<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg2048.tlg001.1st1K-grc1:6.38.1-6.38.16</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg2048.tlg001.1st1K-grc1:6.38.1-6.38.16</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg2048.tlg001.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="book" n="6"><div type="textpart" subtype="chapter" n="38"><div type="textpart" subtype="section" n="1"><p> Ὑπὸ δὲ τὸν αὐτὸν τοῦτον χρόνον, τελευτήσαντος <pb n="668"/> τοῦ
                                Σαρακηνῶν βασιλέως: αἱ πρὸς τοὺς Ῥωμαίους σπονδαὶ ἐλύθησαν. Μανία δὲ
                                ἡ τούτου γαμετὴ, τὴν ἡγεμονίαν τοῦ ἔθνους ἐπιτροπεύουσα, ἐδῄου τὰς
                                Φοινίκων καὶ Παλαιστινῶν πόλεις, μέχρι καὶ Αἰγυπτίων, </p></div><div type="textpart" subtype="section" n="2"><p>ἐξ εὐωνύμων ἀναπλέοντι τὸν Νεῖλον, τὸ Ἀράβιον καλούμενον κλίμα
                                οἰκούντων. Ἦν δὲ οὐχ οἷος νομίζεσθαι ῥᾴδιος ὁ πόλεμος, ὡς παρὰ
                                γυναικὸς παρασκευαζόμενος. Καρτερὰν γὰρ καὶ δυσκαταγώνιστον φασὶ
                                γενέσθαι Ῥωμαίοις ταύτην τὴν μάχην: ὡς καὶ τὸν ἡγεμόνα τῶν ἐν
                                Φοινίκῃ στρατιωτῶν, εἰς συμμαχίαν ἐπικαλέσασθαι τὸν στρατηγὸν πάσης
                                τῆς ἀνὰ τὴν ἕω ἱππικῆς τε καὶ πεζῆς στρατιᾶς. Τὸν δὲ, γελάσαι μὲν
                                τὴν κλῆσιν, καὶ ἀπόμαχον ποιῆσαι τὸν καλέσαντα.</p></div><div type="textpart" subtype="section" n="3"><p> Παραταξάμενον δὲ πρὸς Μανίαν ἀντιστρατηγοῦσαν, τραπῆναι, καὶ μόλις
                                διασωθῆναι παρὰ τοῦ ἡγεμόνος τῶν Παλαιστινῶν καὶ Φοινίκων
                                στρατιωτῶν. Ὡς γὰρ εἶδεν αὐτὸν κινδυνεύοντα, μένειν ἐκτὸς τῆς μάχης
                                κατὰ τὴν αὐτοῦ πρόσταξιν εὔηθες ἐνόμισε: προσδραμών τε ὑπήντησε τοῖς
                                βαρβάροις, <pb n="669"/>
                            </p></div><div type="textpart" subtype="section" n="4"><p> καὶ τῷ μὲν καιρὸν ἔδωκεν ἀσφαλεστέρας φυγῆς. Αὐτὸς δὲ ὑπαναχωρῶν, ἐν
                                τῷ φεύγειν ἐτόξευε, καὶ τοὺς πολεμίους ἐπικειμένους ἀπεκρούετο τοῖς
                                τοξεύμασι. Ταῦτα δὲ πολλοὶ τῶν τῇδε προσοικούντων, εἰσέτι νῦν
                                ἀπομνημονεύουσι: παρὰ δὲ Σαρακηνοῖς, ἐν ᾠδαῖς ἐστίν. </p></div><div type="textpart" subtype="section" n="5"><p> Ἐπιβαροῦντος δὲ τοῦ πολέμου, ἀναγκαῖον ἐδόκει περὶ εἰρήνης
                                πρεσβεύσασθαι πρὸς Μανίαν. Τὴν δὲ λόγος, τοῖς περὶ τούτου
                                πρεσβεύσασιν ἄντικρυς ἀπειπεῖν τὰς πρὸς Ῥωμαίους σπονδὰς, εἰ μὴ τοῖς
                                ὑπ̓ αὐτὴν ἀρχομένοις ἐπίσκοπος χειροτονηθείη Μωσῆς τις, ἐν τῇ πέλας
                                ἐρήμῳ τηνικάδε φιλοσοφῶν: ἀνὴρ ἀπὸ βίου ἀρετῆς, σημείων τε θείων καὶ
                                παραδόξων ἐπίσημος. </p></div><div type="textpart" subtype="section" n="6"><p> Ἐπιτραπέντες δὲ παρὰ βασιλέως οἱ τάδε μηνύσαντες τῶν στρατιωτῶν
                                ἡγεμόνες, συλλαμβάνουσι τὸν Μωσῆν, καὶ παρὰ τὸν Λούκιον ἄγουσιν.
                                    <milestone unit="altedition" n="276"/>Ὁ δὲ, παρόντων ἀρχόντων
                                καὶ τοῦ συνελθόντος πλήθους, Ἐπίσχες, ἔφη: οὐχ οἷός τε γάρ εἰμι
                                φέρειν ἀρχιερέως ὄνομα καὶ τιμὴν ἀξίως: εἰ δ̓ ἄρα καὶ ἐπὶ ἀναξίῳ
                                ὄντι μοὶ τοῦτο ἐπινεύοι Θεὸς, μαρτύρομαι τὸν οὐρανοῦ καὶ γῆς
                                δημιουργὸν, ὡς τὰς σὰς οὐκ ἐπιβαλεῖς μοὶ χεῖρας, <pb n="670"/>
                            </p></div><div type="textpart" subtype="section" n="7"><p> αἵματι καὶ λύθρῳ πεφυρμένας ἁγίων ἀνδρῶν. Ὑπολαβὼν δὲ Λούκιος, Εἰ
                                μὲν ἔτι, φησὶν, ἀγνοεῖς τὴν ἐμὴν πίστιν, οὐ δίκαια ποιεῖς, πρὶν
                                μαθεῖν ἀποστρεφόμενος: </p></div><div type="textpart" subtype="section" n="8"><p>εἰ δὲ διαβαλλόντων τινῶν, ἄγε δὴ καὶ νῦν ἄκουσον παῤ ἐμοῦ, καὶ κριτὴς
                                γενοῦ τῶν λεγομένων. Ἀλλ̓ ἔμοιγε, ἔφη Μωσῆς, λίαν σαφὴς φαίνεται ἡ
                                σὴ πίστις: καὶ μαρτυροῦσιν ὁποία τις ἐστὶ, ἐπίσκοποί τε, καὶ
                                πρεσβύτεροι, καὶ διάκονοι, ἐν ὑπερορίαις φυγαῖς καὶ μετάλλοις
                                ταλαιπωρούμενοι: ταῦτα οὖν περὶ Θεοῦ νομίζεις τὰ γνωρίσματα, ἃ
                                παντελῶς ἐστὶν ἀλλότρια Χριστοῦ καὶ τῶν ὀρθῶς περὶ Θεοῦ δοξαζόντων.
                            </p></div><div type="textpart" subtype="section" n="9"><p> Ἐπεὶ δὲ τοιαῦτα λέγων ἐπώμνυτο, μήτε Λουκίου χειροτονοῦντος
                                ὑποδέχεσθαι τὴν ἱερωσύνην, παραιτησάμενοι Λούκιον οἱ Ῥωμαίων
                                ἄρχοντες, ἄγουσι Μωσῆν <pb n="671"/> πρὸς τοὺς ἐν φυγῇ ὄντας
                                ἐπισκόπους. Παῤ ὧν χειροτονηθεὶς, ὡς τοὺς Σαρακηνοὺς ἦλθε: καὶ
                                διαλλάξας αὐτοὺς Ῥωμαίοις, αὐτόθι διῆγεν ἱερεωμένος, καὶ πολλοὺς
                                χριστιανίσαι παρεσκεύασε, </p></div><div type="textpart" subtype="section" n="10"><p>κομιδῆ ὀλίγους εὑρὼν τοῦ δόγματος μετασχόντας. Τουτὶ γὰρ τὸ φῦλον ἀπὸ
                                Ἰσμαὴλ τοῦ Ἀβραὰμ παιδὸς τὴν ἀρχὴν λαβὸν καὶ τὴν προσηγορίαν εἶχε,
                                καὶ Ἰσμαηλίτας αὐτοὺς οἱ ἀρχαῖοι ἀπὸ τοῦ προπάτορος ὠνόμασαν.
                                Ἀποτριβόμενοι δὲ τοῦ νόθου τὸν ἔλεγχον, καὶ τῆς Ἄγαρ τῆς Ἰσμαὴλ
                                μητρὸς τὴν δυσγένειαν, δούλη γὰρ ἦν, Σαρακηνοὺς σφᾶς ὠνόμασαν, ὡς
                                ἀπὸ Σάρρας τῆς Ἀβραὰμ γαμετῆς καταγομένους.</p></div><div type="textpart" subtype="section" n="11"><p> Τοιοῦτον δὲ τὸ γένος ἕλκοντες, ἅπαντες μὲν ὁμοίως Ἑβραίοις
                                περιτέμνονται, καὶ ὑείων κρεῶν ἀπέχονται, καὶ ἄλλα πολλὰ τῶν παῤ
                                αὐτοῖς ἐθῶν φυλάττουσι. Τὸ δὲ μὴ πάντα ἐπίσης αὐτοῖς πολιτεύεσθαι,
                                χρόνῳ λογιστέον, ἢ ταῖς ἐπιμιξίαις τῶν πέριξ ἐθνῶν. Μωσῆς τε γὰρ
                                πολλοῖς ὕστερον χρόνοις γενόμενος, μόνοις τοῖς ἐξ <pb n="672"/>
                            </p></div><div type="textpart" subtype="section" n="12"><p> Αἰγύπτου ἐξελθοῦσιν ἐνομοθέτησε. Καὶ οἱ προσοικοῦντες αὐτοῖς ὡς ἄγαν
                                δεισιδαίμονες ὄντες, ὡς εἰκὸς διέφθειραν τὴν Ἰσμαὴλ πατρῴαν ἀγωγὴν,
                                καθ̓ ἣν μόνην ἐπολιτεύοντο οἱ πάλαι Ἑβραῖοι πρὸ τῆς τοῦ Μωσέως
                                νομοθεσίας, ἀγράφοις ἔθεσι κεχρημένοι. Ἀμέλει τὰ αὐτὰ δαιμόνια τοῖς
                                ὁμόροις ἔσεβον, καὶ παραπλησίως αὐτὰ τιμῶντες καὶ ὀνομάζοντες,
                                    <milestone unit="altedition" n="277"/>ἐν τῇ πρὸς τοὺς πέλας
                                ὁμοιότητι τῆς θρησκείας, τὸ αἴτιον ἐδείκνυον τῆς παραποιήσεως τῶν
                                πατρίων νόμων. </p></div><div type="textpart" subtype="section" n="13"><p> Οἷα δὲ φιλεῖ, χρόνος πολὺς ἐπιγενόμενος τὰ μὲν λήθῃ παρέδωκε: τὰ δὲ
                                πρεσβεύεσθαι παῤ αὐτοῖς ἐποίησε. Μετὰ δὲ ταῦτά τινες αὐτῶν
                                συγγενόμενοι Ἰουδαίοις, ἔμαθον ἀφ̓ ὧν ἐγένοντο: καὶ ἐπὶ τὸ συγγενὲς
                                ἐπανῆλθον, καὶ τοῖς Ἑβραίοις ἔθεσι καὶ νόμοις προσέθεντο. Ἐξ ἐκείνου
                                τε πολλοὶ παῤ αὐτοῖς εἰσέτι καὶ νῦν Ἰουδαϊκῶς ζῶσιν.</p></div><div type="textpart" subtype="section" n="14"><p> Οὐ πρὸ πολλοῦ δὲ τῆς παρούσης βασιλείας, καὶ χριστιανίζειν ἤρξαντο.
                                Μετέσχον δὲ τῆς ἐν Χριστῷ πίστεως, ταῖς συνουσίαις <pb n="673"/> τῶν
                                προσοικούντων αὐτοῖς ἱερέων καὶ μοναχῶν, οἳ ἐν ταῖς πέλας ἐρημίαις
                                ἐφιλοσόφουν, εὖ βιοῦντες καὶ θαυματουργοῦντες. Λέγεται δὲ τότε καὶ
                                φυλὴν ὅλην εἰς Χριστιανισμὸν μεταβαλεῖν, </p></div><div type="textpart" subtype="section" n="15"><p>Ζοκόμου τοῦ ταύτης φυλάρχου ἐξ αἰτίας τοιάσδε βαπτισθέντος. Ἄπαις ὢν,
                                κατὰ κλέος ἀνδρὸς μοναχοῦ ἦλθεν αὐτῷ συντευξόμενος, καὶ τὴν συμφορὰν
                                ἀπωδύρετο: περὶ πολλοῦ γάρ ἐστι παιδοποιΐα Σαρακηνοῖς, οἶμαι δὲ καὶ
                                πᾶσι βαρβάροις: ὁ δὲ, θαρρεῖν παρακελευσάμενος, ηὔξατο, καὶ
                                ἀπέπεμψεν, ἕξειν αὐτὸν υἱὸν ὑποσχόμενος, εἰ πιστεύσειεν εἰς Χριστόν.
                                Ἐπεὶ δὲ Θεὸς ἔργῳ τὴν ὑπόσχεσιν ἐβεβαίωσε, καὶ ἐτέχθη αὐτῷ παῖς,
                                αὐτός τε Ζόκομος ἐμυήθη, </p></div><div type="textpart" subtype="section" n="16"><p>καὶ τοὺς ὑπ̓ αὐτὸν ἐπὶ τοῦτο ἤγαγεν. Ἐξ ἐκείνου τε ταύτην τὴν φυλὴν
                                γενέσθαι φασὶν εὐδαίμονα καὶ πολυάνθρωπον, Πέρσαις τε καὶ τοῖς
                                ἄλλοις Σαρακηνοῖς φοβεράν. Ὃν μὲν δὴ τρόπον Σαρακηνοὶ τὴν ἀρχὴν εἰς
                                Χριστιανισμὸν μετέβαλον, <pb n="674"/> καὶ οἷα περὶ τοῦ πρώτου παῤ
                                αὐτοῖς ἐπισκοπήσαντος παρειλήφαμεν, ὧδε ἔχει. </p></div></div></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>