<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0084.tlg001.1st1K-grc1:181-200</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0084.tlg001.1st1K-grc1:181-200</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0084.tlg001.1st1K-grc1"><l n="181">παρδαλέῃ δέ μιν ἄνδρες ἐπικλείουσιν ὁμοίην·</l><l n="182">ἦ γὰρ διψηρή τε καὶ αὐχμήεσσα τέτυκται,</l><l n="183">τῇ καὶ τῇ κυανῇσι κατάστικτος φολίδεσσιν·</l><l n="184">ἀλλʼ ἤτοι πυμάτην μὲν ἐπὶ γλωχῖνα νέμονται φῦλα,</l><l n="185">ἀγχοῦ στηλάων Μαυρουσίδος ἔθνεα γαίης.</l><l n="186">Τοῖσι δʼ ἔπι Νομάδων παραπέπταται ἄσπετα</l><l n="187">ἔνθα Μασαισύλιοί τε καὶ ἀγρόνομοι Μασυλῆες</l><l n="188">βόσκονται σὺν παισὶν ἀνʼ ἤπειρόν τε καὶ ὕλην,</l><l n="189">μαιόμενοι βιότοιο κακήν καὶ ἀεικέα θήρην.</l><l n="190"> Οὐ γὰρ γειομόροιο τομὴν ἐδάησαν ἀρότρου,</l><l n="191">κείνοις δʼ οὔποτε τερπνὸς ἀκούεται ὁλκὸς ἀμάξης,</l><l n="192">οὐδὲ βοῶν μυκηθμὸς ἐς αὔλιον ἐρχομενάων·</l><l n="193">ἀλλʼ αὔτως, ἅτε θῆρες, ἀνὰ δρία βουκολέονται,</l><l n="194">νήιδες ἀσταχύων καὶ ἀπευθέες ἀμήτοιο.</l><l n="195">Τοῖς δʼ ἔπι Καρχηδὼν πολυήρατον ἀμπέχει ὅρμον,</l><l n="196">Καρχηδὼν, Λιβύων μέν, ἀτὰρ πρότερον Φοινίκων,</l><l n="197">Καρχηδὼν, ἣν μῦθος ὑπαὶ βοῒ μετρηθῆναι.</l><l n="198">Ἑξείης δʼ ἐπὶ Σύρτις ἀγάρροον ὁλκὸν ἑλίσσει</l><l n="199">βαιοτέρη· μετὰ τὴν δὲ πρὸς αὐγὰς ἕλκεται ἄλη,</l><l n="200"> ἄσπετος, εὐρυτέρησι βαρυνομένη προχοῇσιν·</l></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>