<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0084.tlg001.1st1K-grc1:841-860</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0084.tlg001.1st1K-grc1:841-860</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0084.tlg001.1st1K-grc1"><l n="841">ὀρχεῦνται, θηητὸν ἑλισσόμεναι περὶ κύκλον,</l><l n="842">εὖτε Διωνύσοιο χοροστασίας τελέοιεν·</l><l n="843">σὺν καὶ παρθενικαὶ νεοθηλέες, οἷά τε νεβροί,</l><l n="844">σκαίρουσιν· τῇσιν δὲ περισμαραγεῦντες ἀῆται</l><l n="845">ἱμερτοὺς δονέουσιν ἐπὶ στήθεσσι χιτῶνας.</l><l n="846">Ἀλλὰ τὰ μὲν Λυδοῖσι μετʼ ἀνθρώποισι μέλονται</l><l n="847">πρὸς δʼ ἅλα κεκλιμένοι Λύκιοι χθόνα ναιετάουσι</l><l n="848">Ξάνθου ἐπὶ προχοῇσιν, ἐϋρρείτου ποταμοῖο·</l><l n="849">ἔνθα βαθυκρήμνοιο φαείνεται οὔρεα Ταύρου</l><l n="850">Παμφύλων καὶ μέχρι· Κράγον δέ ἑ φημίζουσιν.</l><l n="851">Κεῖθι δʼ ἂν ἀθρήσειας ὑπειράλιον πτολίεθρον</l><l n="852">Ἄσπενδον, ποταμοῖο παρὰ ῥόον Εὐρυμέδοντος,</l><l n="853">ἔνθα συοκτονίῃσι Διωναίην ἱλάονται.</l><l n="854">Ἄλλαι δʼ ἑξείης Παμφυλίδες εἰσὶ πόληες,</l><l n="855">Κώρυκος Πέργη τε καὶ ἤνεμόεσσα Φάσηλις.</l><pb n="157"/><l n="856">Τῶν δὲ πρὸς ἀντολιην μεσάτην χθόνα ναιετάουσιν</l><l n="857">ἴδριες ἐν πολέμοισι Λυκάονες ἀγκυλότοξοι.</l><l n="858">Τοῖς δʼ ἔπι Πισιδέων λιπαρὸν πέδον, ἧχι πόληες γη.</l><l n="859">Τερμησσὸς Λύρβη τε καὶ ἣν ἐπολίσσατο λαὸς</l><l n="860">πρίν ποτʼ Ἀμυκλαίων μεγαλώνυμος ἐν χθονὶ Σέλ</l></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>