<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0084.tlg001.1st1K-grc1:381-400</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0084.tlg001.1st1K-grc1:381-400</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0084.tlg001.1st1K-grc1"><l n="381">πόντον ἐς ἀγχίπορον Ἀκυλήιον· ἔνθα νένασται</l><l n="382">ἄστυ Τεγεστραίων, μυχάτοις ἐπὶ πείρασι πόντου.</l><l n="383">Τόσσα μὲν Αὐσονίην περιβόσκεται ἔθνεα γαῖαν.</l><l n="384">Κεῖθεν δʼ εἰς αὐγὰς στρεπτὴν ἀπερεύγεται ἅλμην,</l><l n="385"> θῖνας ὑποξύουσα Λιβυρνίδας, ἀμφί τʼ ἐρυμνὴν</l><l n="386">Ὑλλήων χθόνα πᾶσαν, ὅση παρακέκλιται ἰσθμῷ</l><l n="387">Βουλίνων τ' ἀκταῖς· ἐπὶ δ'ἄσπιτον ὁλκὸν γουσα,</l><pb n="127"/><l n="388">Ἰλλυρικὴν περὶ χέρσον ἐλίσσεται ἄχρι κολώνης,</l><l n="389">οὐρέων τʼ ἠλιβάτων, τὰ Κεραύνια κικλήσκουσιν.</l><l n="390">Κεῖνον δʼ ἂν περὶ κόλπον ἴδοις ἐρικυδέα τύμβον,</l><l n="391">τύμβον, ὃν Ἁρμονίης Κάδμοιό τε φῆμις ἐνίσπει</l><l n="392">κεῖθι γὰρ εἰς ὀφίων σκολιὸν δέμας ἠλλάξαντο,</l><l n="393">ὁππότ ἀπʼ Ἰσμηνοῦ λιπαρὸν μετὰ γῆρας ἵκοντο.</l><l n="394">Ἔνθα σφιν τέρας ἄλλο θεοὶ θέσαν· ἀμφὶ γὰρ αἶαν</l><l n="395">κείνην ἀμφοτέρωθεν ἐρηρέδαται δύο πέτραι,</l><l n="396">αἵτ’ ἄμφω ξυνίασι δονεύμεναι, εὖτέ τις ἀρχὴλον</l><l n="397">γίγνεται ἐνναέτησι κυλινδομένοιο κακοῖο.</l><l n="398">Πρὸς δὲ νότον,μάλα πολλὸνὑπέρ Θρῄκην ἐρίβω·</l><l n="399">Ὡρικίην θʼ ὑπῖρ αΐαν, ἐρείδεται Ἑλλάδος ἀρχή,</l><l n="400">πολλὸν ἀνερχομένη, δισσῇ ζωσθεῖσα θαλάσσῃ,</l></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>