<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0527.tlg017.1st1K-grc1:1.41-2.5</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0527.tlg017.1st1K-grc1:1.41-2.5</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0527.tlg017.1st1K-grc1"><div type="textpart" subtype="chapter" n="1"><div type="textpart" subtype="verse" n="41"><p>Καὶ
ἐβασίλευσεν ἀντʼ αὐτοῦ Ἰωακεὶμ ὁ υἱὸς αὐτοῦ· ὅτε γὰρ ἀνεδείχθη,
ἦν ἐτῶν ὀκτώ.</p></div><div type="textpart" subtype="verse" n="42"><p>βασιλεύει δὲ μῆνας τρεῖς καὶ ἡμέρας
δέκα ἐν Ἰερουσαλήμ, καὶ ἐποίησεν τὸ πονηρὸν ἔναντι Κυρίου.</p></div><div type="textpart" subtype="verse" n="43"><p>Καὶ μετʼ ἐνιαυτὸν ἀποστείλας Ναβουχοδονοσὸρ μετήγαγεν
αὐτὸν εἰς Βαβυλῶνα ἄμα τοῖς ἱεροῖς σκεύεσιν τοῦ κυρίου,</p></div><div type="textpart" subtype="verse" n="44"><p>καὶ ἀνέδειξε Σεδεκίαν βασιλέα τῆς Ἰουδαίας καὶ Ἰερουσαλήμ.
Σεδεκίαν ὄντα ἐτῶν εἶκοσι ἑνός· βασιλεύει δὲ ἔτη ἕνδεκα.</p></div><div type="textpart" subtype="verse" n="45"><p>καὶ
ἐποίησεν τὸ πονηρὸν ἐνώπιον Κυρίου, καὶ οὐκ ἐνετράπη ἀπὸ
τῶν ὸηθέντων λόγων ὑπὸ Ἰερεμίωυ τοῦ προφήτου ἐκ στόματος
τοῦ κυρίου.</p></div><div type="textpart" subtype="verse" n="46"><p>καὶ ὁρκισθεὶς ἀπὸ τοῦ βασιλέως Ναβουχοδονοσὸρ
τῷ ὀνόματι τοῦ κυρίου, ἐφιορκήσας ἀπέστη, καὶ σκληρύνας αὐτοῦ
τὸν τράχηλον καὶ τὴν καρδίαν αὐτοῦ παρέβη τὰ νόμιμα Κυρίου
θεοῦ Ἰσραήλ.</p></div><div type="textpart" subtype="verse" n="47"><p>καὶ οἱ ἡγούμενοι δὲ τοῦ λαοῦ καὶ τῶν ἱερέων
πολλὰ ἠσέβησαν καὶ ἠνόμησαν ὑπέρ πάσας τὰς ἀκαθαρσίας
πάντων τῶν ἐθνῶν, καὶ ἐμίαναν τὸ ἱερὸν τοῦ κυρίου τὸ ἁγιαζόμενον
ἐν Ἰερουσαλήμ.</p></div><div type="textpart" subtype="verse" n="48"><p>καὶ ἀπέστειλεν ὁ βασιλεὺς τῶν πατέρων
<note type="marginal">A</note> <note type="footnote">33 βασιλεύειν] pr του μη BcA 64 αργυριω Bᵃ ᵇ | χρυσίω Bᵃ?
35 ο βασιλευς] om ο A | Ιαωακειμ (ακειμ sup ras) Aᵃ ᵛiᵈ 56 Ιωκειμ
A Ιαωκ. Aᵃ | Ζαριον] Ζαρακην A 27 Ιωακειμ| ακειμ sup ras A |
ενωπιον] εναντι A 38 μετ] επ A | εδησεν] δησας A | om και 2⁰ A
39 εαυτου A 40 ακαθαρσιας αυτου A 41 ο υιος] om ο A | οκτω] pr δεκα
A 44 ανεδειξεν A | βασιλευει] εβασιλευσεν A 46 πηνηρον B *(πον.
Bᵇ) 46 επιορκησας BᵃᵇA | αυτου] εαυτου A (bis) 47 ησεβησαν και
ηνομ.] ηνομησαν και παρεβησαν A | αγιαζομενον] αγιασθεν A | Ιερουσαλημ|
Ιεροσολυμοις A 48 βασιλευς] θς BᵃᵇᵐᵍA</note>

<pb n="133"/>
αὐτῶν διὰ τοῦ ἀγγέλου αὐτοῦ μετακαλέσαι αὐτούς, καθὸ ἐφείδετο <note type="marginal">B</note>
αὐτῶν καὶ τοῦ σκηνώματος αὐτῦ.</p></div><div type="textpart" subtype="verse" n="49"><p> αὐτοὶ δὲ ἐμυκτήρισαν
ἐν τοῖς ἀγγέλοις αὐτοῦ, καὶ ᾖ ἡμέρᾳ ἐλάλησεν Κύριος, ἦσαν
ἐκπαίζοντες τοὺς προφήτας αὐτοῦ· (52)ἕως οὗ θυμῶντα αὐτὸν ἐπὶ
τῷ ἔθνει αὐτοῦ διὰ τὰ δυσσεβήματα προστάξαι ἀναβιβάσαι
ἐπʼ αὐτοὺς τοὺς βασιλεῖς τῶν Χαλδαίων.</p></div><div type="textpart" subtype="verse" n="50"><p> οὗτοι ἀπέκτειναν
τοὺς νεανίσκους αὐτῶν ἐν ῥομφαίᾳ περικυκλῶ τοῦ ἁγίου ἱεροῦ,
καὶ οὐκ ἐφείσαντο νεανίσκου καὶ παρθένου καὶ πρεσβύτου καὶ
νεαντέρου, (54)ἀλλὰ πάοτας παρέδωκασ εἰς τὰς χεῖρας αὐτῶν,</p></div><div type="textpart" subtype="verse" n="51"><p>καὶ πάντα τὰ ἱερὰ σκεύη τοῦ κυρίου, τὰ μεγάλα καὶ τὰ μικρά,
καὶ τὰς κιβωτοὺς τοῦ κυρίου καὶ τὰς βασιλικὰς ἀποθήκας ἀναλαβόντες
ἀπήνεγκαν εἰς Βαβυλώνα.</p></div><div type="textpart" subtype="verse" n="52"><p>καὶ ἐνεπύρισαν τὸν οἶκον
τοῦ κυρίου, καὶ ἔλυσαν τὰ τείχη Ἰερουσαλήμ, καὶ τοὺς πύργους
αὐτῆς ἐνεπύρισαν ἐν πυρί,</p></div><div type="textpart" subtype="verse" n="53"><p>καὶ συνετέλεσαν πάντα τὰ ἔνδοξα
αὐτῆς ἀχρεῶσαι· καὶ τοὺς ἐπιλοίπους ἀπήγαγεν μετὰ όομφαίας
εἰς Βαβυλώνα.</p></div><div type="textpart" subtype="verse" n="54"><p>καὶ ἦσαν παῖδες αὐτῷ καὶ τοῖς υἱοῖς αὐτοῦ μέχρι
οὗ βασιλεῦσαι Ιέρσας, εἰς ἀναπλήρωσιν τοῦ ῥήματος τοῦ κυρίου
ἐν στόματι Ἰερεμίου </p></div><div type="textpart" subtype="verse" n="55"><p>Ἕως τοῦ εὐδοκῆσαι τὴν γῆν τὰ σάββατα
αὐτῆς, πάντα τὸν χρόνον τῆς ἐρημώσεως αὐτῆς σαββατιεῖ εἰς
συνπλήρωσιν ἐτῶν ἑβδομήκοντα.</p></div></div><div type="textpart" subtype="chapter" n="2"><div type="textpart" subtype="verse" n="1"><p>Κύρου Ιερσῶν ἔτους πρώτου, εἰς συντέλειαν ῥήΒασιλεύοντος
ματος Κυρίου ἐν στόματι Ἰερεμίου,</p></div><div type="textpart" subtype="verse" n="2"><p>ἤγειρεν Κύριος τὸ πνεῦμα Κύρου
βασιλέως Περσῶν, καὶ ἐκήρυξεν ὅλῃ τῇ βασιλείᾳ αὐτοῦ καὶ ἄμα διὰ
γραπτῶν λέγων </p></div><div type="textpart" subtype="verse" n="3"><p> Τάδε λέγει ὁ βασιλεὺς Περσῶν Κῦρος Ἐμὲ ἀνέδειξεν
βασιλέα τῆς οἰκουμένης ὁ κύριος τοῦ Ἰσραήλ, Κύριος ὁ ὕψιστος,</p></div><div type="textpart" subtype="verse" n="4"><p>καὶ ἐσήμηνέν μοι οἰκοδομῆσαι αὐτῷ οἶκον ἐν Ἰερουσαλὴμ τῇ ἐν τῇ
Ἰουδαίᾳ.</p></div><div type="textpart" subtype="verse" n="5"><p>εἴ τίς ἐστιν οὗν ὑμῶν ἐκ τοῦ ἔθνους αὐτοῦ, ἔστω ὁ κύριος
αὐτοῦ μετʼ αὐτοῦ, καὶ ἀναβὰς εἰς τὴν Ἰερουσαλὴμ τὴν ἐν τῇ Ἰουδαίᾳ
οἰκοδομείτω τὸν οἶκον τοῦ κυρίου τοῦ Ἰσραήλ· οὗτος ὁ κύριος ὁ
κατασκηνώας ἐν Ἰερουσαλήμ.</p></div></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>