<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0548.tlg001.perseus-grc2:3.2.1-3.2.2</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0548.tlg001.perseus-grc2:3.2.1-3.2.2</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0548.tlg001.perseus-grc2" xml:lang="grc"><div n="3" subtype="book" type="textpart"><div type="textpart" subtype="chapter" n="2"><div type="textpart" subtype="section" n="1"><p>Κατρέως δὲ τοῦ Μίνωος Ἀερόπη καὶ Κλυμένη καὶ Ἀπημοσύνη καὶ Ἀλθαιμένης υἱὸς
					γίνονται. χρωμένῳ δὲ Κατρεῖ περὶ καταστροφῆς τοῦ βίου ὁ θεὸς ἔφη ὑπὸ ἑνὸς τῶν
					τέκνων<!-- <NOTE ED="Frazer">1</NOTE> --> τεθνήξεσθαι. Κατρεὺς μὲν οὖν
					ἀπεκρύβετο τοὺς χρησμούς, Ἀλθαιμένης δὲ ἀκούσας, καὶ δείσας μὴ φονεὺς γένηται
					τοῦ πατρός, ἄρας ἐκ Κρήτης μετὰ τῆς ἀδελφῆς Ἀπημοσύνης προσίσχει τινὶ τόπῳ τῆς
					Ῥόδου, καὶ κατασχὼν Κρητινίαν<!-- <NOTE ED="Frazer">2</NOTE> --> ὠνόμασεν.
					ἀναβὰς δὲ ἐπὶ τὸ Ἀταβύριον καλούμενον ὄρος ἐθεάσατο τὰς πέριξ νήσους, κατιδὼν δὲ
					καὶ Κρήτην, καὶ τῶν πατρῴων ὑπομνησθεὶς θεῶν, ἱδρύετο βωμὸν Ἀταβυρίου Διός. μετʼ
					οὐ πολὺ δὲ τῆς <pb n="308"/>ἀδελφῆς αὐτόχειρ ἐγένετο. Ἑρμῆς γὰρ αὐτῆς ἐρασθείς,
					ὡς φεύγουσαν αὐτὴν καταλαβεῖν οὐκ ἠδύνατο (περιῆν γὰρ αὐτοῦ τῷ τάχει τῶν ποδῶν),
					κατὰ τῆς ὁδοῦ βύρσας ὑπέστρωσε νεοδάρτους,<!-- <NOTE ED="Frazer">1</NOTE> -->
					ἐφʼ αἷς<!-- <NOTE ED="Frazer">2</NOTE> -->
					ὀλισθοῦσα,<!-- <NOTE ED="Frazer">3</NOTE> --> ἡνίκα ἀπὸ τῆς
					κρήνης<!-- <NOTE ED="Frazer">4</NOTE> --> ἐπανῄει, φθείρεται. καὶ τῷ ἀδελφῷ
					μηνύει τὸ γεγονός· ὁ δὲ σκῆψιν νομίσας εἶναι τὸν θεόν, λὰξ ἐνθορὼν ἀπέκτεινεν.
						</p></div><div type="textpart" subtype="section" n="2"><p>Ἀερόπην δὲ καὶ Κλυμένην Κατρεὺς Ναυπλίῳ
					δίδωσιν εἰς ἀλλοδαπὰς ἠπείρους ἀπεμπολῆσαι. τούτων Ἀερόπην μὲν ἔγημε Πλεισθένης
					καὶ παῖδας Ἀγαμέμνονα καὶ Μενέλαον ἐτέκνωσε,<!-- <NOTE ED="Frazer">5</NOTE> -->
					Κλυμένην δὲ γαμεῖ Ναύπλιος, καὶ τέκνων πατὴρ γίνεται Οἴακος καὶ Παλαμήδους.
					Κατρεὺς δὲ ὕστερον γήρᾳ κατεχόμενος ἐπόθει τὴν βασιλείαν Ἀλθαιμένει τῷ παιδὶ
					παραδοῦναι, καὶ διὰ τοῦτο ἦλθεν εἰς Ῥόδον. ἀποβὰς δὲ τῆς νεὼς σὺν τοῖς
					ἥρωσι<!-- <NOTE ED="Frazer">6</NOTE> --> κατά τινα τῆς νήσου τόπον ἔρημον
					ἠλαύνετο ὑπὸ τῶν βουκόλων, λῃστὰς ἐμβεβληκέναι δοκούντων καὶ μὴ δυναμένων
					ἀκοῦσαι λέγοντος αὐτοῦ τὴν ἀλήθειαν διὰ τὴν κραυγὴν τῶν κυνῶν, ἀλλὰ βαλλόντων
						<pb n="310"/>κἀκείνων, παραγενόμενος Ἀλθαιμένης ἀκοντίσας ἀπέκτεινεν ἀγνοῶν
					Κατρέα. μαθὼν δὲ ὕστερον τὸ γεγονός, εὐξάμενος ὑπὸ χάσματος ἐκρύβη. </p></div></div></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>