<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg2048.tlg001.1st1K-grc1:2.21.1-2.21.8</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg2048.tlg001.1st1K-grc1:2.21.1-2.21.8</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg2048.tlg001.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="book" n="2"><div type="textpart" subtype="chapter" n="21"><div type="textpart" subtype="section" n="1"><p> Ἐν τούτῳ δὲ, Αἰγυπτίοις οὔπω τέλος εἶχεν ἡ ἐξ ἀρχῆς αὐτοῖς πρὸς
                                ἀλλήλους κινηθεῖσα φιλονεικία. <pb n="170"/> Ἐπεὶ γὰρ ἐν τῇ συνόδῳ
                                τῇ κατὰ Νίκαιαν, ἡ μὲν Ἀρειανὴ αἵρεσις παντάπασιν ἀπεκηρύχθη, οἱ δὲ
                                τὰ Μελιτίου φρονοῦντες ἐπὶ τοῖς εἰρημένοις ἐδέχθησαν, ἐπανελθόντι
                                Ἀλεξάνδρῳ εἰς Αἴγυπτον, παρέδωκε Μελίτιος τὰς ἐκκλησίας, ἃς
                                παρανόμως ὑφ̓ ἑαυτὸν ἐποιήσατο, </p></div><div type="textpart" subtype="section" n="2"><p> καὶ ἐν τῇ Λυκῷ διῆγε. Μετ̓ οὐ πολὺ δὲ μέλλων τὸν βίον καταλιμπάνειν,
                                Ἰωάννην τινὰ τῶν αὐτῷ συνήθων, παρὰ τὸ δόγμα τῆς ἐν Νικαίᾳ συνόδου,
                                κατέστησεν ἀντ̓ αὐτοῦ, καὶ πάλιν αἴτιος ἀταξίας ταῖς ἐκκλησίαις
                                ἐγένετο.</p></div><div type="textpart" subtype="section" n="3"><p> Ἰδόντες δὲ οἱ Ἀρείου τοὺς Μελιτίου νεωτερίζοντας, συνετάραττον καὶ
                                αὐτοὶ τὰς ἐκκλησίας. Οἷα γὰρ φιλεῖ ἐν ταῖς τοιαύταις ταραχαῖς, οἱ
                                μὲν τὴν Ἀρείου δόξαν ἐθαύμαζον: οἱ δὲ ἐδικαίουν, τοὺς ὑπὸ Μελιτίου
                                χειροτονηθέντας χρῆναι τῶν ἐκκλησιῶν ἡγεῖσθαι, καὶ τούτοις
                                προσετίθεντο. Πρότερον δὲ διαφερόμενοι πρὸς ἑαυτοὺς ἑκάτεροι, ὡς
                                εἶδον τὸ πλῆθος ἑπόμενον τοῖς ἱερεῦσι τῆς καθόλου ἐκκλησίας, </p></div><div type="textpart" subtype="section" n="4"><p> εἰς φθόνον κατέστησαν. Καὶ πρὸς ἀλλήλους ἐσπείσαντο, καὶ κοινὴν τὴν
                                ἔχθραν ἀνεδέξαντο πρὸς <pb n="171"/> τὸν κλῆρον Ἀλεξανδρείας. Ἐπιμίξ
                                τε πρὸς οὓς διελέγοντο, τὰ ἐγκλήματα προέφερον, καὶ τὰς ἀπολογίας
                                ἐποιοῦντο ἐπὶ τοσοῦτον, ὡς προϊόντος τοῦ χρόνου, Μελιτιανοὺς ἐν
                                Αἰγύπτῳ παρὰ τῶν πολλῶν ὀνομάζεσθαι τοὺς τὰ Ἀρείου φρονοῦντας:
                                καίτοι γε προστασίας μόνης ἕνεκεν ἐκκλησιῶν διεφέροντο: Ἀρειανοὶ δὲ
                                ὁμοίως Ἀρείῳ περὶ Θεοῦ ἐδόξαζον.</p></div><div type="textpart" subtype="section" n="5"><p> Ἀλλ̓ ὅμως ἰδίᾳ τὰ παῤ ἀλλήλων ἀναινόμενοι, ὑποκρίνεσθαι σφᾶς παρὰ
                                γνώμην καὶ συμφωνεῖν ὑπέμενον ἐν τῇ κοινωνίᾳ τῆς ἔχθρας, ἕκαστοι
                                προσδοκῶντες ῥᾳδίως κρατήσειν ὧν ἐβούλοντο. Τῷ δὲ χρόνῳ, ὡς εἰκὸς,
                                ἐκ τῶν περὶ ταῦτα διαλέξεων, ἕξιν λαβόντες τῶν Ἀρείου δογμάτων,
                                ὁμοίως περὶ Θεοῦ ἐδόξαζον. Ἐντεῦθέν τε πάλιν εἰς τὴν προτέραν
                                ταραχὴν ἐπανῆλθε τὰ κατὰ τὸν Ἄρειον: καὶ λαοὶ καὶ κλῆροι, τῆς πρὸς
                                ἀλλήλους ἀπεσχίζοντο κοινωνίας.</p></div><div type="textpart" subtype="section" n="6"><p> Οὐ μὴν ἀλλὰ καὶ ἐν ἄλλαις πόλεσι, καὶ μάλιστα παρὰ Βιθυνοῖς καὶ
                                Ἑλλησποντίοις καὶ ἐν τῇ Κωνσταντίνου πόλει αὖθις ἀνερριπίζετο τὰ
                                περὶ τῶν Ἀρείου δογμάτων. Ἀμέλει τοι λέγεται, <pb n="172"/> ὡς
                                Εὐσέβιος ὁ Νικομηδείας ἐπίσκοπος καὶ Θεόγνιος ὁ Νικαίας,
                                παραπείσαντες τὸν ὑπὸ τοῦ βασιλέως ἐπιτραπέντα φυλάττειν τὴν γραφὴν
                                τῆς ἐν Νικαίᾳ συνόδου, <milestone unit="altedition" n="72"/>ἀπήλειψαν τὰς αὐτῶν ὑπογραφάς: καὶ εἰς τὸ φανερὸν ἐπεχείρουν
                                διδάσκειν, μὴ χρῆναι ὁμοούσιον εἶναι τῷ πατρὶ τὸν υἱὸν δοξάζειν.</p></div><div type="textpart" subtype="section" n="7"><p> Περὶ δὲ τούτου ἐγκαλούμενον Εὐσέβιον, ὧδε ἄντικρυς πρὸς βασιλέα
                                παρρησιάσασθαι καὶ εἰπεῖν, ἐπιδείξαντά τι ὧν ἠμφίεστο, ὡς εἰ τοῦτο
                                τὸ ἱμάτιον ἐμοῦ θεωμένου διαιρεθείη, οὔποτε ἂν φαίην τῆς αὐτῆς
                                οὐσίας ἑκάτερον. Ἐπὶ τούτοις δὲ χαλεπῶς ἄγαν ἔφερεν ὁ βασιλεύς:
                                οἰόμενος γὰρ μετὰ τὴν ἐν Νικαίᾳ σύνοδον πεπαῦσθαι τὰς τοιαύτας
                                ζητήσεις, παῤ ἐλπίδα αὖθις ἀνακινουμένας ἑώρα.</p></div><div type="textpart" subtype="section" n="8"><p> Οὐχ ἥκιστα δὲ αὐτὸν ἐλύπησεν Εὐσέβιος καὶ Θεόγνιος, Ἀλεξανδρεῦσι
                                τισὶ κοινωνήσαντες, οὓς εἰς μεταμέλειαν ἡ σύνοδος τετήρηκεν ὡς μὴ
                                ὀρθῶς δοξάζοντας: αὐτὸς δὲ ὡς αἰτίους διχονοίας, καὶ ἐπὶ τούτῳ τῆς
                                πατρίδος ἐκδημοῦντας, ἐκπεμφθῆναι προσέταξεν. Ἐκ ταύτης δὲ τῆς
                                αἰτίας εἰσὶν οἳ λέγουσιν <pb n="173"/> ὀργισθέντα τὸν βασιλέα,
                                καταδικάσαι φυγὴν Εὐσεβίου καὶ Θεογνίου. Ἀλλὰ περὶ μὲν τούτων ἐν
                                τοῖς πρόσθεν ἔγραψα, ἅπερ παρὰ ἀκριβῶς ἐπισταμένων ἀκήκοα. </p></div></div></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>