<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0084.tlg001.1st1K-grc1:741-760</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0084.tlg001.1st1K-grc1:741-760</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0084.tlg001.1st1K-grc1"><l n="741">ἀνέρες, οἷς μήτʼ αὐτὸς ἐγὼ, μήθʼ ὅστις ἑταῖρος</l><l n="742">ἐμπελάσαι· μάλα γάρ τε κακοξεινώτεροι ἄλλων·</l><l n="743">οὐ γάρ σφιν σίτοιο μελίφρονός ἐστιν ἐδωδή,</l><l n="744">οὐδὲ μὲν οὐδʼ οἶνος μεταδήμιος· ἀλλὰ γὰρ ἵππων</l><l n="745">αἵματι μίσγοντες λευκὸν γάλα, δαῖτα τίθενται.</l><l n="746">Τοῖς δʼ ἔπι πρὸς βορέην Χωράσμιοι, οἶς ἔπι γαῖα</l><l n="747">Σουγδιάς, ἧς ἀνὰ μέσσον ἑλίσσεται ἱερὸς Ὦξος,</l><l n="748">ὅστε λιπὼν Ἠμωδὸν ὄρας μετὰ Κασπίδα βάλλει.</l><l n="749">Τὸν μέτʼ ἐπὶ προχοῇσιν Ἰαξάρταο νέμονται</l><l n="750">τόξα Σάκαι φορέοντες, ἃ μή κέ τις ἄλλος ἐλέγχοι</l><l n="751">τοξευτής οὐ γάρ σφι θέμις ἀνεμώλια βάλλειν·</l><l n="752">καὶ Τόχαροι Φροῦνοί τε καὶ ἔθνεα βάρβαρα Σηρῶν,</l><l n="753">οἵτε βόας μὲν ἀναίνονται καὶ ἴφια μῆλα,</l><l n="754">αἰόλα δὲ ξαίνοντες ἐρήμης ἄνθεα γαίης,</l><pb n="152"/><l n="755">εἳματα τευχουσιν πολυδαίδαλα, τιμήεντα,</l><l n="756">εἰδόμενα χροιῇ λειμωνίδος ἄνθεσι ποίης·</l><l n="757">κείνοις οὔ τί κεν ἔργον ἀραχνάων ἐρίσειεν.</l><l n="758">Ἄλλοι δὲ Σκύθαι εἰσὶν ἐπήτριμοι, οἵτε νέμονται</l><l n="759">ἐσχατιάς· παρὰ δέ σφι δυσήνεμος ἐκτέταταιχθών,</l><l n="760">χειμερίοις ἀνέμοισι λελειμμένη ἠδὲ χαλάζαις.</l></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>