνην προσώπου καὶ διάθεσιν εὐμενῆ καὶ ἄλυπον ἐμπαρασχεῖν. ἐκεῖνα μὲν γὰρ ἤδη καὶ πρὸς τοὺς
 <milestone unit="stephpage" xml:id="stephpage-45c" n="45c"/> ὅλως ἀποτυγχάνοντας ὥσπερ ἐγκύκλια καὶ κοινὰ πάσης ἀκροάσεώς ἐστι, καθέδρα τέ τις ἄθρυπτος καὶ ἀκλινὴς ἐν ὀρθῷ σχήματι καὶ πρόσβλεψις αὐτῷ τῷ
 <milestone unit="tlnum" n="25"/> λέγοντι καὶ τάξις ἐνεργοῦ προσοχῆς, καὶ προσώπου κατάστασις καθαρὰ καὶ ἀνέμφαντος οὐχ ὕβρεως οὐδὲ δυσκολίας μόνον ἀλλὰ καὶ φροντίδων ἄλλων καὶ ἀσχολιῶν· ὡς ἐν<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">ὡς ἐν</foreign>] <foreign xml:lang="grc">ἐν</foreign> W</note> ἔργῳ γε παντὶ τὸ μὲν καλὸν ἐκ <pb xml:id="v.1.p.110"/> πολλῶν οἷον ἀριθμῶν εἰς ἕνα καιρὸν ἡκόντων ὑπὸ συμμετρίας τινὸς καὶ ἁρμονίας ἐπιτελεῖται, τὸ δʼ αἰσχρὸν ἐξ ἑνὸς τοῦ τυχόντος ἐλλείποντος ἢ προσόντος ἀτόπως εὐθὺς ἑτοίμην ἔχει τὴν γένεσιν, ὥσπερ
 <milestone unit="tlnum" n="5"/>
 <milestone unit="stephpage" xml:id="stephpage-45d" n="45d"/> ἐπʼ αὐτῆς τῆς ἀκροάσεως οὐ μόνον βαρύτης ἐπισκυνίου καὶ ἀηδία προσώπου καὶ βλέμμα ῥεμβῶδες καὶ περίκλασις σώματος καὶ μηρῶν ἐπάλλαξις ἀπρεπὴς ἀλλὰ καὶ νεῦμα καὶ ψιθυρισμὸς πρὸς ἕτερον καὶ μειδίαμα χάσμαι τε ὑπνώδεις καὶ κατήφειαι καὶ
 <milestone unit="tlnum" n="10"/> πᾶν εἴ τι τούτοις ἔοικεν ὑπεύθυνόν ἐστι καὶ δεῖται πολλῆς εὐλαβείας. </p></div><div type="textpart" subtype="section" n="14"><p rend="indent">οἱ δὲ τοῦ μὲν λέγοντος οἴονταί τι ἔργον εἶναι, τοῦ δʼ ἀκούοντος οὐδέν, ἀλλʼ ἐκεῖνον μὲν ἀξιοῦσιν ἥκειν πεφροντικότα καὶ παρεσκευασμένον, αὐτοὶ
 <milestone unit="tlnum" n="15"/> δʼ ἄσκεπτοι καὶ ἀφρόντιδες τῶν καθηκόντων ἐμβαλόντες καθέζονται καθάπερ ἀτεχνῶς ἐπὶ δεῖπνον
 <milestone unit="stephpage" xml:id="stephpage-45e" n="45e"/> ἥκοντες. εὖ παθεῖν πονουμένων ἑτέρων. καίτοι καὶ συνδείπνου τι χαρίεντος ἔργον ἐστί, πολὺ δὲ μᾶλλον ἀκροατοῦ. κοινωνὸς γάρ ἐστι, τοῦ λόγου καὶ
 <milestone unit="tlnum" n="20"/> συνεργὸς τοῦ λέγοντος, καὶ οὐ τὰ μὲν ἐκείνου πλημμελήματα πικρῶς ἐξετάζειν ὀφείλει κατὰ ῥῆμα καὶ πρᾶγμα προσάγων<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">προσάγων</foreign> R: <foreign xml:lang="grc">προάγων</foreign> </note> τὴν εὐθύνην, αὐτὸς δʼ ἀνευθύνως, ἀσχημονεῖν καὶ πολλὰ σολοικίζειν περὶ τὴν ἀκρόασιν, ἀλλʼ ὥσπερ ἐν τῷ σφαιρίζειν τῷ βάλλοντι δεῖ συγκινούμενον εὐρύθμως φέρεσθαι τὸν δεχόμενον, οὕτως ἐπὶ τῶν λόγων ἔστι τις εὐρυθμία καὶ περὶ τὸν λέγοντα καὶ περὶ τὸν ἀκροώμενον, ἂν
 <milestone unit="stephpage" xml:id="stephpage-45f" n="45f"/> ἑκάτερος τὸ προσῆκον αὑτῷ φυλάττῃ. <pb xml:id="v.1.p.111"/> </p></div><div type="textpart" subtype="section" n="15"><p rend="indent">δεῖ δὲ μηδὲ ταῖς φωναῖς τῶν ἐπαίνων ὡς ἔτυχε χρῆσθαι. καὶ γὰρ Ἐπίκουρος<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">Ἐπίκουρος</foreign>] Diog. L. X 5</note> ἐπὶ τοῖς τῶν φίλων ἐπιστολίοις κροτοθορύβους γίγνεσθαι παρʼ αὐτῶν<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">παρʼ αὐτῷ</foreign>?</note> λέγων ἀηδής ἐστιν. οἱ δὲ τὰς ξένας φωνὰς
 <milestone unit="tlnum" n="5"/> τοῖς ἀκροατηρίοις νῦν ἐπεισάγοντες, οὗτοι καὶ <q>θείως</q> καὶ <q>θεοφορήτως</q> καὶ <q>ἀπροσίτως</q> ἐπιλέγοντες, ὡς οὐκέτι τοῦ <q>καλῶς</q> καὶ τοῦ <q>σοφῶς</q> καὶ τοῦ <q>ἀληθῶς</q> ἐξαρκοῦντος, οἷς οἱ περὶ Πλάτωνα καὶ Σωκράτη καὶ Ὑπερείδην ἐχρῶντο σημείοις τῶν ἐπαίνων, ὑπερασχημονοῦσι
 <milestone unit="tlnum" n="10"/> καὶ διαβάλλουσι τοὺς λέγοντας ὡς
 <milestone unit="stephpage" xml:id="stephpage-46a" n="46a"/> ὑπερηφάνων τινῶν καὶ περιττῶν δεομένους ἐπαίνων. σφόδρα δʼ ἀηδεῖς εἰσι καὶ οἱ μεθʼ ὅρκου τοῖς λέγουσιν ὥσπερ ἐν δικαστηρίῳ τὰς μαρτυρίας ἀποδιδόντες. οὐχ ἧττον δὲ τούτων οἱ περὶ τὰς ποιότητας
 <milestone unit="tlnum" n="15"/> ἀστοχοῦντες, ὅταν φιλοσόφῳ μὲν ἐπιφωνῶσι <q>δριμέως,</q> γέροντι δʼ <q>εὐφυῶς</q> ἢ <q>ἀνθηρῶς,</q> τὰς τῶν παιζόντων καὶ πανηγυριζόντων ἐν ταῖς σχολαστικαῖς μελέταις φωνὰς ἐπὶ τοὺς φιλοσόφους μετακομίζοντες καὶ λόγῳ σωφρονοῦντι προσφέροντες
 <milestone unit="tlnum" n="20"/>
 <milestone unit="stephpage" xml:id="stephpage-46b" n="46b"/> ἔπαινον ἑταιρικόν, ὥσπερ ἀθλητῇ κρίνων ἢ ῥόδων στέφανον, οὐ δάφνης οὐδὲ κοτίνου περιτιθέντες Εὐριπίδης μὲν οὖν ὁ, ποιητής, ὡς ὑπολέγοντος αὐτοῦ τοῖς χορευταῖς ᾠδήν τινα πεποιημένην ἐφʼ ἁρμονίας εἷς ἐγέλασεν, <q>εἰ μή τις ἦς ἀναίσθητος</q> 
 <milestone unit="tlnum" n="25"/> εἶπε <q>καὶ ἀμαθής, οὐκ ἂν ἐγέλασας ἐμοῦ μιξολυδιστὶ ᾄδοντος.</q> ἀνὴρ δʼ ἂν οἶμαι φιλόσοφος καὶ πολιτικὸς ἀκροατοῦ διακεχυμένου τρυφὴν ἐκκόψειεν εἰπών <q>σύ μοι δοκεῖς ἀνόητος εἶναι καὶ ἀνάγωγος· οὐ γὰρ <pb xml:id="v.1.p.112"/> ἂν ἐμοῦ διδάσκοντος ἢ νουθετοῦντος ἢ διαλεγομένου περὶ θεῶν ἢ πολιτείας ἢ ἀρχῆς ἐτερέτιζες καὶ προσωρχοῦ τοῖς λόγοις.</q> ὅρα γὰρ ἀληθῶς οἷόν
 <milestone unit="stephpage" xml:id="stephpage-46c" n="46c"/> ἐστι. φιλοσόφου λέγοντος ἀπορεῖν τοὺς ἔξωθεν ὑπὸ
 <milestone unit="tlnum" n="5"/> τῶν ἔνδον βοώντων καὶ ἀλαλαζόντων πότερον αὐλοῦντος ἢ κιθαρίζοντος ἢ ὀρχουμένου τινὸς ὁ ἔπαινός ἐστι. </p></div><div type="textpart" subtype="section" n="16"><p rend="indent">καὶ μὴν τῶν γε νουθεσιῶν καὶ τῶν ἐπιπλήξεων οὔτʼ ἀναλγήτως οὔτʼ ἀνάνδρως ἀκουστέον.
 <milestone unit="tlnum" n="10"/> οἱ<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">οἱ</foreign> H: <foreign xml:lang="grc">οἵ τε</foreign> </note> γὰρ εὐκόλως καὶ ὀλιγώρως τὸ κακῶς ἀκούειν ὑπὸ τῶν φιλοσόφων φέροντες, ὥστε γελᾶν ἐλεγχόμενοι καὶ τοὺς ἐλέγχοντας ἐπαινεῖν, ὥσπερ οἱ παράσιτοι τοὺς τρέφοντας, ὅταν ὑπʼ αὐτῶν λοιδορῶνται, παντάπασιν ἰταμοὶ καὶ θρασεῖς ὄντες, οὐ καλὴν οὐδʼ
 <milestone unit="tlnum" n="15"/> ἀληθῆ διδόασιν ἀπόδειξιν ἀνδρείας τὴν ἀναισχυντίαν. σκῶμμα μὲν γὰρ ἀνύβριστον ἐν παιδιᾷ τινι
 <milestone unit="stephpage" xml:id="stephpage-46d" n="46d"/> μετʼ εὐτραπελίας ἀφειμένον ἐνεγκεῖν ἀλύπως καὶ ἱλαρῶς οὐκ ἀγεννὲς οὐδʼ ἀπαίδευτον ἀλλʼ ἐλευθέριον πάνυ καὶ Λακωνικόν ἐστιν· ἐπαφῆς δὲ καὶ νουθεσίας
 <milestone unit="tlnum" n="20"/> πρὸς ἐπανόρθωσιν ἤθους ὥσπερ φαρμάκῳ δάκνοντι λόγῳ χρωμένης ἐλέγχοντι μὴ συνεσταλμένον ἀκούειν μηδʼ ἱδρῶτος καὶ ἰλίγγου μεστόν, αἰσχύνῃ<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">αἰσχύνῃ</foreign><foreign xml:lang="grc">μηδʼ αἰσχύνῃ</foreign> H</note> φλεγόμενον τὴν ψυχήν, ἀλλʼ ἄτρεπτον καὶ σεσηρότα καὶ κατειρωνευόμενον, ἀνελευθέρου τινὸς
 <milestone unit="tlnum" n="25"/> δεινῶς καὶ ἀπαθοῦς πρὸς τὸ αἰδεῖσθαι νέου διὰ συνήθειαν ἁμαρτημάτων καὶ συνέχειαν, ὥσπερ ἐν σκληρᾷ σαρκὶ καὶ τυλώδει τῇ ψυχῇ μώλωπα μὴ λαμβάνοντος.
 <milestone unit="stephpage" xml:id="stephpage-46e" n="46e"/>τούτων δὲ τοιούτων ὄντων οἱ τὴν <pb xml:id="v.1.p.113"/> ἐναντίαν διάθεσιν ἔχοντες νέοι κἂν ἅπαξ ποτὲ ἀκούσωσι κακῶς, φεύγοντες ἀνεπιστρεπτὶ καὶ δραπετεύοντες ἐκ φιλοσοφίας, καλὴν ἀρχὴν πρὸς τὸ σωθῆναι τὸ αἰδεῖσθαι παρὰ τῆς φύσεως ἔχοντες, ἀπολλύουσι διὰ
 <milestone unit="tlnum" n="5"/> τρυφὴν καὶ μαλακίαν , οὐκ ἐγκαρτεροῦντες τοῖς ἐλέγχοις οὐδὲ τὰς ἐπανορθώσεις δεχόμενοι γεννικῶς, ἀλλʼ ἐπὶ τὰς προσηνεῖς καὶ ἁπαλὰς ἀποστρέφοντες ὁμιλίας τὰ ὦτα, κολάκων τινῶν ἢ σοφιστῶν ἀνωφελεῖς καὶ ἀνονήτους ἡδείας δὲ φωνὰς κατᾳδόντων.
 <milestone unit="tlnum" n="10"/> ὥσπερ οὖν ὁ μετὰ τὴν τομὴν φεύγων τὸν ἰατρὸν καὶ τὸν ἐπίδεσμον μὴ προσιέμενος τὸ μὲν ἀλγεινὸν
 <milestone unit="stephpage" xml:id="stephpage-46f" n="46f"/> ἀνεδέξατο, τὸ δʼ ὠφέλιμον οὐχ ὑπέμεινε τῆς θεραπείας, οὕτως ὁ τῷ χαράξαντι καὶ τρώσαντι λόγῳ τὴν ἀβελτερίαν ἀπουλῶσαι καὶ καταστῆσαι μὴ παρασχὼν
 <milestone unit="tlnum" n="15"/> ἀπῆλθε δηχθεὶς καὶ ἀλγήσας ἐκ φιλοσοφίας, ὠφεληθεὶς δὲ μηδέν. οὐ γὰρ μόνον, ὡς Εὐριπίδης φησί, τὸ Τηλέφου τραῦμα <quote rend="blockquote"><l> πριστοῖσι λόγχης θέλγεται ῥινήμασιν</l><note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng">Nauck. p. 462</note></quote>
 <milestone unit="stephpage" xml:id="stephpage-47a" n="47a"/> ἀλλὰ καὶ τὸν ἐκ φιλοσοφίας ἐμφυόμενον εὐφυέσι
 <milestone unit="tlnum" n="20"/> νέοις δηγμὸν αὐτὸς ὁ τρώσας λόγος ἰᾶται. διὸ δεῖ πάσχειν μέν τι καὶ δάκνεσθαι, μὴ συντρίβεσθαι δὲ μηδʼ ἀθυμεῖν τὸν ἐλεγχόμενον, ἀλλʼ ὥσπερ ἐν τελετῇ κατηργμένης αὐτοῦ φιλοσοφίας τοὺς πρώτους καθαρμοὺς καὶ θορύβους ἀνασχόμενον ἐλπίζειν τι
 <milestone unit="tlnum" n="25"/> γλυκὺ καὶ λαμπρὸν ἐκ τῆς παρούσης ἀδημονίας καὶ ταραχῆς. καὶ γὰρ ἂν ἀδίκως ἡ ἐπιτίμησις γίγνεσθαι δοκῇ, καλὸν ἀνασχέσθαι καὶ διακαρτερῆσαι λέγοντος· παυσαμένῳ δʼ αὐτὸν ἐντυχεῖν ἀπολογούμενον <pb xml:id="v.1.p.114"/>
 <milestone unit="stephpage" xml:id="stephpage-47b" n="47b"/> καὶ δεόμενον τὴν παρρησίαν ἐκείνην καὶ τὸν τόνον, ᾧ νῦν κέχρηται πρὸς αὐτόν, εἴς τι τῶν ἀληθῶς ἁμαρτανομένων φυλάττειν. </p></div><div type="textpart" subtype="section" n="17"><p rend="indent">ἔτι τοίνυν ὥσπερ ἐν γράμμασι καὶ περὶ
 <milestone unit="tlnum" n="5"/> λύραν καὶ παλαίστραν αἱ πρῶται μαθήσεις πολὺν ἔχουσι θόρυβον καὶ πόνον καὶ ἀσάφειαν, εἶτα προιόντι κατὰ μικρὸν ὥσπερ πρὸς ἀνθρώπους συνήθεια πολλὴ καὶ γνῶσις ἐγγενομένη πάντα φίλα καὶ χειροήθη καὶ ῥᾴδια λέγειν τε καὶ πράττειν παρέσχεν,
 <milestone unit="tlnum" n="10"/> οὕτω δὴ καὶ φιλοσοφίας ἐχούσης τι καὶ γλίσχρον ἀμέλει καὶ ἀσύνηθες ἐν τοῖς πρώτοις ὀνόμασι καὶ πράγμασιν οὐ δεῖ φοβηθέντα τὰς ἀρχὰς ψοφοδεῶς
 <milestone unit="stephpage" xml:id="stephpage-47c" n="47c"/> καὶ ἀτόλμως ἐγκαταλιπεῖν, ἀλλὰ πειρώμενον ἑκάστου καὶ προσλιπαροῦντα καὶ γλιχόμενον τοῦ πρόσω τὴν
 <milestone unit="tlnum" n="15"/> πᾶν τὸ καλὸν ἡδὺ ποιοῦσαν ἀναμένειν συνήθειαν. ἥξει γὰρ οὐ διὰ μακροῦ πολὺ φῶς ἐπιφέρουσα τῇ μαθήσει καὶ δεινοὺς ἔρωτας ἐνδιδοῦσα πρὸς τὴν ἀρετήν, ὧν ἄνευ πάνυ τλήμονος ἀνδρός ἐστιν ἢ δειλοῦ τὸν ἄλλον ὑπομένειν βίον, ἐκπεσόντα διʼ
 <milestone unit="tlnum" n="20"/> ἀνανδρίαν φιλοσοφίας. ἴσως μὲν οὖν ἔχει τι καὶ τὰ πράγματα τοῖς ἀπείροις καὶ νέοις ἐν ἀρχῇ δυσκατανόητον· οὐ μὴν ἀλλὰ τῇ γε πλείστῃ περιπίπτουσιν ἀσαφείᾳ καὶ ἀγνοίᾳ διʼ αὑτούς, ἀπʼ ἐναντίων φύσεων ταὐτὸν ἁμαρτάνοντες. οἱ μὲν γὰρ αἰσχύνῃ
 <milestone unit="tlnum" n="25"/>
 <milestone unit="stephpage" xml:id="stephpage-47d" n="47d"/> τινὶ καὶ φειδοῖ τοῦ λέγοντος ὀκνοῦντες ἀνερέσθαι καὶ βεβαιώσασθαι τὸν λόγον , ὡς ἔχοντες ἐν νῷ συνεπινεύουσιν, οἱ δʼ ὑπὸ φιλοτιμίας ἀώρου καὶ κενῆς πρὸς ἑτέρους ἁμίλλης ὀξύτητα καὶ δύναμιν εὐμαθείας ἐπιδεικνύμενοι , πρὶν ἢ λαβεῖν ἔχειν <pb xml:id="v.1.p.115"/> ὁμολογοῦντες, οὐ λαμβάνουσιν. εἶτα συμβαίνει τοῖς μὲν αἰδήμοσι καὶ σιωπηλοῖς ἐκείνοις, ὅταν ἀπέλθωσι, λυπεῖν αὑτοὺς καὶ ἀπορεῖσθαι, καὶ τέλος αὖθις ὑπʼ ἀνάγκης ἐλαυνομένους σὺν αἰσχύνῃ μείζονι τοῖς εἰποῦσιν ἐνοχλεῖν ἀναπυνθανομένους καὶ μεταθέοντας, τοῖς δὲ φιλοτίμοις καὶ θρασέσιν ἀεὶ περιστέλλειν καὶ ἀποκρύπτειν συνοικοῦσαν τὴν ἀμαθίαν.
 <milestone unit="stephpage" xml:id="stephpage-47e" n="47e"/> </p></div><div type="textpart" subtype="section" n="18"><p rend="indent">πᾶσαν οὖν ἀπωσάμενοι τὴν τοσαύτην βλακείαν καὶ ἀλαζονείαν καὶ πρὸς τὸ μαθεῖν ἰόντες καὶ
 <milestone unit="tlnum" n="10"/> περὶ τὸ λαβεῖν τῇ διανοίᾳ τὸ χρησίμως λεγόμενον ὄντες, ὑπομένωμεν τοὺς τῶν εὐφυῶν δοκούντων γέλωτας, ὥσπερ ὁ Κλεάνθης καὶ ὁ Ξενοκράτης βραδύτεροι δοκοῦντες εἶναι τῶν συσχολαστῶν οὐκ ἀπεδίδρασκον ἐκ τοῦ μανθάνειν οὐδʼ ἀπέκαμνον, ἀλλὰ
 <milestone unit="tlnum" n="15"/> φθάνοντες εἰς ἑαυτοὺς ἔπαιζον, ἀγγείοις τε βραχυστόμοις καὶ πινακίσι χαλκαῖς ἀπεικάζοντες, ὡς μόλις μὲν παραδεχόμενοι τοὺς λόγους, ἀσφαλῶς δὲ καὶ βεβαίως τηροῦντες. οὐ γὰρ μόνον, ὥς φησι Φωκυλίδης,
 <milestone unit="tlnum" n="20"/> <quote rend="blockquote"><l> πόλλʼ ἀπατηθῆναι διζήμενον ἔμμεναι ἐσθλόν,</l><note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng">Bergk. 2 p, 71</note></quote>
 <milestone unit="stephpage" xml:id="stephpage-47f" n="47f"/> ἀλλὰ καὶ γελασθῆναι δεῖ πολλὰ καὶ ἀδοξῆσαι, καὶ σκώμματα καὶ βωμολοχίας ἀναδεξάμενον ὤσασθαι παντὶ τῷ θυμῷ καὶ καταθλῆσαι τὴν ἀμαθίαν. οὐ μὴν οὐδὲ τῆς πρὸς τοὐναντίον ἁμαρτίας ἀμελητέον,
 <milestone unit="tlnum" n="25"/> ἣν ἁμαρτάνουσιν οἱ μὲν ὑπὸ νωθείας, ἀηδεῖς καὶ
 <milestone unit="stephpage" xml:id="stephpage-48a" n="48a"/> κοπώδεις ὄντες οὐ γὰρ ἐθέλουσι γενόμενοι καθʼ αὑτοὺς πράγματα ἔχειν, ἀλλὰ παρέχουσι τῷ λέγοντι, πολλάκις ἐκπυνθανόμενοι περὶ τῶν αὐτῶν, ὥσπερ <pb xml:id="v.1.p.116"/> ἀπτῆνες νεοσσοὶ κεχηνότες ἀεὶ πρὸς ἀλλότριον στόμα καὶ πᾶν ἕτοιμον ἤδη καὶ διαπεπονημένον ὑπʼ ἄλλων ἐκλαμβάνειν ἐθέλοντες. ἕτεροι δὲ προσοχῆς καὶ δριμύτητος ἐν οὐ δέοντι θηρώμενοι δόξαν ἀποκναίουσι
 <milestone unit="tlnum" n="5"/> λαλιᾷ καὶ περιεργίᾳ τοὺς λέγοντας, ἀεί τι προσδιαποροῦντες τῶν οὐκ ἀναγκαίων καὶ ζητοῦντες ἀποδείξεις τῶν οὐ δεομένων <quote rend="blockquote"><l>οὕτως ὁδὸς βραχεῖα γίγνεται μακρά,</l></quote>
 <milestone unit="stephpage" xml:id="stephpage-48b" n="48b"/> ὥς φησι Σοφοκλῆς,<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">Σοφοκλῆς</foreign>] Anig. 237</note> οὐκ αὐτοῖς μόνον ἀλλὰ καὶ τοῖς 
 <milestone unit="tlnum" n="10"/> ἄλλοις. ἀντιλαμβανόμενοι γὰρ ἑκάστοτε κεναῖς καὶ περιτταῖς ἐρωτήσεσι τοῦ διδάσκοντος, ὥσπερ ἐν συνοδίᾳ, τὸ ἐνδελεχὲς ἐμποδίζουσι τῆς μαθήσεως, ἐπιστάσεις καὶ διατριβὰς λαμβανούσης. οὗτοι μὲν
 <milestone unit="tlnum" n="15"/> οὖν κατὰ τὸν Ἱερώνυμον ὥσπερ οἱ δειλοὶ καὶ γλίσχροι<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">γλίσχροι</foreign>] <foreign xml:lang="grc">λίχνοι</foreign> W</note> σκύλακες τὰ δέρματα δάκνοντες οἴκοι καὶ 15 τὰ τίλματα τίλλοντες τῶν θηρίων αὐτῶν οὐχ ἅπτονται τοὺς δʼ ἀργοὺς ἐκείνους παρακαλῶμεν, ὅταν τὰ κεφάλαια τῇ νοήσει περιλάβωσιν, αὐτοὺς διʼ αὑτῶν τὰ λοιπὰ συντιθέναι, καὶ τῇ μνήμῃ χειραγωγεῖν
 <milestone unit="tlnum" n="20"/>
 <milestone unit="stephpage" xml:id="stephpage-48c" n="48c"/> τὴν εὕρεσιν, καὶ τὸν ἀλλότριον λόγον οἷον ἀρχὴν καὶ σπέρμα λαβόντας ἐκτρέφειν καὶ αὔξειν. οὐ γὰρ ὡς ἀγγεῖον ὁ νοῦς ἀποπληρώσεως ἀλλʼ ὑπεκκαύματος μόνον ὥσπερ ὕλη δεῖται, ὁρμὴν ἐμποιοῦντος εὑρετικὴν καὶ ὄρεξιν ἐπὶ τὴν ἀλήθειαν. ὥσπερ οὖν εἴ
 <milestone unit="tlnum" n="25"/> τις ἐκ γειτόνων πυρὸς δεόμενος, εἶτα πολὺ καὶ λαμπρὸν εὑρὼν αὐτοῦ καταμένοι διὰ τέλους θαλπόμενος, οὕτως εἴ τις ἥκων λόγου μεταλαβεῖν πρὸς ἄλλον οὐχ οἴεται δεῖν φῶς οἰκεῖον ἐξάπτειν καὶ <pb xml:id="v.1.p.117"/> νοῦν ἴδιον, ἀλλὰ χαίρων τῇ ἀκροάσει κάθηται θελγόμενος,
 <milestone unit="stephpage" xml:id="stephpage-48d" n="48d"/> οἷον ἔρευθος ἕλκει καὶ γάνωμα τὴν δόξαν ἀπὸ τῶν λόγων, τὸν δʼ ἐντὸς  εὐρῶτα τῆς ψυχῆς καὶ ζόφον οὐκ ἐκτεθέρμαγκεν<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">ἐκτεθέρμαγκεν</foreign>] <foreign xml:lang="grc">ἐκεθεράπευκεν</foreign> Emperius</note> οὐδʼ ἐξέωκε διὰ φιλοσοφίας.
 <milestone unit="tlnum" n="5"/> εἰ δεῖ τινος οὖν πρὸς ἀκρόασιν ἑτέρου παραγγέλματος, δεῖ καὶ τοῦ νῦν εἰρημένου μνημονεύοντας ἀσκεῖν ἅμα τῇ μαθήσει τὴν εὕρεσιν, ἵνα μὴ σοφιστικὴν ἕξιν μηδʼ ἱστορικὴν ἀλλʼ ἐνδιάθετον καὶ φιλόσοφον λαμβάνωμεν, ἀρχὴν τοῦ καλῶς βιῶναι
 <milestone unit="tlnum" n="10"/> τὸ καλῶς ἀκοῦσαι νομίζοντες.</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>