<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg2048.tlg001.1st1K-grc1:6.24.1-6.24.9</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg2048.tlg001.1st1K-grc1:6.24.1-6.24.9</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg2048.tlg001.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="book" n="6"><div type="textpart" subtype="chapter" n="24"><div type="textpart" subtype="section" n="1"><p> Οἱ μὲν οὖν πρὸς δύσιν ἱερεῖς ὧδε φθάσαντες τοὺς παῤ αὐτοῖς
                                νεωτερίζοντας, ἐπιμελῶς ἐφύλαττον τὴν ἀρχῆθεν παραδοθεῖσαν αὐτοῖς
                                πίστιν: ὡς κομιδῆ ὀλίγους ἐνθάδε ἑτεροδόξους γενέσθαι, καὶ σχεδὸν
                                μόνους τοὺς ἀμφὶ τὸν Αὐξέντιον.</p></div><div type="textpart" subtype="section" n="2"><p> Οὐκ εἰς μακρὰν δὲ καὶ οὗτος ἐκποδὼν ἐγένετο: τελευτήσαντος δὲ αὐτοῦ,
                                ἐστασίαζε τὸ πλῆθος, οὐ τὸν αὐτὸν αἱρούμενοι τὴν Μεδιολάνων
                                ἐκκλησίαν ἐπισκοπεῖν: καὶ ἡ πόλις ἐκινδύνευεν. Ἕκαστοι γὰρ
                                ἀποτυχόντες, ἠπείλουν ποιεῖν <pb n="603"/> ἃ φιλεῖ γίνεσθαι ἐν ταῖς
                                τοιαύταις ταραχαῖς. Δείσας δὲ τὴν τοῦ δήμου κίνησιν Ἀμβρόσιος, ὁ
                                τότε τοῦ ἔθνους ἡγούμενος, ἐλθὼν εἰς τὴν ἐκκλησίαν, συνεβούλευε
                                παύεσθαι τῆς ἔριδος, </p></div><div type="textpart" subtype="section" n="3"><p>νόμων ὑπομιμνήσκων, ὁμονοίας τε καὶ τῶν ἀπὸ τῆς εἰρήνης ἀγαθῶν. Οὔπω
                                δὲ αὐτοῦ παυσαμένου περὶ τούτων δημηγορεῖν, ἐξαπίνης πάντες ἀφέμενοι
                                τῆς πρὸς ἀλλήλους ὀργῆς, ἐπ̓ αὐτὸν τὸν σύμβουλον τῆς ὁμονοίας ἄγουσι
                                τὴν τῆς ἐπισκοπῆς ψῆφον: <milestone unit="altedition" n="249"/>καὶ
                                βαπτίζεσθαι παρεκελεύοντο: ἔτι γὰρ ἀμύητος ἦν: καὶ τὴν ἱερωσύνην
                                παραλαμβάνειν</p></div><div type="textpart" subtype="section" n="4"><p> ἐδέοντο. Ἐπεὶ δὲ ὁ μὲν παρῃτεῖτο, καὶ ἀνεβάλλετο, καὶ ἀτεχνῶς τὸ
                                πρᾶγμα ἀπέφευγεν, ὁ δὲ δῆμος ἐπέκειτο, καὶ τῆς ἔριδος οὐκ ἄλλως
                                ἀνήσειν ἰσχυρίζετο, μηνύεται τάδε ταῖς ἐν τοῖς βασιλείοις ἀρχαῖς.
                                Ἅμα δὲ τῇ περὶ τούτων ἀγγελίᾳ, λέγεται Οὐαλεντινιανὸς ὁ βασιλεὺς
                                εὔξασθαι, καὶ φάναι χάριν ὁμολογεῖν τῷ Θεῷ, ὡς ἱερᾶσθαι ἐπιλεγομένῳ,
                                οὓς αὐτὸς ἄρχειν προβάλλεται. Μαθὼν δὲ τὴν τοῦ πλήθους ἔνστασιν, καὶ
                                    <pb n="604"/> τὴν Ἀμβροσίου παραίτησιν, συνέβαλεν ἐπὶ ὁμονοίᾳ
                                τῆς ἐν Μεδιολάνῳ ἐκκλησίας ταῦτα βραβεύειν τὸν Θεόν: καὶ τὴν
                                ταχίστην αὐτὸν χειροτονεῖσθαι προσέταξεν. </p></div><div type="textpart" subtype="section" n="5"><p> Ἅμα δὲ ἐμυήθη καὶ τὴν χειροτονίαν παρέλαβεν, ὁμοφρονεῖν πέπεικε περὶ
                                τὰ θεῖα τὴν ὑπ̓ αὐτὸν ἐκκλησίαν, ἐπὶ πολλῷ χρόνῳ διχονοίᾳ καμοῦσαν
                                ἐκ τῆς προστασίας Αὐξεντίου. Ἀλλ̓ οἷος μὲν Ἀμβρόσιος οὗτος μετὰ τὴν
                                χειροτονίαν ἐγένετο, καὶ ὡς ἀνδρείως καὶ μάλα θείως τὴν ἱερωσύνην
                                διήνυσεν, ἐν τοῖς ἑξῆς κατὰ χώραν λελέξεται.</p></div><div type="textpart" subtype="section" n="6"><p> Περὶ δὲ τοῦτον τὸν χρόνον οἱ ἀμφὶ τὴν Φρυγίαν Ναυατιανοὶ, παρὰ τὸ
                                πρότερον εἰωθὸς, ἤρξαντο μετὰ τῶν Ἰουδαίων τὴν τοῦ Πάσχα ἑορτὴν
                                ἐπιτελεῖν. Ναυάτος μὲν γὰρ ὃς ἀρχηγὸς ἐγένετο τῆς αἱρέσεως, τοὺς
                                μεταμελουμένους ἐπὶ τοῖς ἁμαρτήμασιν εἰς κοινωνίαν οὐ προσίετο: καὶ
                                τοῦτο μόνον ἐκαινοτόμει: παραπλησίως δὲ τῇ Ῥωμαίων ἐκκλησίᾳ μετὰ τὴν
                                ἐαρινὴν ἰσημερίαν διετέλεσεν αὐτός τε καὶ οἱ μετ̓ αὐτὸν ταύτην
                                ἄγοντες τὴν ἑορτήν.</p></div><div type="textpart" subtype="section" n="7"><p> Εἰσότε δὴ ἐπὶ ταύτης τῆς ἡγεμονίας, <pb n="605"/> τινὲς τῶν ἀνὰ τὴν
                                Φρυγίαν Ναυατιανῶν ἐπισκόπων συνελθόντες ἐν Παζουκώμῃ, χωρίον δὲ
                                αὕτη Φρυγῶν, ὅθεν Σαγγαρίου τοῦ ποταμοῦ αἱ πηγαὶ ῥέουσι: ὡς οὐδὲ
                                ταύτῃ κοινωνεῖν ἀξιοῦντες τοῖς ἑτέρως αὐτοῖς δοξάζουσιν, ἴδιον
                                ἔθεντο νόμον: ὥστε τὴν τῶν Ἀζύμων ἐπιτηρεῖν ἑορτὴν, </p></div><div type="textpart" subtype="section" n="8"><p>καὶ σὺν τοῖς Ἰουδαίοις τὸ Πάσχα ἐπιτελεῖν. Οὐκ ἐκοινώνει δὲ ταύτῃ τῇ
                                συνόδῳ, οὔτε Ἀγέλιος ὁ τῶν ἐν Κωνσταντινουπόλει Ναυατιανῶν
                                ἐπίσκοπος, οὔτε ὁ Νικαίας, ἢ ὁ Νικομηδείας, ἢ ὁ Κοτυαείου: πόλις δὲ
                                αὕτη Φρυγίας οὐκ ἄσημος: οὓς δὴ κυρίους καὶ κολοφῶνας, ὡς εἰπεῖν, οἱ
                                Ναυατιανοὶ νομίζουσι τῶν περὶ τὴν οἰκείαν αἵρεσιν καὶ τὰς αὐτῶν
                                ἐκκλησίας πραττομένων.</p></div><div type="textpart" subtype="section" n="9"><p> Ἐκ ταύτης δὲ τῆς αἰτίας, ὅπως καὶ οὗτοι εἰς διαφορὰν κατέστησαν, καὶ
                                σφᾶς αὐτοὺς διατεμόντες χωρὶς ἐκκλησίαζον, κατὰ καιρὸν ἐρῶ. <pb n="606"/>
                            </p></div></div></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>