<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0084.tlg001.1st1K-grc1:981-1000</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0084.tlg001.1st1K-grc1:981-1000</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0084.tlg001.1st1K-grc1"><l n="981">Περσίδος εἰς ἁλὸς οἶδμα θοὴν ἀπερεύγεται ἄχνην,</l><l n="982">ὑστατίῃς προχοῇσι Τερηδόνος ἐγγὺς ὁδεύων.</l><l n="983">Τὸν δὲ μέτʼ εἰς αὐγὰς ποταμῶν ὤκιστος ἁπάντων</l><l n="984">Τίγρις ἐϋρρείτης φορέει ῥόον ἶσον ἐλαύνων,</l><l n="985">τόσσον  ἄνευθεν  ἐὼν, ὅσον ἕβδομον ἦμαρ ὁδεύσας</l><l n="986">ἴφθιος καὶ κραιπνὸς ἀνὴρ ἀνύσειεν ὁδίτης.</l><pb n="165"/><l n="987">Ἔστι δέ τις κατὰ μέσσα περίτροχος ὕδασι λίμνη,</l><l n="988">οὕνομα Θωνῖτις, ἧς ἕλκεται ἐς μυχὰ Τίγρις,</l><l n="989">δύνων πολλὸν ἔνερθε· πάλιν δʼ ἐξαῦτις ἀνασχὼν,</l><l n="990">ὀξύτερον προΐησι κάτω ῥόον· οὐκ ἂν ἐκείνου</l><l n="991">ἐν πᾶσιν ποταμοῖσι θοώτερον ἄλλον ἶδοιο.</l><l n="992">Ὅσσῃ δʼ Εὐφρήτου καὶ Τίγριος ἔνδοθι γαῖα,</l><l n="993">τήνδε περικτίονες μέσσην ποταμῶν ἐνέπουσιν.</l><l n="994">Οὐ μέντοι κείνης γε νομοὺς ὠνόσσατο βούτης,</l><l n="995">οὐδʼ ὅστις, σύριγγι κερώνυχα Πᾶνα γεραίρων,</l><pb n="166"/><l n="996">μήλοις ἀγραύλοισιν ἐφέσπεται· οὐδὲ μὲν ὕλην</l><l n="997">παντοίην φυτοεργὸς ἀνὴρ ἀθερίσσατο καρπῶν,</l><l n="998">τοίη ἐπεὶ κείνης ἄροσις πέλει, ἐν μὲν ἀέξειν</l><l n="999">ποίην, ἐν δέ νομοὺς εὐανθέας, ἐν δὲ καὶ ἀνδρῶν</l><l n="1000">φύτλην καλλίστην τε καὶ ἀθανάτοισιν ὁμοίην.</l></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>