<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg2048.tlg001.1st1K-grc1:4.20.1-4.21.4</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg2048.tlg001.1st1K-grc1:4.20.1-4.21.4</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg2048.tlg001.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="book" n="4"><div type="textpart" subtype="chapter" n="20"><div type="textpart" subtype="section" n="1"><p> Ἐν ᾧ δὲ τὰ περὶ Ἰταλίαν, ὡς εἴρηται, ἐγίνετο, πρὶν συστῆσαι τὴν ἐν
                                Σελευκείᾳ σύνοδον, μέγισται ταραχαὶ κατὰ τὴν ἕω συνέβησαν. Οἱ μὲν
                                γὰρ ἀμφὶ Ἀκάκιον καὶ Πατρόφιλον, ἀφελόμενοι Μάξιμον, τὴν Ἱεροσολύμων
                                ἐκκλησίαν Κυρίλλῳ ἐπέτρεψαν. Μακεδόνιος δὲ τὴν Κωνσταντινούπολιν,
                                καὶ τὰς πέριξ πόλεις ἐτάραττεν: <del>ὡς ἤρξατο χειροτονεῖν ὁ
                                    Μακάριος,</del> συλλαβομένους ἔχων Ἐλεύσιον καὶ Μαραθώνιον.</p></div><div type="textpart" subtype="section" n="2"><p> Ὧν τὸν μὲν ἤδη πρότερον ἐκ διακόνου τῆς ὑπ̓ αὐτὸν ἐκκλησίας, καὶ
                                σπουδαῖον ἐπίτροπον πτωχείων τε καὶ μοναχικῶν συνοικιῶν ἀνδρῶν τε
                                καὶ γυναικῶν, ἐπίσκοπον Νικομηδέων κατέστησεν: <milestone unit="altedition" n="161"/>Ἐλεύσιον <pb n="385"/> δὲ Κυζίκου,
                                οὐκ ἀσήμως ἐν τοῖς βασιλείοις στρατευσάμενον. Ἄμφω δὲ φασὶν ἀγαθὼ
                                γενέσθαι τὸν βίον: σπουδαίω δὲ κακῶσαι τοὺς ὁμοούσιον τῷ Πατρὶ τὸν
                                Υἱὸν δοξάζοντας, </p></div><div type="textpart" subtype="section" n="3"><p>ἀλλ̓ οὐχ ἁπλῶς οὕτως ὡς Μακεδόνιος. Οὗτος γὰρ οὐ μόνον ἤλαυνε τοὺς
                                παραιτουμένους αὐτῷ κοινωνεῖν, ἀλλὰ καὶ δεσμώτας ἐποίει, καὶ
                                δικασταῖς παρεδίδου: τοὺς δὲ καὶ ἄκοντας κοινωνεῖν ἐβιάζετο: παῖδάς
                                τε καὶ γυναῖκας ἀμυήτους ἁρπάζων, ἐμυσταγώγει. Οὐ μὴν ἀλλὰ καὶ
                                πολλὰς πολλαχῆ ἐκκλησίας καθεῖλε, βασιλέως πρόσταγμα προϊσχόμενος,
                                καθαιρεῖσθαι προστάττον τοὺς εὐκτηρίους οἴκους τῶν ὁμοούσιον τῷ
                                Πατρὶ τὸν Υἱὸν εἶναι ἰσχυριζομένων.</p></div><div type="textpart" subtype="section" n="4"><p> Ἐκ δὴ τῆς τοιαύτης αἰτίας, καὶ ἡ πρὸς τῷ καλουμένῳ Πελαργῷ ἐν
                                Κωνσταντινουπόλει Ναυατιανῶν ἐκκλησία καθῃρέθη. Ἡνίκα δὴ λέγεται
                                τοὺς ἀπὸ ταύτης τῆς αἱρέσεως ἀνδρεῖον ἔργον ἐργάσασθαι: ἴσως δὲ καὶ
                                οἱ ἀπὸ τῆς καθόλου ἐκκλησίας ὡς ὁμόφροσι συνελάβοντο.</p></div><div type="textpart" subtype="section" n="5"><p> Ἐπιταττόντων γὰρ οἷς τοῦτο προστέτακτο λύειν τοῦτον τὸν οἶκον,
                                πανοικὶ <pb n="386"/> συνελθόντες, οἱ μὲν τὰς ὕλας κατέβαλλον: οἱ δὲ
                                εἰς τὰς ἀντίπεραν Συκὰς μετεκόμιζον: καὶ ἐν τάχει πέρας ἡ σπουδὴ
                                ἔσχεν: ἐκοινώνουν γὰρ τοῦ ἔργου οὐ μόνον ἄνδρες, ἀλλὰ καὶ γυναῖκες
                                καὶ παῖδες: ἕκαστος γὰρ αὐτῶν, Θεῷ τὸ ἔργον προσφέρων, ὑπερφυῶς
                                προὐθυμεῖτο: ὑπὸ τοιαύτης δὲ σπουδῆς τὸν ἶσον τρόπον ἥδε ἡ ἐκκλησία
                                ἀνενεώθη, καὶ τὸ ἐξ ἐκείνου ἐκ τοῦ συμβάντος Ἀναστασία
                                ὠνόμασται.</p></div><div type="textpart" subtype="section" n="6"><p> Τελευτήσαντος γὰρ Κωνσταντίου, διαδεξάμενος Ἰουλιανὸς τὴν βασιλείαν,
                                τὸν τόπον τοῖς Ναυατιανοῖς ἀπέδωκε, καὶ τὴν ἐκκλησίαν οἰκοδομῆσαι
                                ἐπέτρεψεν. Ὃ καὶ ἐγένετο, τοῦ λαοῦ προθύμως συλλαβομένου, καὶ τὰς
                                αὐτὰς ὕλας ἐκ τῶν Συκῶν μετακομίσαντος. Καὶ τὰ μὲν ὕστερον ὧδε
                                ἔσχεν.</p></div><div type="textpart" subtype="section" n="7"><p> Ἐν δὲ τῷ τότε, μικροῦ Ναυατιανοὶ καὶ οἱ ἀπὸ τῆς καθόλου ἐκκλησίας
                                ἡνώθησαν: ὁμοίως γὰρ περὶ τὸ θεῖον δοξάζοντες, καὶ κοινῇ
                                ἐλαυνόμενοι, καὶ ἐν ὁμοίαις συμφοραῖς ὄντες, εὖνοι ἀλλήλοις ἦσαν:
                                καὶ εἰς ταὐτὸν συνῄεσάν τε, καὶ συνηύχοντο: τοῖς γὰρ ἀπὸ τῆς καθόλου
                                ἐκκλησίας εὐκτήριος <pb n="387"/> οὐκ ἦν οἶκος, ἀλλὰ πάντες πρὸς τῶν
                                τὰ Ἀρείου φρονούντων ἀφῄρηντο: καὶ ὡς εἰκὸς, ἐκ τῆς συνεχοῦς ὁμιλίας
                                μάτην διαφέρεσθαι πρὸς σφᾶς λογισάμενοι, </p></div><div type="textpart" subtype="section" n="8"><p> κοινωνεῖν ἀλλήλοις ἐβουλεύοντο. Καὶ δὴ τοῦτο ἐγεγόνει, εἰ μὴ
                                βασκανία ὀλίγων οἶμαι τὴν τοῦ πλήθους προθυμίαν ἔβλαψεν, ἀρχαῖον
                                εἶναι λόγον ἰσχυριζομένων παραιτεῖσθαι τοῦτο ποιεῖν. </p></div></div><div type="textpart" subtype="chapter" n="21"><p> Περὶ τῶν ἐν Μαντινείᾳ ὑπὸ Μακεδονίου πραχθέντων: καὶ ὡς ἐξηλάθη τοῦ
                            θρόνου, μεταθέμενος τὴν θήκην τοῦ μεγάλου Κωνσταντίνου: καὶ ὡς ὁ
                            Ἰουλιανὸς προεβλήθη Καῖσαρ. </p><div type="textpart" subtype="section" n="1"><p> Κατὰ δὲ τοῦτον τὸν χρόνον καὶ Ἐλεύσιος τὴν ἐν Κυζίκῳ ἐκκλησίαν
                                Ναυατιανῶν ἄρδην καθεῖλε. Τούτων δὲ τῶν κακῶν ἐς τὰ μάλιστα μετέσχον
                                οἱ Μαντίνειον οἰκοῦντες, καὶ ἄλλοι Παφλαγόνες. Μαθὼν γὰρ Μακεδόνιος
                                τοὺς πλείους ἐνθάδε τὰ Ναυάτουφρονεῖν, <milestone unit="altedition" n="162"/>μὴ ἱκανούς τε μόνους εἶναι τούτους τοὺς ἐκκλησιαστικοὺς
                                    <pb n="388"/> ἀπελαύνειν, ἔπεισε τὸν βασιλέα τέσσαρα τάγματα τῶν
                                στρατιωτῶν ἐκπέμψαι τούτου χάριν. Ὧδε γὰρ ᾤετο ἀνθρώπους ἀήθεις
                                ὅπλων, εἰ ὁπλίτας θεάσοιντο, δείσαντας εὐθὺς πρὸς τὴν αὐτοῦ δόξαν
                                μεταθήσεσθαι.</p></div><div type="textpart" subtype="section" n="2"><p> Τὸ δὲ ἄλλως ἀπέβη. Τὸ γὰρ ἐκ τοῦ Μαντινείου πλῆθος γενόμενοι,
                                δρεπάναις τε καὶ πελέκεσι, καὶ ἄλλως ᾗ ἔτυχεν, ἕκαστος σφᾶς
                                ὁπλίσαντες, συνέμιξαν τοῖς στρατιώταις. Καρτερᾶς δὲ μάχης γενομένης,
                                πίπτουσι Παφλαγόνων μὲν πλεῖστοι, τῶν δὲ στρατιωτῶν σχεδὸν πάντες.
                                Ἐντεῦθεν ὡς τηλικούτων συμφορῶν αἴτιον ὄντα Μακεδόνιον, </p></div><div type="textpart" subtype="section" n="3"><p> πολλοὶ τῶν ἐπιτηδείων ἐμέμφοντο. Ἀποστραφεὶς δὲ καὶ ὁ βασιλεὺς,
                                οὐκέτι ὑγιῶς πρὸς αὐτὸν εἶχεν: ἐπεγένετο γὰρ καὶ μείζονος ἀπεχθείας
                                πρόφασις τοιάδε. Κωνσταντίνου τοῦ βασιλεύσαντος τὴν θήκην ἐβούλετο
                                    <pb n="389"/> Μακεδόνιος ἑτέρωθι μεταφέρειν: ἠπείλει γὰρ πτῶσιν
                                ὁ ταύτην καλύπτων οἶκος.</p></div><div type="textpart" subtype="section" n="4"><p> Τοῦ δὲ λαοῦ, οἱ μὲν ὧδε γενέσθαι συνεχώρουν: οἱ δὲ ἀντεῖχον, ἀνόσιον
                                εἶναι ἡγούμενοι, καὶ τῷ ἀνορύττειν ὅμοιον. Συνελαμβάνοντο δὲ τούτοις
                                καὶ οἱ τὸ δόγμα τῆς ἐν Νικαίᾳ συνόδου πρεσβεύοντες, μήτε ὑβρίζεσθαι
                                Κωνσταντίνου τὸ σῶμα ὡς ὁμοδόξου ἀνεχόμενοι, καὶ Μακεδονίῳ οἶμαι
                                ἐναντίοι εἶναι σπουδάζοντες. Ἀλλ̓ ὁ μὲν μηδὲν μελήσας, μετεκόμισε
                                τὴν θήκην εἰς τὴν ἐκκλησίαν ἐν ᾗ Ἀκακίου τοῦ μάρτυρός ἐστιν ὁ
                                τάφος.</p></div></div></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>