<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0007.tlg002.perseus-grc2:18.4-18.5</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0007.tlg002.perseus-grc2:18.4-18.5</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0007.tlg002.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="chapter" xml:base="urn:cts:greekLit:tlg0007.tlg002.perseus-grc2" n="18"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0007.tlg002.perseus-grc2:18" n="4"><p>Κούρτιος γάρ, ἀνὴρ ἐπιφανὴς δόξῃ καὶ φρονήματι γαῦρος, ἵππον ἔχων πολὺ πρὸ τῶν ἄλλων ἐχώρει· δεξαμένου δὲ τοῦ βαράθρου τὸν ἵππον, ἄχρι μέν τινος ἐπειρᾶτο πληγῇ καὶ παρακελεύσει χρώμενος ἐξελαύνειν, ὡς δʼ ἦν ἀμήχανον, ἐάσας τὸν ἵππον ἑαυτὸν ἔσῳζεν. ὁ μὲν οὖν τόπος διʼ ἐκεῖνον ἔτι νῦν Κούρτειος λάκκος ὀνομάζεται· φυλαξάμενοι δὲ τὸν κίνδυνον οἱ Σαβῖνοι μάχην καρτερὰν ἐμαχέσαντο, κρίσιν οὐ λαβοῦσαν, καίτοι πολλῶν πεσόντων, ἐν οἷς ἦν καὶ Ὁστίλιος.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0007.tlg002.perseus-grc2:18" n="5"><p>τοῦτον Ἑρσιλίας ἄνδρα καὶ πάππον Ὁστιλίου τοῦ μετὰ Νομᾶν βασιλεύσαντος γενέσθαι λέγουσιν. αὖθις δὲ πολλῶν ἀγώνων ἐν βραχεῖ συνισταμένων ὡς εἰκός, ἑνὸς μάλιστα τοῦ τελευταίου μνημονεύουσιν, ἐν ᾧ Ῥωμύλου τὴν κεφαλὴν πληγέντος λίθῳ καὶ πεσεῖν ὀλίγον δεήσαντος τοῦ τʼ ἀντέχειν ὑφεμένου, τοῖς Σαβίνοις ἐνέδωκαν οἱ Ῥωμαῖοι καὶ φυγῇ πρὸς τὸ Παλάτιον ἐχώρουν, ἐξωθούμενοι τῶν ἐπιπέδων.</p></div></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>