<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0007.tlg002.perseus-grc2:28.7-28.8</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0007.tlg002.perseus-grc2:28.7-28.8</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0007.tlg002.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="chapter" xml:base="urn:cts:greekLit:tlg0007.tlg002.perseus-grc2" n="28"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0007.tlg002.perseus-grc2:28" n="7"><p>ἥκει γὰρ ἐκεῖθεν, ἐκεῖ δʼ ἄνεισιν, οὐ μετὰ σώματος, ἀλλʼ ἐὰν ὅτι μάλιστα σώματος ἀπαλλαγῇ καὶ διακριθῇ καὶ γένηται καθαρὸν παντάπασι καὶ ἄσαρκον καὶ ἁγνόν. <q>αὕη γὰρ ψυχὴ ἀρίστη,<note anchored="true" place="unspecified" resp="editor" xml:lang="eng"><foreign xml:lang="grc">Αὔη γὰρ ψυχὴ ἀρίστη</foreign> Bekker: <foreign xml:lang="grc">αὕτη γὰρ ψυχὴ ξηρὴ καὶ ἀρίστη</foreign>.</note></q> καθʼ Ἡράκλειτον, ὥσπερ ἀστραπὴ νέφους διαπταμένη τοῦ σώματος. ἡ δὲ σώματι πεφυρμένη καὶ περίπλεως σώματος, οἷον ἀναθυμίασις ἐμβριθὴς καὶ ὁμιχλώδης, δυσέξαπτός ἐστι καὶ δυσανακόμιστος.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0007.tlg002.perseus-grc2:28" n="8"><p>οὐδὲν οὖν δεῖ τὰ σώματα τῶν ἀγαθῶν συναναπέμπειν παρὰ φύσιν εἰς οὐρανόν, ἀλλὰ τὰς ἀρετὰς καὶ τὰς ψυχὰς παντάπασιν οἴεσθαι κατὰ φύσιν καὶ δίκην θείαν ἐκ μὲν ἀνθρώπων εἰς ἥρωας, ἐκ δʼ ἡρώων εἰς δαίμονας, ἐκ δὲ δαιμόνων, ἂν τέλεον ὥσπερ ἐν τελετῇ καθαρθῶσι καὶ ὁσιωθῶσιν, ἅπαν ἀποφυγοῦσαι τὸ θνητὸν καὶ παθητικόν, οὐ νόμῳ πόλεως, ἀλλʼ ἀληθείᾳ καὶ κατὰ τὸν εἰκότα λόγον εἰς θεοὺς ἀναφέρεσθαι, τὸ κάλλιστον καὶ μακαριώτατον τέλος ἀπολαβούσας.</p></div></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>