<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg2048.tlg001.1st1K-grc1:7.20.1-7.20.5</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg2048.tlg001.1st1K-grc1:7.20.1-7.20.5</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg2048.tlg001.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="book" n="7"><div type="textpart" subtype="chapter" n="20"><div type="textpart" subtype="section" n="1"><p> Διασπωμένων δὲ, ὡς εἴρηται, τῶν ἀπὸ τῶν ἄλλων αἱρέσεων, ἔτι μᾶλλον
                                ἐπεδίδου ἡ καθόλου ἐκκλησία, προστιθεμένων αὐτῇ πλείστων ἔκ τε τῆς
                                πρὸς σφᾶς τῶν ἑτεροδόξων διχονοίας, καὶ μάλιστα τοῦ Ἑλληνικοῦ
                                πλήθους. Ἐπεὶ γὰρ εἶδεν ὁ βασιλεὺς τὴν συνήθειαν τοῦ παρελθόντος
                                χρόνου ἔτι πρὸς τὸ πατρῷον σέβας καὶ τοὺς θρησκευομένους παῤ αὐτῶν
                                τόπους ἕλκουσαν τὸ ὑπήκοον, ἀρξάμενος βασιλεύειν ἐκώλυσε τούτων
                                ἐπιβαίνειν.</p></div><div type="textpart" subtype="section" n="2"><p> Τελευτῶν δὲ καὶ πολλοὺς καθεῖλεν. Οἱ δὲ, ἀπορίᾳ εὐκτηρίων οἴκων, τῷ
                                χρόνῳ προσειθίσθησαν ταῖς ἐκκλησίαις φοιτᾷν: οὐδὲ γὰρ λάθρα θύειν
                                Ἑλληνικῶς, ἀκίνδυνον ἦν: ἀλλ̓ ἐν ἀφαιρέσει κεφαλῆς <pb n="747"/> καὶ
                                οὐσίας νόμος ἔκειτο κατὰ τῶν ταῦτα τολμώντων τὴν τιμωρίαν κυρῶν.
                                Τηνικαῦτα δὲ φασὶ τὸν Αἰγύπτου ποταμὸν κατόπιν τοῦ καιροῦ γενέσθαι
                                περὶ τὴν πρώτην ἀνάβασιν τῶν ὑδάτων: οἱ δὲ Αἰγύπτιοι ἐχαλέπαινον,
                            </p></div><div type="textpart" subtype="section" n="3"><p>ὅτι μὴ συγχωροῖντο κατὰ τὸν πάτριον νόμον τῷ ποταμῷ θύειν. Ὑπονοήσας
                                δὲ ὁ τοῦ ἔθνους ἡγούμενος εἰς στάσιν αὐτοὺς παρασκευάζεσθαι, τάδε
                                ἐμήνυσε. Μαθὼν δὲ ὁ βασιλεὺς, ἄμεινον ἔφη πρὸς τὸ θεῖον διαμεῖναι
                                πιστὸν, ἢ τὰ Νείλου νάματα καὶ τὴν ἐντεῦθεν εὐετηρίαν προτιμῆσαι τῆς
                                εὐσεβείας: μηδέποτε γὰρ ῥεύσειεν ἐκεῖνος ὁ ποταμὸς, εἴπερ ἀληθῶς
                                οἷός τέ ἐστι γοητείαις ὑπάγεσθαι, καὶ θυσίαις χαίρειν, καὶ αἱμάτων
                                ῥεύσει μιαίνειν τὰς ἐκ τοῦ θείου Παραδείσου ἐπιρροάς.</p></div><div type="textpart" subtype="section" n="4"><p> Οὐκ εἰς μακρὰν δὲ ὁ Νεῖλος πολὺς ἐκχυθεὶς καὶ τοῖς ὑψηλοτέροις
                                ἐπαφῆκε τὰ ῥεύματα. Ἐπεὶ δὲ πρὸς τὸ τελειότατον καὶ σπανίως
                                πληρούμενον μέτρον ἔφθασεν, οὐδὲν δὲ ἧττον ἐκορυφοῦτο τὸ ὕδωρ, εἰς
                                ἐναντίον φόβον περιέστησαν οἱ Αἰγύπτιοι: καὶ δέος ἦν, μὴ καὶ τὴν
                                Ἀλεξάνδρου <pb n="748"/>
                            </p></div><div type="textpart" subtype="section" n="5"><p> πόλιν, καὶ Λιβύης μέρος οὖσαν κατακλύσῃ. <milestone unit="altedition" n="310"/>Ἡνίκα δὴ λέγεται τοὺς Ἑλληνιστὰς
                                Ἀλεξανδρέων ἀγανακτοῦντας πρὸς τὸ συμβὰν παρὰ γνώμην, ἐπιτωθάσαι καὶ
                                ἐν τοῖς θεάτροις ἀναβοῆσαι, ὡς οἷα γέρων καὶ λῆρος ἐξούρησεν ὁ
                                ποταμός. Ἐκ τούτου δὲ πλεῖστοι Αἰγυπτίων τῆς πατρῴας δεισιδαιμονίας
                                κατέγνωσαν, καὶ εἰς Χριστιανισμὸν μετεβάλοντο. Καὶ τὰ μὲν, ὡς
                                ἐπυθόμην. </p></div></div></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>