<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0026.tlg001.perseus-grc2:141-160</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0026.tlg001.perseus-grc2:141-160</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0026.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0026.tlg001.perseus-grc2" n="141"><p rend="align(indent)">ἐπειδὴ δὲ Ἀχιλλέως καὶ Πατρόκλου μέμνησθε καὶ Ὁμήρου καὶ ἑτέρων ποιητῶν, ὡς τῶν μὲν δικαστῶν ἀνηκόων παιδείας ὄντων, ὑμεῖς δὲ εὐσχήμονές τινες<note resp="Loeb" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc"> τινες </foreign> Cobet:  <foreign xml:lang="grc"> τινες προσποιεῖσθε εἶναι </foreign> MSS.</note> καὶ περιφρονοῦντες ἱστορίᾳ τὸν δῆμον, ἵνʼ εἰδῆτε ὅτι καὶ ἡμεῖς τι ἤδη ἠκούσαμεν καὶ ἐμάθομεν, λέξομέν τι καὶ<note resp="Loeb" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc"> καὶ </foreign> Hamaker:  <foreign xml:lang="grc"> καὶ ἡυεῖς </foreign> MSS</note> περὶ τούτων. ἐπειδὴ γὰρ ἐπιχειροῦσι φιλοσόφων ἀνδρῶν μεμνῆσθαι καὶ καταφεύγειν ἐπὶ τοὺς εἰρημένους ἐν τῷ μέτρῳ λόγους, θεωρήσατε ἀποβλέψαντες, ὦ ἄνδρες Ἀθηναῖοι, εἰς τοὺς ὁμολογουμένως ἀγαθοὺς καὶ χρηστοὺς ποιητάς, ὅσον κεχωρίσθαι ἐνόμισαν τοὺς σώφρονας καὶ τῶν ὁμοίων ἐρῶντας, καὶ τοὺς ἀκρατεῖς ὧν οὐ χρὴ καὶ τοὺς ὑβριστάς.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0026.tlg001.perseus-grc2" n="142"><p>λέξω δὲ πρῶτον μὲν περὶ Ὁμήρου, ὃν ἐν τοῖς πρεσβυτάτοις καὶ σοφωτάτοις τῶν ποιητῶν εἶναι τάττομεν. ἐκεῖνος γὰρ πολλαχοῦ μεμνημένος περὶ Πατρόκλου καὶ Ἀχιλλέως, τὸν μὲν ἔρωτα καὶ τὴν ἐπωνυμίαν αὐτῶν τῆς φιλίας ἀποκρύπτεται, ἡγούμενος τὰς τῆς εὐνοίας ὑπερβολὰς καταφανεῖς εἶναι τοῖς πεπαιδευμένοις τῶν ἀκροατῶν.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0026.tlg001.perseus-grc2" n="143"><p>λέγει γάρ που Ἀχιλλεὺς ὀδυρόμενος τὸν τοῦ Πατρόκλου θάνατον, ὡς ἕν τι τοῦτο τῶν λυπηροτάτων ἀναμιμνῃσκόμενος, ὅτι τὴν ὑπόσχεσιν τὴν πρὸς τὸν πατέρα τὸν Πατρόκλου Μενοίτιον ἄκων ἐψεύσατο· ἐπαγγείλασθαι γὰρ εἰς Ὀποῦντα σῶν ἀπάξειν, εἰ συμπέμψειεν αὐτὸν εἰς τὴν Τροίαν καὶ παρακαταθεῖτο αὑτῷ. ᾧ καταφανής ἐστιν, ὡς διʼ ἔρωτα τὴν ἐπιμέλειαν αὐτοῦ παρέλαβεν.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0026.tlg001.perseus-grc2" n="144"><p>ἔστι δὲ τὰ ἔπη ἃ ἐγὼ νυνὶ μέλλω λέγειν· 
	<cit><quote type="verse" rend="blockquote"><l met="dactylic">ὦ πόποι, ἦ ῥʼ ἅλιον ἔπος ἔκβαλον ἤματι κείνῳ</l><l>θαρσύνων ἥρωα Μενοίτιον ἐν μεγάροισιν.</l><l>φῆν δέ οἱ εἰς Ὀπόεντα περικλυτὸν υἱὸν ἀπάξειν,</l><l>Ἴλιον ἐκπέρσαντα λαχόντα τε ληίδος αἶσαν.</l><l>ἀλλʼ οὐ Ζεὺς ἄνδρεσσι νοήματα πάντα τελευτᾷ·</l><l>ἄμφω γὰρ πέπρωται ὁμοίην γαῖαν ἐρεύθειν.</l></quote><bibl xml:lang="eng">Hom. <title rend="italic">Il.</title> 18.324-329</bibl></cit></p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0026.tlg001.perseus-grc2" n="145"><p>οὐ τοίνυν ἐνταῦθα μόνον σχετλιάζων φαίνεται, ἀλλʼ οὕτως αὐτὸν ἰσχυρῶς ἐπένθησεν, ὥστε παρὰ Θέτιδος τῆς αὑτοῦ μητρὸς προακούσας ὅτι μὴ μετελθὼν μὲν τοὺς ἐχθρούς, ἀλλʼ ἐάσας ἀτιμώρητον τὸν τοῦ Πατρόκλου θάνατον, ἐπανελθὼν οἴκαδε γηραιὸς ἐν τῇ αὑτοῦ πατρίδι ἀποθανεῖται, τιμωρησάμενος δὲ διὰ ταχέων μέλλοι τὸν βίον τελευτᾶν, εἵλετο τὴν τοῦ τεθνεῶτος πίστιν μᾶλλον ἢ τὴν σωτηρίαν. οὕτω δὲ μεγαλοψύχως ἠπείγετο τὸν φονέα τὸν ἐκείνου τιμωρήσασθαι, ὥστε πάντων αὐτὸν παραμυθουμένων καὶ κελευόντων λούσασθαι καὶ σῖτον προσενέγκασθαι, ἀπόμνυσι μηδὲν τούτων πράξειν, πρὶν ἂν τὴν τοῦ Ἕκτορος κεφαλὴν ἐπὶ τὸν τοῦ Πατρόκλου τάφον ἐνέγκῃ.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0026.tlg001.perseus-grc2" n="146"><p>καθεύδοντος δʼ αὐτοῦ ἐπὶ τῇ πυρᾷ, ὥς φησιν ὁ ποιητής, εἴδωλον ἐφίσταται Πατρόκλου, καὶ τοιούτων ἐπεμνήσθη καὶ τοιαῦτα ἐπέσκηψε τῷ Ἀχιλλεῖ, ἐφʼ οἷς καὶ δακρῦσαι καὶ ζηλῶσαι τὴν ἀρετὴν καὶ τὴν φιλίαν ἄξιον αὐτῶν ἐστιν. ἐπισκήπτει μὲν γὰρ αὐτῷ, προειπὼν ὅτι οὐδὲ ἐκεῖνος ἀπέχει μακρὰν τῆς τοῦ βίου τελευτῆς, εἴ πως εἴη δυνατόν, προδιοικήσασθαι, ὅπως τὸν αὐτὸν τρόπον, ὥσπερ καὶ ἐτράφησαν καὶ ἐβίωσαν ἐν τῷ αὐτῷ, οὕτω καὶ τελευτησάντων αὐτῶν τὰ ὀστᾶ ἐν τῇ αὐτῇ σορῷ κείσεται·</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0026.tlg001.perseus-grc2" n="147"><p>ὀδυρόμενος δὲ καὶ τὰς διατριβὰς διεξιὼν ἃς μετʼ ἀλλήλων ζῶντες διέτριβον, λέγει ὅτι <q>οὐκέτι περὶ τῶν μεγίστων, ὥσπερ τὸ πρότερον, καθεζόμενοι μετʼ ἀλλήλων μόνοι ἄπωθεν τῶν ἄλλων φίλων βουλευσόμεθα,</q> τὴν πίστιν οἶμαι καὶ τὴν εὔνοιαν ποθεινοτάτην ἡγούμενος εἶναι. ἵνα δὲ καὶ διὰ τοῦ μέτρου τὰς γνώμας ἀκούσητε τοῦ ποιητοῦ, ἀναγνώσεται ὑμῖν ὁ γραμματεὺς τὰ ἔπη τὰ περὶ τούτων ἃ Ὅμηρος πεποίηκε.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0026.tlg001.perseus-grc2" n="148"><p>λέγε πρῶτον τὰ περὶ τῆς Ἕκτορος τιμωρίας. 
	<cit><quote type="verse" rend="blockquote"><l met="dactylic">ἀλλʼ ἐπεὶ οὖν, φίλʼ ἑταῖρε, σεῦ ὕστερος εἶμʼ ὑπὸ γαῖαν,</l><l>οὔ σε πρὶν κτεριῶ, πρίν γʼ Ἕκτορος ἐνθάδʼ ἐνεῖκαι</l><l>τεύχεα καὶ κεφαλήν, μεγαθύμου σεῖο φονῆος.</l></quote><bibl xml:lang="eng">Hom. <title rend="italic">Il</title>. 18.333-35</bibl></cit></p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0026.tlg001.perseus-grc2" n="149"><p>ἀναγίγνωσκε δὴ ἃ περὶ τοῦ ὁμοτάφους αὐτοὺς γενέσθαι λέγει ἐν τῷ ὕπνῳ ὁ Πάτροκλος, καὶ περὶ τῶν διατριβῶν, ἃς συνδιέτριβον ἀλλήλοις. 
	<cit><quote type="verse" rend="blockquote"><l met="dactylic">οὐ γὰρ ἔτι ζωοί γε φίλων ἀπάνευθεν ἑταίρων</l><l>βουλὰς ἑζόμενοι βουλεύσομεν· ἀλλʼ ἐμὲ μὲν Κὴρ</l><l>ἀμφέχανε στυγερή, ἥπερ λάχε γεινόμενόν περ·</l><l>καὶ δὲ σοὶ αὐτῷ μοῖρα, θεοῖς ἐπιείκελʼ Ἀχιλλεῦ,</l><l>τείχει ὕπο Τρώων εὐηγενέων ἀπολέσθαι,</l><l>μαρνάμενον δηίοις Ἑλένης ἕνεκʼ ἠυκόμοιο.</l><l>ἄλλο δέ τοι ἐρέω, σὺ δʼ ἐνὶ φρεσὶ βάλλεο σῇσιν·</l><l>μὴ ἐμὰ σῶν ἀπάνευθε τιθήμεναι ὀστέʼ, Ἀχιλλεῦ,</l><l>ἀλλʼ ἵνα πέρ σε καὶ αὐτὸν ὁμοίη γαῖα κεκεύθῃ,</l><l>χρυσέῳ ἐν ἀμφιφορεῖ, τόν τοι πόρε πότνια μήτηρ,</l><l>ὡς ὁμοῦ ἐτράφομέν περ ἐν ὑμετέροισι δόμοισιν,</l><l>εὖτέ με τυτθὸν ἐόντα Μενοίτιος ἐξ Ὀπόεντος</l><l>ἤγαγεν ὑμέτερόνδʼ ἀνδροκτασίης ὕπο λυγρῆς,</l><l>ἤματι τῷ, ὅτε παῖδα κατέκτανον Ἀμφιδάμαντος,</l><l>νήπιος, οὐκ ἐθέλων, ἀμφʼ ἀστραγάλοισι χολωθείς·</l><l>ἔνθα με δεξάμενος ἐν δώμασιν ἱππότα Πηλεὺς</l><l>ἔτρεφέ τʼ ἐνδυκέως καὶ σὸν θεράποντʼ ὀνόμηνεν·</l><l>ὣς δὲ καὶ ὀστέα νῶιν ὁμὴ σορὸς ἀμφικαλύπτοι.</l></quote><bibl xml:lang="eng">Hom. <title rend="italic">Il.</title> 23.77-94</bibl></cit></p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0026.tlg001.perseus-grc2" n="150"><p>ὡς τοίνυν ἐξῆν αὐτῷ σωθῆναι μὴ τιμωρησαμένῳ τὸν τοῦ Πατρόκλου θάνατον, ἀνάγνωθι ἃ λέγει ἡ Θέτις. <cit><quote type="verse"><l met="dactylic"> ὠκύμορος δή μοι τέκος ἔσσεαι, οἷʼ ἀγορεύεις·</l><l>αὐτίκα γάρ τοι ἔπειτα μεθʼ Ἕκτορα πότμος ἑτοῖμος.</l><l>τὴν δʼ αὖτε προσέειπε ποδάρκης δῖος Ἀχιλλεύς·</l><l>αὐτίκα τεθναίην, ἐπεὶ οὐκ ἄρʼ ἔμελλον ἑταίρῳ</l><l>κτεινομένῳ ἐπαμῦναι, ὅ μοι πολὺ φίλτατος ἔσκεν.</l></quote><bibl xml:lang="eng">Hom. <title rend="italic">Il.</title> 18.95-99</bibl></cit></p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0026.tlg001.perseus-grc2" n="151"><p rend="align(indent)">ὁ τοίνυν οὐδενὸς ἧττον σοφὸς τῶν ποιητῶν Εὐριπίδης, ἕν τι τῶν καλλίστων ὑπολαμβάνων εἶναι τὸ σωφρόνως ἐρᾶν, ἐν εὐχῆς μέρει τὸν ἔρωτα ποιούμενος λέγει που· 
<cit><quote type="verse" rend="blockquote"><l met="iambic"> ὁ δʼ εἰς τὸ σῶφρον ἐπʼ ἀρετήν τʼ ἄγων ἔρως</l><l>ζηλωτὸς ἀνθρώποισιν, ὧν εἴην ἐγώ.</l></quote><bibl xml:lang="eng">Euripides, <title rend="italic">Sthenoboea</title>: Nauck 672.</bibl></cit></p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0026.tlg001.perseus-grc2" n="152"><p>πάλιν τοίνυν ὁ αὐτὸς ἐν τῷ Φοίνικι ἀποφαίνεται, ὑπὲρ τῆς γεγενημένης αὐτῷ πρὸς τὸν πατέρα διαβολῆς ἀπολογούμενος, καὶ ἀπεθίζων τοὺς ἀνθρώπους μὴ ἐξ ὑποψίας μηδʼ ἐκ διαβολῆς, ἀλλʼ ἐκ τοῦ βίου, τὰς κρίσεις ποιεῖσθαι· 
<cit><quote type="verse" rend="blockquote"><l met="iambic">ἤδη δὲ πολλῶν ᾑρέθην λόγων κριτής,</l><l>καὶ πόλλʼ ἁμιλληθέντα μαρτύρων ὕπο</l><l>τἀναντίʼ ἔγνων συμφορᾶς μιᾶς πέρι.</l><l>κἀγὼ μὲν οὕτω, χὤστις ἔστʼ ἀνὴρ σοφός,</l><l>λογίζομαι τἀληθές, εἰς ἀνδρὸς φύσιν</l><l>σκοπῶν δίαιτάν θʼ,<note resp="Loeb" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">θʼ </foreign> added by Boissonade from an ancient quotation.</note> ἥντινʼ ἡμερεύεται.<note resp="Loeb" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc"> ἡμερεύεται </foreign> Gainsford: <foreign xml:lang="grc"> ἐμπορεύεται </foreign> MSS.</note></l><l> ὅστις δʼ ὁμιλῶν ἥδεται κακοῖς ἀνήρ,</l><l>οὐ πώποτʼ ἠρώτησα, γιγνώσκων ὅτι</l><l>τοιοῦτός ἐσθʼ οἵοισπερ ἥδεται<note resp="Loeb" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc"> ἐσθʼ οἵοισπερ ἥδεται </foreign> H. Wolf: <foreign xml:lang="grc"> ἔστιν οἵσπερ ἥδεται </foreign> or <foreign xml:lang="grc"> ἔστιν ἕκαστος οἷσπερ ἥδεται </foreign> MSS.</note> ξυνών.</l></quote><bibl xml:lang="eng">Euripides, <title rend="italic">Phoenix</title>: Nauck 812.</bibl></cit></p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0026.tlg001.perseus-grc2" n="153"><p>σκέψασθε δέ, ὦ ἄνδρες Ἀθηναῖοι, τὰς γνώμας ἃς ἀποφαίνεται ὁ ποιητής. ἤδη δὲ πολλῶν πραγμάτων φησὶ γεγενῆσθαι κριτής, ὥσπερ νῦν ὑμεῖς δικασταί, καὶ τὰς κρίσεις οὐκ ἐκ τῶν μαρτυριῶν, ἀλλʼ ἐκ τῶν ἐπιτηδευμάτων καὶ τῶν ὁμιλιῶν, φησι ποιεῖσθαι, ἐκεῖσε ἀποβλέπων, πῶς τὸν καθʼ ἡμέραν βίον ζῇ ὁ κρινόμενος, καὶ ὅντινα τρόπον διοικεῖ τὴν ἑαυτοῦ οἰκίαν, ὡς παραπλησίως αὐτὸν καὶ τὰ τῆς πόλεως διοικήσοντα· καὶ τίσι χαίρει πλησιάζων· καὶ τελευτῶν οὐκ ὤκνησεν ἀποφήνασθαι τοιοῦτον εἶναι οἵοισπερ<note resp="Loeb" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc"> οἵοισπερ </foreign> Taylor:  <foreign xml:lang="grc"> οἷσπερ </foreign> MSS.</note> ἥδεται ξυνών. οὐκοῦν δίκαιον καὶ περὶ Τιμάρχου τοῖς αὐτοῖς ὑμᾶς Εὐριπίδῃ χρήσασθαι λογισμοῖς.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0026.tlg001.perseus-grc2" n="154"><p>πῶς διῴκηκε τὴν ἑαυτοῦ οὐσίαν; κατεδήδοκε τὰ πατρῷα καὶ<note resp="Loeb" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc"> καὶ </foreign> Hamaker:  <foreign xml:lang="grc"> καὶ τὰ τῶν φίλων </foreign> MSS.</note> μεμισθαρνηκὼς τῷ σώματι καὶ δωροδοκῶν δημοσίᾳ πάντʼ ἠφάνικεν, ὥστε μηδὲν ἄλλʼ ἢ τὰς αἰσχύνας αὐτῷ περιεῖναι. χαίρει δὲ τῷ συνών; Ἡγησάνδρῳ. ὁ δʼ Ἡγήσανδρος ἐκ τίνων ἐστὶν ἐπιτηδευμάτων; ἐκ τούτων ἃ τὸν πράξαντα οἱ νόμοι ἀπαγορεύουσι μὴ δημηγορεῖν. ἐγὼ δὲ τί λέγω κατὰ Τιμάρχου, καὶ τίνα ποτʼ ἐστὶν ἃ ἀντιγέγραμμαι; δημηγορεῖν<note resp="Loeb" anchored="true" xml:lang="eng"> The MSS. have <foreign xml:lang="grc"> μὴ δημηγορεῖν · </foreign> Blass brackets <foreign xml:lang="grc"> μὴ.</foreign></note> Τίμαρχον πεπορνευμένον καὶ τὴν πατρῴαν οὐσίαν κατεδηδοκότα. ὑμεῖς δὲ τί ὀμωμόκατε; ὑπὲρ αὐτῶν ψηφιεῖσθαι ὧν ἂν ἡ δίωξις ᾖ.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0026.tlg001.perseus-grc2" n="155"><p rend="align(indent)">ἵνα δὲ μὴ μακρολογῶ περὶ τῶν ποιητῶν διεξιών, ἀνδρῶν ἐρῶ πρεσβυτέρων καὶ γνωρίμων ὑμῖν ὀνόματα καὶ μειρακίων καὶ παίδων, ὧν τοῖς μὲν διὰ τὴν εὐπρέπειαν πολλοὶ γεγόνασιν ἐρασταί, ἐνίοις δὲ τῶν ἐν ἡλικίᾳ ἔτι καὶ νῦν εἰσίν, ὧν οὐδεὶς πώποτʼ εἰς τὰς αὐτὰς αἰτίας ἀφῖκται Τιμάρχῳ· καὶ πάλιν ὑμῖν ἀντιδιέξειμι ἀνθρώπων πεπορνευμένων αἰσχρῶς καὶ φανερῶς ὀνόματα, ἵνα ὑμεῖς ἀναμνησθέντες κατανείμητε εἰς τὴν προσήκουσαν τάξιν Τίμαρχον.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0026.tlg001.perseus-grc2" n="156"><p>πρῶτον δὲ λέξω τὰ τῶν ἐλευθερίως<note resp="Loeb" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc"> ἐλευθερίως </foreign> Weidner:  <foreign xml:lang="grc"> ἐλευθέρων </foreign> MSS.</note> καὶ καλῶς βεβιωκότων ὀνόματα. γιγνώσκετε, ὦ ἄνδρες Ἀθηναῖοι, Κρίτωνα τὸν Ἀστυόχου καὶ Περικλείδην τὸν Περιθοίδην καὶ Πολεμαγένην καὶ Πανταλέοντα τὸν Κλεαγόρου καὶ Τιμησίθεον τὸν δρομέα, καλλίστους οὐ μόνον τῶν πολιτῶν, ἀλλὰ καὶ τῶν Ἑλλήνων γεγενημένους, καὶ πλείστων καὶ σωφρονεστάτων τυχόντας ἐραστῶν· ἀλλʼ ὅμως οὐδεὶς πώποτε αὐτοὺς ἔψεξε.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0026.tlg001.perseus-grc2" n="157"><p>πάλιν ἐκ τῶν μειρακίων καὶ τῶν ἐν παισὶν ἔτι καὶ νῦν ὄντων πρῶτον μὲν τὸν ἀδελφιδοῦν τὸν Ἰφικράτους, υἱὸν δὲ Τεισίου τοῦ Ῥαμνουσίου, ὁμώνυμον δὲ τοῦ νυνὶ κρινομένου·<note resp="Loeb" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc"> κρινομένου </foreign> Cobet:  <foreign xml:lang="grc"> κρινομένου Τιμάρχου </foreign> MSS.</note> ὃς εὐπρεπὴς ὢν ἰδεῖν τοσοῦτον ἀπέχει τῶν αἰσχρῶν, ὥστε πρώην ἐν τοῖς κατʼ ἀγροὺς Διονυσίοις κωμῳδῶν ὄντων ἐν Κολλυτῷ, καὶ Παρμένοντος τοῦ κωμικοῦ ὑποκριτοῦ εἰπόντος τι πρὸς τὸν χορὸν ἀνάπαιστον, ἐν ᾧ ἦν εἶναί τινας πόρνους μεγάλους Τιμαρχώδεις, οὐδεὶς ὑπελάμβανεν εἰς τὸ μειράκιον, ἀλλʼ εἰς σὲ πάντες· οὕτω κληρονόμος εἶ τοῦ ἐπιτηδεύματος. πάλιν Ἀντικλέα τὸν σταδιοδρόμον καὶ Φειδίαν τὸν ἀδελφὸν τὸν<note resp="Loeb" anchored="true"><foreign xml:lang="grc"> τὸν </foreign> Bekker:  <foreign xml:lang="grc"> τοῦ </foreign> MSS.</note> Μελησίου. ἔτι δὲ εἰπεῖν ἔχων πολλοὺς παύσομαι, ἵνα μὴ δοκῶ τὸν ἔπαινον θεραπείᾳ τινὶ κατʼ αὐτῶν ποιεῖσθαι.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0026.tlg001.perseus-grc2" n="158"><p rend="align(indent)">περὶ δὲ τῶν ὁμοτρόπων τῶν Τιμάρχου, φεύγων τὰς ἀπεχθείας, ὧν ἥκιστά μοι μέλει μνησθήσομαι. τίς γὰρ ὑμῶν τὸν ὀρφανὸν καλούμενον Διόφαντον οὐκ οἶδεν, ὃς τὸν ξένον πρὸς τὸν ἄρχοντα ἀπήγαγεν, ᾧ παρήδρευεν Ἀριστοφῶν ὁ Ἀζηνιεύς, ἐπαιτιασάμενος τέτταρας δραχμὰς αὑτὸν ὑπὲρ τῆς πράξεως ταύτης ἀπεστερηκέναι, καὶ τοὺς νόμους λέγων, οἳ κελεύουσι τὸν ἄρχοντα τῶν ὀρφανῶν ἐπιμελεῖσθαι, τοὺς ὑπὲρ τῆς σωφροσύνης κειμένους αὐτὸς<note resp="Loeb" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc"> αὐτὸς </foreign> Bekker: the MSS. omit or have <foreign xml:lang="grc"> αὐτοὺς.</foreign></note> ὑπερβεβηκώς; ἢ τίς τῶν πολιτῶν οὐκ ἐδυσχέρανε<note resp="Loeb" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc"> ἐδυσχέρανε </foreign> Blass:  <foreign xml:lang="grc"> ἐδυσχέοαινε </foreign> MSS.</note> Κηφισόδωρον τὸν τοῦ Μόλωνος καλούμενον καλλίστην ὥραν ὄψεως ἀκλεέστατα διεφθαρκότα; ἢ Μνησίθεον τὸν τοῦ μαγείρου καλούμενον; ἢ πολλοὺς ἑτέρους, ὧν ἑκὼν ἐπιλανθάνομαι;</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0026.tlg001.perseus-grc2" n="159"><p>οὐ γὰρ ἐπεξελθεῖν αὐτῶν ἕκαστον κατʼ ὄνομα πικρῶς βούλομαι, ἀλλὰ μᾶλλον τῶν τοιούτων ἀπορεῖν ἂν εὐξαίμην ἐν τῷ λόγῳ διὰ τὴν πρὸς τὴν πόλιν εὔνοιαν. ἐπειδὴ δὲ ἑκατέρων προελόμενοί τινας διεξεληλύθαμεν, χωρὶς μὲν τοὺς διὰ σωφροσύνης ἐρωμένους, χωρὶς δὲ τοὺς εἰς ἑαυτοὺς ἐξαμαρτάνοντας, ὑμεῖς ἤδη τοῦτʼ ἐρωτηθέντες ἀποκρίνασθε πρὸς ἐμέ, εἰς ὁποτέραν τὴν<note resp="Loeb" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc"> τὴν </foreign> added by Blass.</note> τάξιν Τίμαρχον κατανέμετε, πότερα εἰς τοὺς ἐρωμένους ἢ εἰς τοὺς πεπορνευμένους. οὐκοῦν μὴ καταλιπὼν ἣν εἵλου συμμορίαν αὐτομολήσῃς εἰς τὰς τῶν ἐλευθέρων διατριβάς.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0026.tlg001.perseus-grc2" n="160"><p rend="align(indent)">ἐὰν δʼ ἐπιχειρῶσι λέγειν, ὡς οὐχ ἡταίρηκεν ὅστις μὴ κατὰ συγγραφὰς ἐμισθώθη, καὶ γραμματεῖον καὶ μάρτυρας ἀξιῶσί με τούτων παρασχέσθαι, πρῶτον μὲν τοὺς περὶ τῆς ἑταιρήσεως νόμους μέμνησθε, ἐν οἷς οὐδαμοῦ μνείαν ὁ νομοθέτης περὶ συνθηκῶν πεποίηται. οὐ γάρ, εἰ κατὰ γραμματεῖόν τις ἑαυτὸν κατῄσχυνε, τοῦτʼ ἐξήτασεν, ἀλλὰ παντελῶς, ὅπως ἂν ἡ πρᾶξις γένηται, τὸν πράξαντα κελεύει μὴ μετέχειν τῶν τῆς πόλεως κοινῶν. εἰκότως· ὅστις γὰρ νέος ὢν ἀπέστη διʼ αἰσχρὰς ἡδονὰς τῆς εἰς τὰ καλὰ φιλοτιμίας, τοῦτον οὐκ ᾠήθη δεῖν πρεσβύτερον γενόμενον<note resp="Loeb" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc"> γενόμενον </foreign> Hamaker:  <foreign xml:lang="grc"> γενόμενον ὁ τοὺς νόμους εἰσφέρων</foreign> MSS.</note> ἐπίτιμον εἶναι.</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>