<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0527.tlg019.1st1K-grc1:1.1-1.20</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0527.tlg019.1st1K-grc1:1.1-1.20</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0527.tlg019.1st1K-grc1"><div type="textpart" subtype="chapter" n="1"><div type="textpart" subtype="verse" n="1"><p>Καὶ ἐγένετο μετὰ τοὺς λόγους τούτους ἐν ταῖς ἡμέραις Ἀρταξέρξου,
οὗτος ὁ Ἀρταξέρξης ἀπὸ τῆς Ἰνδικῆς ἑκατὸν εἴκοσι ἑπτὰ χωρῶν
ἐκράτησεν.</p></div><div type="textpart" subtype="verse" n="2"><p>ἐν αὐταῖς ταῖς ἡμέραις ὅτε ἐθρονίσθη ὁ βασιλεὺς Ἀρταξέρξης
ἐν Σούσοις τῇ πόλει,</p></div><div type="textpart" subtype="verse" n="3"><p>ἐν τῷ τρίτῳ ἔτει βασιλεύοντος αὐτοῦ,
δοχὴν ἐποίησεν τοῖς φίλοις καὶ τοῖς λοιποῖς ἔθνεσιν καὶ τοῖς ΙΙερσῶν
καὶ Μήδων ἐνδόξοις καὶ τοῖς ἄρχουσιν τῶν σατραπῶν.</p></div><div type="textpart" subtype="verse" n="4"><p>καὶ μετὰ ταῦτα
μετὰ τὸ δεῖξαι αὐτοῖς τὸν πλοῦτον τῆς βασιλείας αὐτοῦ καὶ τὴν δόξαν
τῆς εὐφροσύνης τοῦ πλούτου αὐτοῦ ἐν ἡμέραις ἑκατὸν ὀγδοήκοντα·</p></div><div type="textpart" subtype="verse" n="5"><p>ὅτε δὲ ἀνεπληρώθησαν αἱ ἡμέραι τοῦ γάμου, ἐποίησεν ὁ βασιλεὺς
πότον τοῖς ἔθνεσιν τοῖς εὑρεθεῖσιν εἰς τὴν πόλιν ἐπὶ ἡμέρας ἓξ ἐν
αὐλῇ οἴκου τοῦ βασιλέως,</p></div><div type="textpart" subtype="verse" n="6"><p>κεκοσμημένῃ βυσσίνοις καὶ καρπασίνοις
<note type="marginal">U+05D0Α</note> <note type="footnote">11 τη καρδια] om τη A | om και 3⁰ U+05D0* (superscr κ U+05D0c.a) | ηθελησεν A |
επιγνωναι αυτο] επιγνωναι (επιγνουναι U+05D0* -γνων. U+05D0c.a) αυτον U+05D0 αυτο επι-
γνωναι A | της νυκτος] om της A 12 ησυχαζεν U+05D0c.ᵃ | Θαρα U+05D0*ᵛⁱᵈ (-ρρας
U+05D0c.ᵃ) 13 ηκουσε U+05D0* (-σεν U+05D0c.ᵇ) | τε BU+05D0*c.b] δε U+05D0c.a ᵛⁱᵈ γαρ A | τους λογισ |
μους αυτων A | εξηρευνησε Bᵇ | ετοιμαζουσι U+05D0 | Αρταξερξει U+05D0A | τω βασιλει
(2⁰)] τω sup ras A? 14 εξητασεν] σ sup ras Aᵃ | απηχθησαν] εξηχθησαν
U+05D0*c.ᵇ (απηχθ. U+05D0c.ᵃ) A 16 αυτω] Μαρδοχαιω U+05D0c.ᵇ ᵐᵍ A | τουτων U+05D0c.b]
αυτων U+05D0c.aA 17 Αμαδαθου] Αμαναδαθου B* ᵛⁱᵈ Ναμαναδ. ut vid Bᵇ (fort)
(Αμαδ. Bᵃ?ᵇ) Αμαθαδου A | λαον α sup ras Bᵃ Ι 1 ο Αρταξερξης] om ο A |
Ινδικης] + εως Αιθιοπιας U+05D0c.a ⁽ᵐᵍ) 2 αυταις] ταυταις A | εθρονισθη] ενεθρο-
νισθη U+05D0c.a | om ο βασιλευς Αρταξερξης U+05D0* (hab U+05D0c.a mg inf) Αρταξ. ο βασιλευς A
3 εποιησεν δοχην U+05D0c.ᵃ | και τοις αρχουσιν] και τοις α sup ras Aᵃ | αρχουσι |
U+05D0Aᵛⁱᵈ 4 om μετα 2⁰ U+05D0* (superscr U+05D0?) | αυτου 1⁰] του sup ras Aᵃ? | του πλου-
του] pr και U+05D0* (improb και U+05D0?) | εν ημεραις] επι ημερας U+05D0 ημερας A 5 γαμου]
ποτου U+05D0c.a mg A | πολιν] + απο μεγαλου κ εως μικρου ποτον U+05D0c.a ᵐᵍ inf | om επι
A | οικου] pr του U+05D0A 6 κεκοσμημενω U+05D0* (-νη U+05D0c.ᵃ) A | καρπασιοις U+05D0?</note>

<pb n="757"/>
τεταμένοις ἐπὶ σχοινίοις βυσσίνοις καὶ πορφυροῖς, ἐπὶ κύβοις χρυσοῖς <note type="marginal">B</note>
καὶ ἀργυροῖς, ἐπὶ στύλοις παρίνοις καὶ λιθίνοις· κλίναι χρυσαῖ καὶ
ἀργυραῖ ἐπὶ λιθοστρώτου σμαραγδίτου λίθου καὶ πιννίνου καὶ
παρίνου λίθου, καὶ στρωμναὶ διαφανεῖς ποικίλως διηνθισμέναι,
κύκλῳ ῥόδα πεπασμένα·</p></div><div type="textpart" subtype="verse" n="7"><p>ποτήρια χρυσᾶ καὶ ἀργυρᾶ, καὶ ἀνθράκινον
κυλίκιον προκείμενον ἀπὸ ταλάντων τρισμυρίων· οἶνος πολὺς καὶ
ἡδύς, ὃν αὐτὸς ὁ βασιλεὺς ἔπινεν.</p></div><div type="textpart" subtype="verse" n="8"><p> ὁ δὲ πότος οὗτος οὐ κατὰ
προκείμενον νόμον ἐγένετο· οὕτως δὲ ἠθέλησεν ὁ βασιλεύς, καὶ
ἐπέταξεν τοῖς οἰκονόμοις ποιῆσαι τὸ θέλημα αὐτοῦ καὶ τῶν ἀνθρώπων.</p></div><div type="textpart" subtype="verse" n="9"><p>καὶ Ἀστιν ἡ βασίλισσα ἐποίησε πότον ταῖς γυναιξὶν ἐν τοῖς
βασιλείοις ὅπου ὁ βασιλεὺς Ἀρταξέρξης.</p></div><div type="textpart" subtype="verse" n="10"><p>ἐν δὲ τῇ ἡμέρᾳ τῇ
ἑβδόμῃ ἡδέως γενόμενος ὁ βασιλεὺς εἶπεν τῷ Ἀμὰν καὶ Μαζὰν καὶ
Φαρρὰ καὶ Βωραζὴ καὶ Ζαθολθὰ καὶ Ἀββαταζὰ καὶ Θαραβά, τοῖς ἑπτὰ
εὐνούχοις τοῖς διακόνοις τοῦ βασιλέως Ἀρταξέρξου,</p></div><div type="textpart" subtype="verse" n="11"><p>εἰσαγαγεῖν
τὴν βασίλισσαν πρὸς αὐτόν, βασιλεύειν αὐτὴν καὶ περιθεῖναι
αὐτῇ τὸ διάδημα καὶ δεῖξαι αὐτὴν τοῖς ἄρχουσιν καὶ τοῖς ἔθνεσιν τὸ
κάλλος αὐτῆς· ὅτι καλὴ ἦν.</p></div><div type="textpart" subtype="verse" n="12"><p>καὶ οὐκ εἰσήκουσεν αὐτοῦ Ἀστὶν ἡ
βασίλισσα ἐλθεῖν μετὰ τῶν εὐνούχων. καὶ ἐλυπήθη ὁ βασιλεὺς καὶ
ὠργίσθη,</p></div><div type="textpart" subtype="verse" n="13"><p>καὶ εἶπεν τοῖς φίλοις αὐτοῦ Κατὰ ταῦτα ἐλάλησεν Ἀστιν,
ποιήσατε οὖν περὶ τούτου νόμον καὶ κρίσιν.</p></div><div type="textpart" subtype="verse" n="14"><p>καὶ προσῆλθεν αὐτῷ
Ἀρκεσαῖος καὶ Σαρσαθαῖος καὶ Μαλησεὰρ οἱ ἄρχοντες Περσῶν καὶ
Μήδων οἱ ἐγγὺς τοῦ βασιλέως, οἱ πρῶτοι παρακαθήμενοι τῷ βασιλεῖ,</p></div><div type="textpart" subtype="verse" n="15"><p>καὶ ἀπήγγειλαν αὐτῷ κατὰ τοὺς νόμους ὡς δεῖ ποιῆσαι Ἀστιν τῇ
βασιλίσσῃ, ὅτι οὐκ ἐποίησεν τὰ ὑπὸ τοῦ βασιλέως προσταχθέντα διὰ
<note type="footnote">6 τεταγμενοις U+05D0* (τεταμ. U+05D0?) | χρυσαι] χρυσοις U+05D0* (-σαι U+05D0c.a) | αργυραι] αρ- <note type="marginal">U+05D0A</note>
γυροις U+05D0* (-ραις U+05D0c.ᵃ) | λιθοστρωτους A | σμαραγδιτου (διτου sup ras Bᵃᵇ) λιθ.
και πιννινου και παρινου λιθου] σμ. λιθου και πινινου λιθου U+05D0* σμ. και παρινου
λιθου U+05D0c.a σμαραγδου και παρινου και πινινου λιθου A | στρωμναι διαφανις]
στρ. επιφανις U+05D0* (.νεις U+05D0c.a) στρωμνης επιφανους A | διηνθεισμενης A | κυκλω]
pr και A | ροδα] δορα A | πεπλασμενα U+05D0* (πεπασμ. U+05D0?) 7 ανθρακιον U+05D0*
(-κινον U+05D0?) | κυλικινον U+05D0* (-κιον U+05D0?) | οινος] pr κ U+05D0c.a 8 om ουτος
U+05D0c.ᵃA | om ου U+05D0* (superscr U+05D0c.ᵃ) | εγενετο] εγεινετο A | ουτω U+05D0 | δε 2⁰] γαρ A
9 εποιησεν A | Αρταξερξης A 10 ο βασιλευς γενομενος A | Μαζαν]
Βαζαν U+05D0c.a Βαζεα A | Θαρρα και Βωραζη] Οαρεβωα (sic) A | Ζαθολθα] Ζηβα-
θαθα A | Θαραβα] Θαβαζ A | om Αρταξερξου U+05D0* (hab U+05D0c.ᵃ) 11 περι-
θειναι αυτη το διαδημα και βασιλευειν αυτην U+05D0c.ᵃ | τοις αρχουσιν] pr πασιν U+05D0
(-σι) A 12 αυτου] αυτων U+05D0c.aA | om Αστιν U+05D0* (superscr A. U+05D0c.ᵃ) | ελθειν]
|εισελθειν U+05D0* ελθειν κατα το ρημα του βασιλεως U+05D0c.a ᵐᵍ | ελυπηθη] ωργισθη
U+05D0 | ωργισθη] ελυπηθη U+05D0 + κ εξεκαυθη εν αυτω U+05D0c.a ᵐᵍ 13 ειπεν] + ο
βασιλευς U+05D0c.aA | αυτου] εαυτου A | ελαλησεν] pr α U+05D0* (improb α U+05D0?)
14 Αρκεσαος U+05D0* (-σαιος U+05D0c.ᵃ) | Σαρσαθαιος] Σαρεσθεος A</note>

<pb n="758"/>
<note type="marginal">B</note> τῶν εὐνούχων.</p></div><div type="textpart" subtype="verse" n="16"><p>καὶ εἶπεν ὁ Μουχαῖος πρὸς τὸν βασιλέα καὶ τοὺς
ἄρχοντας Oὐ τὸν βασιλέα μόνον ἠδίκησεν Ἀστιν ἡ βασίλισσα, ἀλλὰ
καὶ πάντας τοὺς ἄρχοντας καὶ τοὺς ἡγουμένους τοῦ βασιλέως.</p></div><div type="textpart" subtype="verse" n="17"><p>καὶ
γὰρ διηγήσατο αὐτοῖς τὰ ῥήματα τῆς βασιλίσσης, καὶ ὡς ἀντεῖπεν
τῷ βασιλεῖ. ὡς οὖν ἀντεῖπεν τῷ βασιλεῖ Ἀρταξέρξῃ,</p></div><div type="textpart" subtype="verse" n="18"><p>οὕτως σήμερον
αἱ τυραννίδες αἱ λοιπαὶ τῶν ἀρχόντων Περσῶν καὶ Μήδων ἀκούσασαι
τὰ τῷ βασιλεῖ λεχθέντα ὑπʼ αὐτῆς τολμήσουσιν ὁμοίως ἀτιμάσαι τοὺς
ἄνδρας αὐτῶν.</p></div><div type="textpart" subtype="verse" n="19"><p>εἰ οὖν δοκεῖ τῷ βασιλεῖ, προσταξάτω βασιλικὸν
καὶ γραφήτω κατὰ τοὺς νόμους Μήδων καὶ Περσῶν, καὶ μὴ ἄλλως
χρησάσθω, μηδὲ εἰσελθάτω ἔτι ἡ βασίλισσα πρὸς αὐτόν, καὶ τὴν
βασιλείαν αὐτῆς δότω ὁ βασιλεὺς γυναικὶ κρείττονι αὐτῆς.</p></div><div type="textpart" subtype="verse" n="20"><p>καὶ
ἀκουσθήτω ὁ νόμος ὁ ὑπὸ τοῦ βασιλέως ὃν ἐὰν ποιῇ ἐν τῇ βασιλείᾳ
αὐτοῦ· καὶ οὕτως πᾶσαι αἱ γυναῖκες περιθήσουσιν τιμὴν τοῖς ἀνδράσιν
ἑαυτῶν, ἀπὸ πτωχοῦ ἕως πλουσίου.</p></div></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>