<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0540.tlg013.perseus-grc2:30-46</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0540.tlg013.perseus-grc2:30-46</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0540.tlg013.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" n="30"><p>ἐπειδὴ δὲ εἰς τὴν βουλὴν ἐκομίσθησαν, ἀπογράφει Ἀγόρατος πρῶτον μὲν τῶν αὑτοῦ ἐγγυητῶν τὰ ὀνόματα, ἔπειτα τῶν στρατηγῶν καὶ τῶν ταξιάρχων, ἔπειτα δὲ καὶ ἄλλων τινῶν πολιτῶν. ἡ δὲ ἀρχὴ αὕτη τοῦ παντὸς κακοῦ ἐγένετο. ὡς δὲ ἀπέγραψε τὰ ὀνόματα, οἶμαι μὲν καὶ αὐτὸν ὁμολογήσειν· εἰ δὲ μή, ἐπʼ αὐτοφώρῳ ἐγὼ αὐτὸν ἐξελέγξω. ἀπόκριναι δή μοι. </p></div><div type="textpart" subtype="section" n="31"><p><label>Ἐρώτησις</label><milestone unit="para" ed="P"/>ἐβούλοντο τοίνυν, ὦ ἄνδρες δικασταί, ἔτι πλειόνων αὐτὸν<note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">αὐτὸν</foreign> Taylor: <foreign xml:lang="grc">αὐτοὶ</foreign> MSS.</note> τὰ ὀνόματα ἀπογράψαι· οὕτω ἔρρωτο ἡ βουλὴ κακόν τι ἐργάζεσθαι <del>αὐτὸν</del><note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">αὐτὸν</foreign> del. Gerknet et Bizos</note> ὥστʼ οὐκ ἐδόκει αὐτοῖς ἅπαντα τἀληθῆ πω κατηγορηκέναι. τούτους μὲν οὖν ἅπαντας ἑκὼν ἀπογράφει, οὐδεμιᾶς αὐτῶνἀνάγκης οὔσης. <del>μετὰ τοῦτο προσαπογράφει ἑτέρους τῶν πολιτῶν.</del><note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">μετὰ <gap reason="lost"/> πολιτῶν</foreign> del. Dobree</note> </p></div><div type="textpart" subtype="section" n="32"><p>ἐπειδὴ δὲ ἡ ἐκκλησία Μουνιχίασιν ἐν τῷ θεάτρῳ ἐγίγνετο, οὕτω σφόδρα τινὲς ἐπεμελοῦντο ὅπως καὶ ἐν
            τῷ δήμῳ περὶ τῶν στρατηγῶν καὶ τῶν ταξιάρχων μήνυσις γένοιτο (περὶ δὲ τῶν ἄλλων ἀπέχρη
            ἐν τῇ βουλῇ <del>μήνυσις</del><note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">μήνυσις</foreign> del. Bremi</note> μόνῃ<note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">μόνῃ</foreign> Frohberger: <foreign xml:lang="grc">μέν ἡ, ἡ</foreign>
              MSS.</note> γεγενημένη), ὥστε καὶ ἐκεῖ παράγουσιν <add>αὐτὸν</add><note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">αὐτὸν</foreign> add. Gebauer.</note> εἰς τὸν
            δῆμον. καί μοι ἀπόκριναι, ὦ Ἀγόρατε· οὐ γὰρ οἶμαί σε ἔξαρνον γενήσεσθαι<note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">γενήσεσθαι</foreign> Markland:
              <foreign xml:lang="grc">γενέσθαι</foreign> MSS.</note> ἃ ἐναντίον Ἀθηναίων ἁπάντων ἐποίησας.</p></div><div type="textpart" subtype="section" n="33"><p><label>Ἐρώτησις</label><milestone unit="para" ed="P"/>ὁμολογεῖ μὲν καὶ αὐτός, ὅμως δὲ καὶ τὰ ψηφίσματα ὑμῖν τοῦ δήμου ἀναγνώσεται.</p><p><label>Ψηφίσματα</label><note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">ψηφίσματα</foreign> Reiske</note><milestone unit="para" ed="P"/>ὅτι μὲν ἀπέγραψεν Ἀγόρατος οὑτοσὶ τῶν ἀνδρῶν ἐκείνων τὰ ὀνόματα, καὶ τὰ ἐν τῇ βουλῇ καὶ τὰ ἐν τῷ δήμῳ, καὶ ἔστι φονεὺς ἐκείνων, σχεδόν τι οἶμαι ὑμᾶς ἐπίστασθαι· ὡς τοίνυν ἁπάντων τῶν κακῶν αἴτιος τῇ πόλει ἐγένετο καὶ οὐδʼ ὑφʼ ἑνὸς αὐτὸν προσήκει ἐλεεῖσθαι, ἐγὼ οἶμαι ὑμῖν ἐν κεφαλαίοις ἀποδείξειν. </p></div><div type="textpart" subtype="section" n="34"><p>ἐπειδὴ γὰρ ἐκεῖνοι συλληφθέντες ἐδέθησαν, τότε καὶ ὁ Λύσανδρος εἰς τοὺς λιμένας τοὺς ὑμετέρους εἰσέπλευσε, καὶ αἱ νῆες αἱ ὑμέτεραι Λακεδαιμονίοις παρεδόθησαν, καὶ τὰ τείχη κατεσκάφη, καὶ<note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">κατεσκάφη καὶ</foreign> Reiske: <foreign xml:lang="grc">κατεσκάφησαν</foreign> MSS.</note> οἱ τριάκοντα κατέστησαν, καὶ τί οὐ τῶν δεινῶν<note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">τί οὐ τῶν δεινῶν</foreign> Sauppe: <foreign xml:lang="grc">τοιοῦτον δεινὸν</foreign>.</note> τῇ πόλει ἐγένετο. </p></div><div type="textpart" subtype="section" n="35"><p>ἐπειδὴ τοίνυν οἱ τριάκοντα κατεστάθησαν εὐθέως κρίσιν τοῖς ἀνδράσι τούτοις ἐποίουν ἐν τῇ βουλῇ, ὁ δὲ δῆμος <q>ἐν τῷ δικαστηρίῳ ἐν δισχιλίοις</q> ἐψήφιστο.<note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">ἐψήφιστο</foreign> Naber: <foreign xml:lang="grc">ἑψηφίσατο</foreign> MSS.</note> καί μοι ἀνάγνωθι τὸ ψήφισμα. </p></div><div type="textpart" subtype="section" n="36"><p><label>Ψήφισμα</label><milestone unit="para" ed="P"/>εἰ μὲν οὖν ἐν τῷ δικαστηρίῳ ἐκρίνοντο, ῥαδίως ἂν ἐσῴζοντο· ἅπαντες γὰρ ἤδη ἐγνωκότες ἦτε οὗ ἦν κακοῦ ἡ πόλις, ἐν ᾧ οὐδὲν ἔτι ὠφελεῖν ἐδύνασθε νῦν δʼ εἰς τὴν βουλὴν αὐτοὺς τὴν ἐπὶ τῶν τριάκοντα εἰσάγουσιν. ἡ δὲ κρίσις τοιαύτη ἐγίγνετο, οἵαν καὶ ὑμεῖς αὐτοὶ ἐπίστασθε. </p></div><div type="textpart" subtype="section" n="37"><p>οἱ μὲν γὰρ τριάκοντα ἐκάθηντο ἐπὶ τῶν βάθρων, οὗ νῖν οἱ πρυτάνεις καθέζονται· δύο δὲ τράπεζαι ἐν τῷ πρόσθεν τῶν τριάκοντα ἐκείσθην· τὴν δὲ ψῆφον οὐκ εἰς καδίσκους ἀλλὰ φανερὰν ἐπὶ τὰς τραπέζας ταύτας ἔδει τίθεσθαι, τὴν μὲν καθαιροῦσαν ἐπὶ τὴν ὑστέραν<gap reason="lost"/>, ὥστε ἐκ τίνος τρόπου ἔμελλέ τις αὐτῶν σωθήσεσθαι; ἑνὶ δὲ λόγῳ, </p></div><div type="textpart" subtype="section" n="38"><p>ὅσοι εἰς τὸ βουλευτήριον <del>ἐπὶ τῶν τριάκοντα</del><note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">ἐπὶ τῶν τριάκοντα</foreign> del. Sauppe</note> εἰσῆλθον κριθησόμενοι, ἁπάντων θάνατος κατεγιγνώσκετο καὶ οὐδενὸς ἀπεψηφίσαντο, πλὴν Ἀγοράτου τουτουί· τοῦτον δὲ ἀφεῖσαν ὡς εὐεργέτην ὄντα· ἵνα δὲ εἰδῆτε ὡς πολλοὶ ὑπὸ τούτου τεθνᾶσι, βούλομαι ὑμῖν τὰ ὀνόματα αὐτῶν ἀναγνῶναι.</p></div><div type="textpart" subtype="section" n="39"><p><label>Ὀνόματα</label><milestone unit="para" ed="P"/>ἐπειδὴ τοίνυν, ὦ ἄνδρες δικασταί, θάνατος αὐτῶν κατεγνώσθη καὶ ἔδει αὐτοὺς ἀποθνήσκειν, μεταπέμπονται εἰς τὸ δεσμωτήριον ὁ μὲν ἀδελφήν, ὁ δὲ μητέρα, ὁ δὲ γυναῖκα, ὁ δʼ ἥ τις ἦν ἑκάστῳ αὐτῶν προσήκουσα, ἵνα τὰ ὕστατα ἀσπασάμενοι τοὺς αὑτῶν οὕτω τὸν βίον τελευτήσειαν. </p></div><div type="textpart" subtype="section" n="40"><p>καὶ δὴ καὶ Διονυσόδωρος μεταπέμπεται τὴν ἀδελφὴν τὴν ἐμὴν εἰς τὸ δεσμωτήριον, γυναῖκα ἑαυτοῦ οὖσαν. πυθομένη δʼ ἐκείνη ἀφικνεῖται, μέλαν τε ἱμάτιον ἠμφιεσμένη<gap reason="lost"/>, </p></div><div type="textpart" subtype="section" n="41"><p>ὡς εἰκὸς ἦν ἐπὶ τῷ ἀνδρὶ αὐτῆς τοιαύτῃ συμφορᾷ κεχρημένῳ. ἐναντίον δὲ τῆς ἀδελφῆς τῆς ἐμῆς Διονυσόδωρος τά τε οἰκεῖα τὰ αὑτοῦ διέθετο ὅπως αὐτῷἐδόκει, καὶ περὶ Ἀγοράτου τουτουὶ ἔλεγεν ὅτι <add>οἱ</add><note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">οἱ</foreign> add. Westermann</note> αἴτιος ἦν τοῦ θανάτου, καὶ ἐπέσκηπτεν ἐμοὶ καὶ Διονυσίῳ τουτῳί,</p></div><div type="textpart" subtype="section" n="42"><p>τῷ ἀδελφῷ τῷ αὑτοῦ, καὶ τοῖς φίλοις πᾶσι τιμωρεῖν ὑπὲρ αὑτοῦ Ἀγόρατον· καὶ τῇ γυναικὶ τῇ αὑτοῦ ἐπέσκηπτε, νομίζων αὐτὴν κυεῖν ἐξ αὑτοῦ, ἐὰν γένηται αὐτῇ παιδίον, φράζειν τῷ γενομένῳ ὅτι τὸν πατέρα αὐτοῦ Ἀγόρατος ἀπέκτεινε, καὶ κελεύειν τιμωρεῖν ὑπὲρ αὑτοῦ ὡς φονέα ὄντα. ὡς οὖν ἀληθῆ λέγω, μάρτυρας τούτων παρέξομαι. </p></div><div type="textpart" subtype="section" n="43"><p><label>Μάρτυρες</label><milestone unit="para" ed="P"/>οὗτοι μὲν τοίνυν, ὦ ἄνδρες Ἀθηναῖοι, ὑπʼ Ἀγοράτου ἀπογραφέντες ἀπέθανον· ἐπειδὴ<note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">ἐπειδὴ</foreign> Fuhr: <foreign xml:lang="grc">ἐπεὶ</foreign> MSS.</note> δὲ τούτους ἐκποδὼν ἐποιήσαντο οἱ τριάκοντα, σχεδὸν οἶμαι ὑμᾶς ἐπίστασθαι ὡς πολλὰ καὶ δεινὰ μετὰ ταῦτα τῇ πόλει ἐγένετο· ὧν οὗτος ἁπάντων αἴτιός ἐστιν ἀποκτείνας ἐκείνους. ἀνιῶμαι μὲν οὖν ὑπομιμνῄσκων τὰς γεγενημένας συμφορὰς τῇ πόλει, </p></div><div type="textpart" subtype="section" n="44"><p>ἀνάγκη δʼ ἐστίν, ὦ ἄνδρες δικασταί, ἐν τῷ παρόντι καιρῷ, ἵνʼ εἰδῆτε ὡς σφόδρα ὑμῖν ἐλεεῖν προσήκει Ἀγόρατον. ἴστε μὲν γὰρ τοὺς ἐκ Σαλαμῖνος τῶν πολιτῶν κομισθέντας, οἷοι ἦσαν καὶ ὅσοι, καὶ οἵῳ ὀλέθρῳ ὑπὸ τῶν τριάκοντα ἀπώλοντο· ἴστε δὲ τοὺς ἐξ Ἐλευσῖνος, ὡς πολλοὶ ταύτῃ τῇ συμφορᾷ ἐχρήσαντο· μέμνησθε δὲ καὶ τοὺς ἐνθάδε διὰ τὰς ἰδίας ἔχθρας ἀπαγομένους εἰς τὸ δεσμωτήριον· </p></div><div type="textpart" subtype="section" n="45"><p> οἵ οὐδὲν κακὸν τὴν πόλιν ποιήσαντες ἠναγκάζοντο αἰσχίστῳ καὶ ἀκλεεστάτῳ ὀλέθρῳ ἀπόλλυσθαι, οἱ μὲν γονέας <del>σφετέρους αὐτῶν</del><note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">σφετέρους αὐτῶν</foreign> del. Dobree</note> πρεσβύτας καταλιπόντες, οἳ ἤλπιζον ὑπὸ τῶν σφετέρων αὐτῶν παίδων γηροτροφηθέντες, ἐπειδὴ τελευτήσειαν τὸν βίον, ταφήσεσθαι, οἱ δὲ ἀδελφὰς ἀνεκδότους, οἱ δὲ παῖδας μικροὺς πολλῆς ἔτι θεραπείας δεομένους· </p></div><div type="textpart" subtype="section" n="46"><p>οὕς, ὦ ἄνδρες δικασταί, ποίαν τινὰ οἴεσθε γνώμην περὶ τούτου ἔχειν, ἢ ποίαν τινὰ ἂν ψῆφον θέσθαι, εἰ ἐπʼ ἐκείνοις γένοιτο, ἀποστερηθέντας διὰ τοῦτον τῶν ἡδίστων; ἔτι δὲ τὰ τείχη ὡς κατεσκάφη καὶ αἱ νῆες τοῖς πολεμίοις παρεδόθησαν καὶ <add>τὰ</add><note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">τὰ</foreign> add. Reiske</note> νεώρια καθῃρέθη καὶ Λακεδαιμόνιοι τὴν ἀκρόπολιν ἡμῶν εἶχον καὶ ἡ δύναμις ἅπασα τῆς πόλεως παρελύθη, ὥστε μηδὲν διαφέρειν τῆς ἐλαχίστης πόλεως τὴν πόλιν. </p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>