<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg2048.tlg001.1st1K-grc1:7.28.1-7.28.8</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg2048.tlg001.1st1K-grc1:7.28.1-7.28.8</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg2048.tlg001.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="book" n="7"><div type="textpart" subtype="chapter" n="28"><div type="textpart" subtype="section" n="1"><p> Ἀλλὰ τὰ μὲν ὧδε ἐπυθόμην. Ἐξ ἐκείνου δὲ καὶ <pb n="774"/> Ἀκάκιος ἐν
                                ἐπισκόποις διέπρεπε, ἤδη πρότερον τὴν ἐν Βεροίᾳ τῆς Συρίας ἐπισκοπὴν
                                ἐπιτραπείς. Τούτου δὲ εἰκὸς μὲν καὶ ἄλλα φέρεσθαι γραφῆς ἄξια:
                                    <milestone unit="altedition" n="321"/>καθὸ τὸν βίον μοναχικῶς
                                ἀσκηθεὶς ἐκ παιδὸς, </p></div><div type="textpart" subtype="section" n="2"><p>ἀκριβῶς ἐπολιτεύσατο. Τεκμήριον δὲ μεγίστης ἔδωκεν ἀρετῆς, παρὰ πάντα
                                τὸν χρόνον τὸ ἐπισκοπικὸν καταγώγιον ἀνεῳγμένον ἔχων: ὡς καὶ τροφῆς
                                ὥρᾳ καὶ ὕπνου ἀδεῶς οἷς ἐδόκει ξένοις τε καὶ ἀστοῖς αὐτὸν ὁρᾷν.</p></div><div type="textpart" subtype="section" n="3"><p> Ἄγαμαι δὲ τοῦτο μάλιστα: ἢ γὰρ οὕτως ἐβίω, ὡς ἀεὶ πεποιθέναι: ἢ πρὸς
                                τὸ ἕτοιμον εἰς κακίαν τῆς φύσεως παρετοιμαζόμενος τουτὶ ἐπενόησεν:
                                ὥστε ἀεὶ φωραθήσεσθαι προσδοκῶν ὑπὸ τῶν ἐξαπίνης εἰσιόντων, </p></div><div type="textpart" subtype="section" n="4"><p>ἐν τῇ συνεχεῖ φυλακῇ μηδὲ ἁμαρτάνειν ὧν δεῖ, ἀλλ̓ ἐν σπουδαίοις εἶναι
                                πράγμασιν. Ἐν δὲ τῷ τότε ἐπισήμω ἤστην καὶ Ζήνων καὶ Αἴας ἀδελφοί:
                                οἳ δὴ τὸ πρὶν ἐφιλοσόφουν, οὐκ ἐν μοναγρίαις, ἀλλ̓ ἐν Γάζῃ πρὸς
                                θάλασσαν, ὅπερ καὶ Μαϊουμᾶν ὀνομάζουσιν. <pb n="775"/> Ἄμφω δὲ
                                πιστοτάτω περὶ τὸ δόγμα ἐγενέσθην, καὶ Θεὸν ὡμολόγησαν ἀνδρείως: ὡς
                                καὶ πολλάκις πρὸς τῶν Ἑλληνιστῶν αἰκισθῆναι χαλεπῶς ἄγαν καὶ
                                ἀπηνῶς.</p></div><div type="textpart" subtype="section" n="5"><p> Λέγεται δὲ Αἴαντα γῆμαι μὲν εὐειδεστάτην γυναῖκα: τρίτον δὲ μόνον
                                αὐτῇ συνελθεῖν ἐν παντὶ τῷ χρόνῳ, καὶ τρεῖς παῖδας ποιῆσαι: τὸ μετὰ
                                ταῦτα δὲ συνουσίας ἕνεκα τοιᾶσδε τῇ γαμετῇ ἀποταξάμενον, μοναχικῶς
                                πεπολιτεῦσθαι: καὶ τῶν υἱέων, δύο μὲν ἐπὶ τὰ θεῖα καὶ τὴν ἀγαμίαν
                                παιδαγωγῆσαι: τὸν ἄλλον δὲ, ἐπὶ γάμον. Ἐπιεικῶς δὲ, καὶ μάλα
                                εὐδοκίμως τὴν τοῦ Βοτωλίου ἐκκλησίαν ἐπετρόπευσε.</p></div><div type="textpart" subtype="section" n="6"><p> Ζήνων δὲ, ἔτι νέος ὢν βίῳ καὶ γάμῳ ἀπαγορεύσας, ἐπιμελέστατος
                                ἐγένετο περὶ τὴν διακονίαν τοῦ Θεοῦ. Φασὶ γοῦν αὐτὸν, μᾶλλον δὲ καὶ
                                ἡμεῖς τεθεάμεθα, ἐπισκοποῦντα τὴν ἐν τῷ Μαϊουμᾶ ἐκκλησίαν, ἤδη
                                γηραλέον καὶ ἀμφὶ τὰ ἑκατὸν ἔτη ὄντα, μηδεπώποτε ἑωθινῶν ἢ ἑσπερινῶν
                                ὕμνων, ἢ ἄλλης λειτουργίας τοῦ Θεοῦ κατόπιν γενόμενον, εἰ μή γε
                                νόσος αὐτὸν <pb n="776"/>
                            </p></div><div type="textpart" subtype="section" n="7"><p> ἐπέσχεν. Ἐν φιλοσοφίᾳ δὲ μοναχικῇ τὸν βίον ἄγων, λινῆν ἐσθῆτα
                                ὕφαινεν ἐπὶ μονήρους ἱστοῦ, ἐντεῦθέν τε τὰ ἐπιτήδεια εἶχε, καὶ
                                ἄλλοις ἐχορήγει: καὶ οὐ διέλιπεν ἄχρι τελευτῆς τὸ αὐτὸ διέπων ἔργον,
                                καίπερ ἀρχαιότητι τῶν ἀνὰ τὸ ἔθνος ἱερέων πρωτεύων, καὶ λαῷ καὶ
                                χρήμασι μεγίστης ἐκκλησίας προεστώς.</p></div><div type="textpart" subtype="section" n="8"><p> Ἀλλὰ τῶνδε μὲν εἰς ἀπόδειξιν τῶν τότε ἱερωμένων ἐμνήσθην, πάντας δὲ
                                διεξελθεῖν ἔργον, ἐπεὶ οἱ πλείους ἀγαθοὶ ἐγένοντο: καὶ τὸ θεῖον
                                ἐμαρτύρει τοῖς αὐτῶν βίοις, ἐπικαλουμένων ἑτοίμως ἐπακοῦον, καὶ
                                πλεῖστα θαυματουργοῦν. </p></div></div></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>