<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0084.tlg001.1st1K-grc1:801-820</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0084.tlg001.1st1K-grc1:801-820</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0084.tlg001.1st1K-grc1"><l n="801">καὶ ποτὶ μηκίστου νότιον ῥόον Αἰγαίοιο</l><l n="802">μέσφʼ αὐτῆς Συρίης τε καὶ Ἀραβίης ἐρατεινῆς.</l><l n="803">Χαλκιδέες μὲν πρῶτα παρὰ στόμα γαῖαν ἔχουσιν,</l><l n="804">οὖδας ἐς ἀντιπέρην βυζάντιον εἰσορόωντες·</l><l n="805">Βέβρυκες δʼ ἐπὶ τοῖσι καὶ οὔρεα Μυσίδας αἴης,</l><l n="806">ᾗχί περ ἱμερόεντα Κίος προΐησι ῥέεθρα,</l><l n="807">τοῦ ποτʼ ἐπὶ προχοῇσιν Ὕλαν ἡρπάξατο Νύμφη, κὼν</l><l n="808">ὀτρηρὸν θεράποντα πελωρίου Ἡρακλῆος.</l><l n="809">Ἔνθεν ἐφʼ Ἑλλήσποντον ἐπιτρέχει ἄσπετος ἀγβαιοτέρης</l><l n="810">Φρυγίης· ἑτέρη δέ τοι ἔνδοθι κεῖται,</l><l n="811">εὐρυτέρη γεγαυῖα, παρʼ ὕδασι Σαγγαρίοιο·</l><l n="812">ἀλλʼ ἤτοι μεγάλη μὲν ἐπʼ ἀντολίην τετάνυσται.</l><l n="813">ἱππόβοτος, λιπαρή τε· πρὸς ἑσπερίην δ᾿ ἂν ἴδκο</l><pb n="155"/><l n="814">τὴν ἑτέρην, ἣ κεῖται ὑπὸ ζαθέης κόδας Ἴδης,</l><l n="815">Ἴλιον, ἠνεμόεσσαν ὑπὸ πλευρῇσιν ἔχουσα,</l><l n="816">Ἴλιον ἀγλαὸν ἄστυ παλαιγενέων ἡρώων,</l><l n="817">Ἴλιον, ἣν ἐπόλισσε Ποσειδάων καὶ Ἀπόλλων,</l><l n="818">Ἵλιον, ἣν ἀλάπαξαν Ἀθηναίη τε καὶ Ἥρη,</l><l n="819">Ξένθῳ ἔπʼ εὐρυρέοντι καὶ Ἰδαίῳ Σιμόεντι.</l><l n="820">Τὴν δὲ μέτʼ Αἰολίδος παραπέπταται ἔθεα γαίης</l></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>