<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0006.tlg020.1st1K-grc1:346-365</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0006.tlg020.1st1K-grc1:346-365</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0006.tlg020.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="fragment" xml:base="urn:cts:greekLit:tlg0006.tlg020.1st1K-grc1" n="346"><l>εἷς γάρ τις ἔστι κοινὸς ἀνθρώποις νόμος</l><l>καὶ θεοῖσι τοῦτο δόξαν, ὡς σαφῶς λέγω,</l><l>θηρσίν τε πᾶσι, τέκνα τίκτουσιν φιλεῖν·</l><l>τὰ δ’ ἄλλα χωρὶς χρώμεθ’ ἀλλήλων νόμοις.</l></div><pb facs="tragicorumgraeco00naucuoft_0496"/><div type="textpart" subtype="fragment" xml:base="urn:cts:greekLit:tlg0006.tlg020.1st1K-grc1" n="347"><l>εἰ δ’ ἦσθα μὴ κάκιστος, οὔποτ’ ἂν πάτραν</l><l>τὴν σὴν ἀτίζων τήνδ’ ἂν ηὐλόγεις πόλιν·</l><l>ὡς ἔν γ’ ἐμοὶ κρίνοιτ’ ἂν οὐ καλῶς φρονεῖν</l><l>ὅστις πατρῴας γῆς ἀτιμάζων ὅρους</l><l n="5">ἄλλην ἐπαινεῖ καὶ τρόποισιν ἥδεται.</l></div><div type="textpart" subtype="fragment" xml:base="urn:cts:greekLit:tlg0006.tlg020.1st1K-grc1" n="348"><l>ἁζοίμην</l></div><pb facs="tragicorumgraeco00naucuoft_0497"/><div type="textpart" subtype="fragment" xml:base="urn:cts:greekLit:tlg0006.tlg020.1st1K-grc1" n="349"><l>Αἰθιοπίαν νιν ἐξέσῳσ’ ἐπὶ χθόνα</l></div><div type="textpart" subtype="fragment" xml:base="urn:cts:greekLit:tlg0006.tlg020.1st1K-grc1" n="350"><l>καί μοι, πολὺν γὰρ πέλανον ἐκπέμπεις δόμων,</l><l>φράσον σελήνας τάσδε πυρίνου χλόης</l></div><div type="textpart" subtype="fragment" xml:base="urn:cts:greekLit:tlg0006.tlg020.1st1K-grc1" n="351"><l>ὀλολύζετ’, ὦ γυναῖκες, ὡς ἔλθῃ θεὰ</l><l>χρυσῆν ἔχουσα Γοργόν’ ἐπίκουρος πόλει.</l></div><div type="textpart" subtype="fragment" xml:base="urn:cts:greekLit:tlg0006.tlg020.1st1K-grc1" n="352"><l>ὡς σὺν θεοῖσι τοὺς σοφοὺς κινεῖν δόρυ</l><l>στρατηλάτας χρή, τῶν θεῶν δὲ μὴ βίᾳ.</l></div><pb facs="tragicorumgraeco00naucuoft_0498"/><div type="textpart" subtype="fragment" xml:base="urn:cts:greekLit:tlg0006.tlg020.1st1K-grc1" n="353"><l>οὐδεὶς στρατεύσας ἄδικα σῶς ἦλθεν πάλιν.</l></div><div type="textpart" subtype="fragment" xml:base="urn:cts:greekLit:tlg0006.tlg020.1st1K-grc1" n="354"><l>τὰς οὐσίας γὰρ μᾶλλον ἢ τὰς ἁρπαγὰς</l><l>τιμᾶν δίκαιον· οὔτε γὰρ πλοῦτός ποτε</l><l>βέβαιος ἄδικος</l></div><div type="textpart" subtype="fragment" xml:base="urn:cts:greekLit:tlg0006.tlg020.1st1K-grc1" n="355"><l>ναῦς ἡ μεγίστη κρεῖσσον ἢ μικρὸν σκάφος.</l></div><div type="textpart" subtype="fragment" xml:base="urn:cts:greekLit:tlg0006.tlg020.1st1K-grc1" n="356"><l>ὀλίγους ἐπαινῶ μᾶλλον ἢ πολλοὺς κακούς.</l></div><div type="textpart" subtype="fragment" xml:base="urn:cts:greekLit:tlg0006.tlg020.1st1K-grc1" n="357"><l>ζεῦγος τριπάρθενον</l></div><div type="textpart" subtype="fragment" xml:base="urn:cts:greekLit:tlg0006.tlg020.1st1K-grc1" n="358"><l>οὐκ ἔστι μητρὸς οὐδὲν ἥδιον τέκνοις·</l><l>ἐρᾶτε μητρός, παῖδες, ὡς οὐκ ἔστ’ ἔρως</l><l>τοιοῦτος ἄλλος ὅστις ἡδίων ἐρᾶν.</l></div><pb facs="tragicorumgraeco00naucuoft_0499"/><div type="textpart" subtype="fragment" xml:base="urn:cts:greekLit:tlg0006.tlg020.1st1K-grc1" n="359"><l>θετῶν δὲ παίδων ποῦ κράτος; τὰ φύντα γὰρ</l><l>κρείσσω νομίζειν τῶν δοκημάτων χρεών.</l></div><div type="textpart" subtype="fragment" xml:base="urn:cts:greekLit:tlg0006.tlg020.1st1K-grc1" n="360"><l>τὰς χάριτις ὅστις εὐγενῶς χαρίζεται,</l><l>ἥδιον ἐν βροτοῖσιν· οἳ δὲ δρῶσι μέν,</l><l>χρόνῳ δὲ δρῶσι, δυσγενέστερον . .</l><l>ἐγὼ δὲ δώσω παῖδα τὴν ἐμὴν κτανεῖν.</l><l n="5">λογίζομαι δὲ πολλά· πρῶτα μὲν πόλιν</l><l>οὐκ ἄν τιν’ ἄλλην τῆσδε βελτίω λαβεῖν·</l><l>ᾗ πρῶτα μὲν λεὼς οὐκ ἐπακτὸς ἄλλοθεν,</l><l>αὐτόχθονες δ’ ἔφυμεν· αἱ δ’ ἄλλαι πόλεις</l><l>πεσσῶν ὁμοίως διαφοραῖς ἐκτισμέναι</l><l n="10">ἄλλαι παρ’ ἄλλων εἰσὶν εἰσαγώγιμοι.</l><l>ὅστις δ’ ἀπ’ ἄλλης πόλεος οἰκήσῃ πόλιν,</l><l>ἁρμὸς πονηρὸς ὥσπερ ἐν ξύλῳ παγείς,</l><l>λόγῳ πολίτης ἐστί, τοῖς δ’ ἔργοισιν οὔ.</l><l>ἔπειτα τέκνα τοῦδ’ ἕκατι τίκτομεν,</l><l n="15">ὡς θεῶν τε βωμοὺς πατρίδα τε ῥυώμεθα.</l><l>πόλεως δ’ ἀπάσης τοὔνομ’ ἕν, πολλοὶ δέ νιν</l><l>ναίουσι· τούτους πῶς διαφθεῖραί με χρή,</l><l>ἐξὸν προπάντων μίαν ὑπερδοῦναι θανεῖν;</l><l>εἴπερ γὰρ ἀριθμὸν οἶδα καὶ τοὐλάσσονος</l><l n="20">τὸ μεῖζον, οὑνὸς οἶκος οὐ πλέον σθένει</l><l>πταίσας ἀπάσης πόλεος οὐδ’ ἴσον φέρει.</l><l>εἰ δ’ ἦν ἐν οἴκοις ἀντὶ θηλειῶν στάχυς</l><l>ἄρσην, πόλιν δὲ πολεμία κατεῖχε φλόξ,</l><l>οὐκ ἄν νιν ἐξέπεμπον εἰς μάχην δορός,</l><l n="25">θάνατον προταρβοῦσ’; ἀλλ’ ἔμοιγ’ εἴη τέκνα </l><l>〈ἃ〉 καὶ μάχοιτο καὶ μετ’ ἀνδράσιν πρέποι,</l><l>μὴ σχήματ’ ἄλλως ἐν πόλει πεφυκότα.</l><pb facs="tragicorumgraeco00naucuoft_0500"/><l>τὰ μητέρων δὲ δάκρυ’ ὅταν πέμπῃ τέκνα,</l><l>πολλοὺς ἐθήλυν’ εἰς μάχην ὁρμωμένους.</l><l n="30">μισῶ γυναῖκας αἵτινες πρὸ τοῦ καλοῦ</l><l>ζῆν παῖδας εἵλοντ’ ἢ παρῄνεσαν κακά.</l><l>καὶ μὴν θανόντες γ’ ἐν μάχῃ πολλῶν μέτα</l><l>τύμβον τε κοινὸν ἔλαχον εὔκλειάν τ’ ἴσην·</l><l>τἠμῇ δὲ παιδὶ στέφανος εἷς μιᾷ μόνῃ</l><l n="35">πόλεως θανούσῃ τῆσδ’ ὑπερδοθήσεται.</l><l>καὶ τὴν τεκοῦσαν καὶ σὲ δύο θ’ ὁμοσπόρω</l><l>σώσει· τί τούτων οὐχὶ δέξασθαι καλόν;</l><l>τὴν οὐκ ἐμὴν . . πλὴν φύσει δώσω κόρην</l><l>θῦσαι πρὸ γαίας. εἰ γὰρ αἱρεθήσεται</l><l n="40">πόλις, τί παίδων τῶν ἐμῶν μέτεστί μοι;</l><l>οὐκ οὖν ἅπαντα τοὐπ’ ἐμοὶ σωθήσεται;</l><l>ἄρξουσιν ἄλλοι, τήνδ’ ἐγὼ σώσω πόλιν.</l><l>ἐκεῖνο δ’ οὗ 〈τὸ〉 πλεῖστον ἐν κοινῷ μέρος,</l><l>οὐκ ἔσθ’ ἑκούσης τῆς ἐμῆς ψυχῆς ἄτερ</l><l n="45">προγόνων παλαιὰ θέσμι’ ὅστις ἐκβαλεῖ·</l><l>οὐδ’ ἀντ’ ἐλαίας χρυσέας τε Γοργόνος</l><l>τρίαιναν ὀρθὴν στᾶσαν ἐν πόλεως βάθροις</l><l>Εὔμολπος οὐδὲ Θρῂξ ἀναστέψει λεὼς</l><l>στεφάνοισι, Παλλὰς δ’ οὐδαμοῦ τιμήσεται.</l><l n="50">χρῆσθ’, ὦ πολῖται, τοῖς ἐμοῖς λοχεύμασιν,</l><l>σῴζεσθε, νικᾶτ’· ἀντὶ γὰρ ψυχῆς μιᾶς</l><l>οὐκ ἔσθ’ ὅπως οὐ τήνδ’ ἐγὼ σώσω πόλιν.</l><l>ὦ πατρίς, εἴθε πάντες οἳ ναίουσί σε</l><l>οὕτω φιλοῖεν ὡς ἐγώ· καὶ ῥᾳδίως</l><l n="55">οἰκοῖμεν ἄν σε κοὐδὲν ἂν πάσχοις κακόν.</l></div><pb facs="tragicorumgraeco00naucuoft_0502"/><div type="textpart" subtype="fragment" xml:base="urn:cts:greekLit:tlg0006.tlg020.1st1K-grc1" n="361"><l rend="indent">ἐγὼ δὲ τοὺς καλῶς τεθνηκότας</l><l>ζῆν φημὶ μᾶλλον τοῦ βλέπειν τοὺς μὴ καλῶς.</l></div><div type="textpart" subtype="fragment" xml:base="urn:cts:greekLit:tlg0006.tlg020.1st1K-grc1" n="362"><l>ὀρθῶς μ’ ἐπήρου· βούλομαι δὲ σοί, τέκνον,</l><l>φρονεῖς γὰρ ἤδη κἀποσῴσαι’ ἂν πατρὸς</l><l>γνώμας φράσαντος, ἢν θάνω, παραινέσαι</l><l>κειμήλι’ ἐσθλὰ καὶ νέοισι χρήσιμα.</l><l n="5">βραχεῖ δὲ μύθῳ πολλὰ συλλαβὼν ἐρῶ.</l><l>πρῶτον φρένας μὲν ἠπίους ἔχειν χρεών·</l><l>τῷ πλουσίῳ τε τῷ τε μὴ διδοὺς μέρος</l><l>ἴσον σεαυτὸν εὐσεβεῖν πᾶσιν δίδου.</l><l>δυοῖν παρόντοιν πραγμάτοιν πρὸς θάτερον</l><l n="10">γνώμην προσάπτων τὴν ἐναντίαν μέθες.</l><l>ἀδίκως δὲ μὴ κτῶ χρήματ’, ἢν βούλῃ πολὺν</l><l>χρόνον μελάθροις ἐμμένειν· τὰ γὰρ κακῶς</l><l>οἴκους ἐσελθόντ’ οὐκ ἔχει σωτηρίαν.</l><l>ἔχειν δὲ πειρῶ· τοῦτο γὰρ τό τ’ εὐγενὲς</l><l n="15">καὶ τοὺς γάμους δίδωσι τοὺς πρώτους ἔχειν.</l><l>ἐν τῷ πένεσθαι δ’ ἐστὶν ἥ τ’ ἀδοξία,</l><l>κἂν ᾖ σοφός τις, ἥ τ’ ἀτιμία βίου.</l><l>φίλους δὲ τοὺς μὲν μὴ χαλῶντας ἐν λόγοις</l><l>κέκτησο· τοὺς δὲ πρὸς χάριν σὺν ἡδονῇ</l><l n="20">τῇ σῇ πονηροὺς κλῇθρον εἰργέτω στέγης.</l><l>ὁμιλίας δὲ τὰς γεραιτέρων φίλει,</l><l>ἀκόλαστα δ’ ἤθη λαμπρὰ συγγελᾶν μόνον</l><l>μίσει· βραχεῖα τέρψις ἡδονῆς κακῆς.</l><l>ἐξουσίᾳ δὲ μήποτ’ ἐντρυφῶν, τέκνον,</l><l n="25">αἰσχροὺς ἔρωτας δημοτῶν διωκαθεῖν.</l><l>ὃ καὶ σίδηρον ἀγχόνας τ’ ἐφέλκεται,</l><l>χρηστῶν πενήτων ἤν τις αἰσχύνῃ τέκνα.</l><pb facs="tragicorumgraeco00naucuoft_0503"/><l>καὶ τοὺς πονηροὺς μήποτ’ αὔξαν’ ἐν πόλει·</l><l>κακοὶ γὰρ ἐμπλησθέντες ἢ νομίσματος</l><l n="30">ἢ πόλεος ἐμπεσόντες εἰς ἀρχήν τινα</l><l>σκριτῶσιν, ἀδόκητ’ εὐτυχησάντων δόμων.</l><l>ἀλλ’ ὦ τέκνον μοι δὸς χέρ’, ὡς θίγῃ πατήρ,</l><l>καὶ χαῖρ’· ὑπ’ αἰδοῦς δ’ οὐ λίαν ἀσπάζομαι·</l><l>γυναικόφρων γὰρ θυμὸς ἀνδρὸς οὐ σοφοῦ.</l></div><pb facs="tragicorumgraeco00naucuoft_0504"/><div type="textpart" subtype="fragment" xml:base="urn:cts:greekLit:tlg0006.tlg020.1st1K-grc1" n="363"><l>εἷς μὲν λόγος μοι δεῦρ’ ἀεὶ περαίνεται.</l></div><div type="textpart" subtype="fragment" xml:base="urn:cts:greekLit:tlg0006.tlg020.1st1K-grc1" n="364"><l>ἐκ τῶν πόνων τοι τἀγάθ’ αὔξεται βροτοῖς.</l><l>[ὁ δ’ ἡδὺς αἰὼν ἡ κακή τ’ ἀνανδρία</l><l>οὔτ’ οἶκον οὔτε πόλιν ἀνορθώσειεν ἄν.]</l></div><pb facs="tragicorumgraeco00naucuoft_0505"/><div type="textpart" subtype="fragment" xml:base="urn:cts:greekLit:tlg0006.tlg020.1st1K-grc1" n="365"><l>αἰδοῦς δὲ καὐτὸς δυσκρίτως ἔχω πέρι·</l><l>καὶ δεῖ γὰρ αὐτῆς κἄστιν αὖ κακὸν μέγα.</l></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>