<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0084.tlg001.1st1K-grc1:121-140</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0084.tlg001.1st1K-grc1:121-140</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0084.tlg001.1st1K-grc1"><l n="121">ὕσπληγγι δνοφερῇ Κιλίκων ἀποπαύεται αἴης·</l><l n="122">τῆμος ἐπὶ ζέφυρον στρεπτὴν ἐπερεύγεται ἅλμην.</l><l n="123">Ὡς δὲ δράκων βλοσυρωπὸς ἑλίσσεται, ἀγκύλος ἕρπων,</l><l n="124">νωθὴς τῷ δ᾿  ὕποπᾶσα βαρύνεταιοὔρεος ἄκρη</l><l n="125">ἐρχομένῳ· τὼς κεῖνος ἐλίσσεται εἰν ἁλὶ κόλπος,</l><l n="126">νήχυτος, ἔνθα καὶ ἔνθα βαρυνόμενος προχοῇσιν.</l><l n="127">Τοῦ μὲν ἐπὶ προχοῇ Παμφύλιοι ἀμφινέμονται,</l><l n="128">ὅσσον ἐπιπροβέβηκε Χελιδονίων μυχὰ νήσων·</l><l n="129">σῆμα δʼ ἔχει ζεφύρου Παταρηίδα τηλόθεν ἄκρην.</l><l n="130">Φράζεο δʼ, ἐκ κείνου τετραμμένος αὖθις ἐπʼ ἄρκτους</l><l n="131">Αἰγαίου πόντοιο πλατὺν πόρον, ἔνθα τε κῦμα</l><l n="132">ῥησσόμενον νήσοισι περιβρέμεται Σποράδεσσιν·</l><l n="133">οὐ γάρ τις κείνῳ ἐναλίγκια κύματʼ ὀφέλλει,</l><l n="134">ὑψόθι μορμύρων, ἕτερος πόρος ἀμφιτρίτης·</l><l n="135">οὖρον δʼ ἐς Τένεδον τεκμαίρεται ἐσχατόωσαν,</l><l n="136">Ἴμβρον ἔχων ἑτέρωθεν,ὅθεν στενὸς ἔρχεται αὐλών,</l><l n="137">συρόμενος βορέηνδε Προποντίδος ἔνδοθι πάσης.</l><l n="138">Τῆς δʼ ὅπερ ἄσπετα φῦλα τιταίνεται Ἀσίδος αἴης</l><l n="139">πρὸς νότον· ἠπείρου γὰρ ἐπὶ πλατὺς ἔρχεται ἰσθμός.</l><l n="140">Τῇ δʼἔπι Θρηικίου στόμα Βοσπόρου, ὃν πάρος Ἰώ</l></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>