<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg2048.tlg001.1st1K-grc1:5.4.1-5.4.9</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg2048.tlg001.1st1K-grc1:5.4.1-5.4.9</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg2048.tlg001.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="book" n="5"><div type="textpart" subtype="chapter" n="4"><div type="textpart" subtype="section" n="1"><p> Περὶ δὲ τὸν αὐτὸν χρόνον, καὶ τὴν πρὸς τῷ Ἀργαίῳ Καισάρειαν, μεγάλην
                                καὶ εὐδαίμονα, καὶ μητρόπολιν οὖσαν τοῦ Καππαδοκῶν κλίματος, ἐκ τοῦ
                                    <pb n="445"/> καταλόγου τῶν πόλεων ἐξήλειψεν ὁ βασιλεύς: καὶ τῆς
                                ἐπωνυμίας τοῦ Καίσαρος ἀφείλετο, ἧς πάλαι ἔτυχεν ἐπὶ Κλαυδίου
                                Καίσαρος, Μάζακα τὸ πρῶτον ὀνομαζομένη.</p></div><div type="textpart" subtype="section" n="2"><p> Ἐμίσει γὰρ καὶ πρότερον ἐξαίσιον μῖσος τοὺς αὐτῆς οἰκήτορας, ὡς
                                πανδημεὶ χριστιανίζοντας, καὶ πάλαι καθελόντας τοὺς παῤ αὐτοῖς νεὼς,
                                πολιούχου Διὸς, καὶ πατρῴου Ἀπόλλωνος: ἐπεὶ δὲ καὶ τὸ τῆς Τύχης, ὃ
                                μόνον περιελείφθη, αὐτοῦ βασιλεύοντος πρὸς τῶν Χριστιανῶν ἀνετράπη,
                                δεινῶς ἀπηχθάνετο πάσῃ τῇ πόλει, καὶ ἐδυσφόρει.</p></div><div type="textpart" subtype="section" n="3"><p> Καὶ Ἕλληνας μὲν, τοὺς ὄντας εὐαριθμήτους μάλα, ἐμέμφετο, ὡς μὴ
                                ἐπαμύνοντας, καὶ, εἰ παθεῖν ἔδει τι, προθύμως ὑπὲρ τῆς Τύχης
                                ὑπομείναντας.</p></div><div type="textpart" subtype="section" n="4"><p> Πάντα δὲ τὰ κτήματα καὶ τὰ χρήματα τῶν ἐν Καισαρείᾳ καὶ ὑπὸ τοὺς
                                αὐτῆς <pb n="446"/> ὅρους ἐκκλησιῶν, ἐρευνώμενα μετὰ βασάνων, εἰς
                                μέσον φέρεσθαι προσέταξεν: αὐτίκα δὲ τριακοσίας λίτρας χρυσοῦ τῷ
                                ταμιείῳ ἐκτίσαι: κληρικοὺς δὲ πάντας ἐγγραφῆναι τῷ καταλόγῳ τῶν ὑπὸ
                                τὸν ἄρχοντα τοῦ ἔθνους στρατιωτῶν: <milestone unit="altedition" n="185"/>ὃ δαπανηρὸν εἶναι σφόδρα καὶ ἐπονείδιστον ἐν ταῖς τῶν
                                Ῥωμαίων στρατιαῖς νομίζεται. </p></div><div type="textpart" subtype="section" n="5"><p> Τὸ δὲ πλῆθος τῶν Χριστιανῶν σὺν γυναιξὶ καὶ παισὶν ἀπογράψασθαι, καὶ
                                καθάπερ ἐν ταῖς κώμαις φόρους τελεῖν: ἔνορκον δὲ ἠπείλησεν, ὡς εἰ μὴ
                                τάχος τὰ ἱερὰ ἀνεγείρωσιν, οὐ παύσεται μηνιῶν, καὶ κακοποιῶν τὴν
                                πόλιν: καὶ οὐδὲ τὰς κεφαλὰς συγχωρήσει τοὺς Γαλιλαίους ἔχειν: ὧδε
                                γὰρ ἐπιτωθάζων καλεῖν εἴωθε τοὺς Χριστιανούς.</p></div><div type="textpart" subtype="section" n="6"><p> Ἐξέβη δ̓ ἂν ἴσως εἰς ἔργον ἡ ἀπειλὴ, εἰ μὴ θᾶττον ἐτελεύτησεν. Ἐπεὶ
                                καὶ παρὰ τὴν ἀρχὴν, οὐκ ἐλεῶν τοὺς Χριστιανοὺς, φιλανθρωπότερος
                                ἐφάνη τῶν πρόσθεν διωξάντων τὴν ἐκκλησίαν: ἀλλ̓ ἐκ τῶν φθασάντων
                                εὑρὼν οὐδὲν ὄφελος εἶναι τιμωριῶν εἰς σύστασιν Ἑλληνισμοῦ: ταύτῃ δὲ
                                μάλιστα τὰ Χριστιανῶν ἠυξῆσθαι, καὶ ἐνδοξότερα γεγενῆσθαι τῇ ἀνδρείᾳ
                                τῶν διὰ τὸ δόγμα <pb n="447"/>
                            </p></div><div type="textpart" subtype="section" n="7"><p> ἀποθανεῖν ἑλομένων. Ὅθεν δόξης αὐτοῖς φθονῶν, οὐ φειδόμενος, πυρὶ
                                μὲν χρῆσθαι, ἢ σιδήρῳ, ἢ τοῖς τοῦ σώματος αἰκισμοῖς, ἢ τῷ
                                καταποντῶσαι καὶ ζῶντας κατορύττειν, ἃ τὸ πρὶν ἐσπουδάζετο, οὐκ
                                ἀναγκαῖον εἶδεν εἰς μετάστασιν γνώμης: λόγῳ δὲ καὶ παραινέσεσι
                                πείθειν ἡγεῖτο τὰ πλήθη εἰς Ἑλληνισμὸν μεταβαλεῖν: καὶ τοῦ σκοποῦ
                                περιέσεσθαι ῥᾳδίως, εἰ βιάσασθαι μὴ ἀξιώσας, </p></div><div type="textpart" subtype="section" n="8"><p>ἐκ παραδόξου φιλάνθρωπός τις εἶναι δόξει περὶ αὐτούς. Λέγεται γοῦν
                                θυομένῳ αὐτῷ ἐν Κωνσταντινουπόλεως Τυχείῳ προσελθόντα Μάριν τὸν
                                Χαλκηδόνος ἐπίσκοπον, ἀσεβῆ τε δημοσίᾳ <pb n="448"/> ὑβρίσαι, καὶ
                                ἄθεον καὶ παραβάτην ἀποκαλέσαι: τὸν δὲ, μόνην αὐτῷ ὀνειδίσαι τὴν
                                τύφλωσιν: ὑπὸ χειραγωγῷ γὰρ ἐληλύθει, γέρων ὢν, καὶ τοὺς ὀφθαλμοὺς
                                ὑποκεχυμένος.</p></div><div type="textpart" subtype="section" n="9"><p> Ἐπεὶ δὲ καὶ ἐπισκώπτων, οἷά περ εἰώθει, εἰς τὸν Χριστὸν βλασφημῶν,
                                Οὐδὲ ὁ Γαλιλαῖός σου Θεὸς, εἶπε, θεραπεύσει σε: ὑπολαβὼν Μάρις, Ἀλλ̓
                                ἐγὼ χάριν ἔχω τῷ Θεῷ μου τῆς τυφλώσεως, ἔφη, ἵνα μή σε θεάσωμαι τῆς
                                εὐσεβείας ἐκπεπτωκότα. Καὶ ὁ βασιλεὺς μηδὲν ἀποκρινόμενος
                                παρέδραμεν. Ὤιετο γὰρ ταύτῃ μᾶλλον Ἑλληνισμὸν κρατύναι, ἀνεξίκακον
                                καὶ πρᾷον ἀδοκήτως τῷ πλήθει τῶν Χριστιανῶν ἑαυτὸν ἐπιδεικνύς. </p></div></div></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>