<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0007.tlg042.perseus-grc2:1.2-1.3</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0007.tlg042.perseus-grc2:1.2-1.3</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0007.tlg042.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="chapter" n="1"><div type="textpart" subtype="section" n="2"><p>ἐπεὶ δʼ ἀγαπῶντες ἔνιοι τὰ τοιαῦτα συνάγουσιν ἱστορίᾳ καὶ ἀκοῇ τῶν κατὰ τύχην γεγονότων ὅσα λογισμοῦ καὶ προνοίας ἔργοις ἔοικεν, οἷον ὅτι δυεῖν Ἄττεων γενομένων ἐμφανῶν, τοῦ μὲν Σύρου, τοῦ δὲ Ἀρκάδος, ἑκάτερος ὑπὸ συὸς ἀπώλετο, δυεῖν δὲ Ἀκταιώνων, ὁ μὲν ὑπὸ τῶν κυνῶν, ὁ δʼ ὑπὸ τῶν ἐραστῶν διεσπάσθη, δυεῖν δὲ Σκηπιώνων, ὑφʼ  οὗ μὲν ἐνικήθησαν Καρχηδόνιοι πρότερον, ὑφʼ οὗ δὲ ὕστερον ἄρδην ἀνῃρέθησαν, </p></div><div type="textpart" subtype="section" n="3"><p>ἑάλω δὲ τὸ Ἴλιον ὑφʼ Ἡρακλέους διὰ τὰς Λαομέδοντος ἵππους καὶ ὑπὸ Ἀγαμέμνονος διὰ τοῦ δουρείου προσαγορευθέντος ἵππου, τρίτον δʼ ὑπὸ  <pb n="p.4"/> 
Χαριδήμου, ταῖς πύλαις ἵππου τινὸς ἐμπεσόντος ἀποκλεῖσαι ταχὺ τῶν Ἰλιέων μὴ δυνηθέντων δυεῖν δὲ ὁμωνύμων τοῖς εὐωδεστάτοις φυτοῖς πόλεων, Ἴου καὶ Σμύρνης, τὸν ποιητὴν Ὅμηρον ἐι ᾗ μὲν γενέσθαι λέγουσιν, ἐν ᾗ δὲ ἀποθανεῖν, </p></div></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>