<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg2048.tlg001.1st1K-grc1:9.5.1-9.5.7</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg2048.tlg001.1st1K-grc1:9.5.1-9.5.7</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg2048.tlg001.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="book" n="9"><div type="textpart" subtype="chapter" n="5"><div type="textpart" subtype="section" n="1"><p> Κατὰ ταυτὸν δὲ συνέβη καὶ Οὕννους στρατοπεδευομένους ἐν Θρᾴκῃ, μήτε
                                πολεμοῦντος αὐτοῦ, μήτε διώκοντος, αἰσχρῶς ὑποστρέψαι, τοὺς πλείους
                                ἀποβαλόντας. Ἐπεὶ γὰρ Οὔλδις, ὁ ἡγούμενος τῶν περὶ <pb n="892"/> τὸν
                                Ἴστρον βαρβάρων, πλείστην ἔχων στρατιὰν ἐπεραιώθη τὸν ποταμὸν, ἐν
                                τοῖς Θρᾳκῶν ὅροις ἐστρατοπεδεύετο. </p></div><div type="textpart" subtype="section" n="2"><p> Καὶ Καστράμαρτις πόλιν τῆς Μυσίας προδοσίᾳ ἑλὼν, ἐντεῦθεν τὴν ἄλλην
                                Θρᾴκην κατέτρεχε, καὶ σπονδὰς θέσθαι πρὸς Ῥωμαίους ὑπ̓ ἀλαζονείας
                                οὐκ ἠνείχετο. <milestone unit="altedition" n="371"/>Διαλεγομένου δὲ
                                αὐτῷ περὶ εἰρήνης τοῦ ὑπάρχου τῶν Θρᾳκίων στρατευμάτων, ἀνίσχοντα
                                τὸν ἥλιον ἐπιδείξας, οὐ χαλεπὸν αὐτῷ ἔφη, ἢν βούλοιτο, </p></div><div type="textpart" subtype="section" n="3"><p> πᾶσαν ἣν ἐφορᾷ γῆν καταστρέψασθαι. Τερατευομένου δὲ τοιάδε, καὶ
                                δασμὸν ὅσον ἐβούλετο ἐπιτάττοντος, καὶ ἐπὶ τούτοις συντίθεσθαι
                                Ῥωμαίοις εἰρήνην ἔχειν, ἢ πόλεμον περιμένειν: ἀμηχάνου τε τοῦ
                                πράγματος ὄντος, ἐπέδειξεν ὁ Θεὸς ἣν ἔχει προμήθειαν περὶ τὴν
                                παροῦσαν βασιλείαν.</p></div><div type="textpart" subtype="section" n="4"><p> Οὐκ εἰς μακρὰν γὰρ λόγοι πρὸς τοὺς ἀμφὶ τὸν Οὔλδιν οἰκείους καὶ
                                λοχαγοὺς ἐγένοντο περὶ τῆς Ῥωμαίων πολιτείας, καὶ τῆς τοῦ βασιλέως
                                φιλανθρωπίας, ὁποίων τε καὶ <pb n="893"/> ὅσων ἀξιοῖ γερῶν τοὺς
                                ἀρίστους καὶ ἀγαθοὺς ἄνδρας. Οὐκ ἀθεεὶ δὲ τούτων εἰς ἔρωτα
                                καταστάντες, Ῥωμαίοις προσεχώρησαν, </p></div><div type="textpart" subtype="section" n="5"><p>καὶ σὺν αὐτοῖς ἐστρατοπεδεύοντο ἅμα τοῖς ὑπ̓ αὐτοὺς τεταγμένοις. Ὁ δὲ
                                Οὔλδις πρὸς τὸ πέραν τοῦ ποταμοῦ μόλις διεσώθη, πολλοὺς ἀποβαλὼν,
                                ἄρδην δὲ τοὺς καλουμένους Σκιροὺς, ἔθνος δὲ τοῦτο βάρβαρον ἱκανῶς
                                πολυάνθρωπον πρὶν τοιᾷδε περιπεσεῖν συμφορᾷ: ὑστερήσαντες γὰρ ἐν τῇ
                                φυγῇ, οἱ μὲν αὐτῶν ἀνῃρέθησαν, οἱ δὲ ζωγρηθέντες δέσμιοι πρὸς τὴν
                                Κωνσταντινούπολιν ἐξεπέμφθησαν.</p></div><div type="textpart" subtype="section" n="6"><p> Δόξαν δὲ τοῖς ἄρχουσιν διανεῖμαι τούτους, μή τι πλῆθος ὄντες
                                νεωτερίσωσι: τοὺς μὲν, ἐπ̓ ὀλίγοις τιμήμασι ἀπέδοντο: τοὺς δὲ,
                                πολλοῖς προῖκα δουλεύειν παρέδοσαν, ἐπὶ τῷ μήτε Κωνσταντινουπόλεως,
                                μήτε πάσης Εὐρώπης ἐπιβαίνειν, καὶ τῇ μέσῃ θαλάσσῃ χωρίζεσθαι τὸν
                                ἐγνωσμένον αὐτοῖς τόπον.</p></div><div type="textpart" subtype="section" n="7"><p> Ἐκ τούτων τε πλῆθος ἄπρατον περιλειφθὲν, ἄλλος ἀλλαχῆ <pb n="894"/>
                                διατρίβειν ἐτάχθησαν: πολλοὺς δὲ ἐπὶ τῆς Βιθυνίας τεθέαμαι, πρὸς τῷ
                                καλουμένῳ Ὀλύμπῳ ὄρει, σποράδην οἰκοῦντας, καὶ τοὺς αὐτόθι λόφους
                                καὶ ὑπωρείας γεωργοῦντας. </p></div></div></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>