<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0084.tlg001.1st1K-grc1:101-120</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0084.tlg001.1st1K-grc1:101-120</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0084.tlg001.1st1K-grc1"><l n="101">ἡ μία δʼ εἰς ἄνεμον τεκμαίρεται ὁλκὸν ἑκάστη,</l><l n="102">Τυρσηνὴ ζέφυρον, Σικελὴ νότον, Ἀδριὰς εὖρον.</l><l n="103">Αὐτὰρ ὑπὲρ Σικελῆς χθονὸς ἕλκεται οἶδμα κορύσσων</l><l n="104">Λιβύης,νοτίην περὶ Σύρτιν ἑλίσσων</l><l n="105">τὴν ἑτέρην, ἥνπερ τε καὶ εὐρυτέρην ἐνέπουσιν·</l><l n="106">ἄλλη δ᾿, τις ἀφαυρὸν ἔχει πόρον, ἔνδον ἐοῦσα,</l><l n="107">τηλόθεν ἐρχομένην δέχεται πλημμύριδα πόντου.</l><l n="108">Ὣς οἱ μὲν βοόωσιν ἑλισσόμενοι δύο κόλποι·</l><l n="109">ἐκ δὲ ῥόων Σικελῶν Κρήτης ἀναπέπταται οἶδμα</l><l n="110">μακρὸν ἐπ’ ἀντολίην Σαλμωνίδος ἄχρι καρήνου,</l><l n="111">ἣν Κρήτης ἐνέπουσιν ἑώϊον ἔμμεναι ἄκρην.</l><pb n="110"/><l n="112">Δοιαὶ δʼ ἑξείης προτέρω φρίσσουσι θάλασσαι,</l><l n="113">Ἰσμαρικοῦ πνοιῇσιν ἐλαυνόμεναι βορέαο,</l><l n="114">ὀρθὸν φυσιόωντος, ἐπεὶ κατεναντία κεῖνται·</l><l n="115">ναῦται δὲ πρώτην Φαρίην ἅλα κικλήσκουσιν,</l><l n="116">ὕστατον ἐς πρηῶνα τιταινομένην Κασίοιο·</l><l n="117">Σιδονίην δʼ ἑτέρην, ὅθι τείνεται ἐς μυχὰ γαίῃς</l><l n="118">Ἰσσοῦ ἄχρι πτόλιος, Κιλίκων χώρην παραμείβων,</l><l n="119">Ἰσσικὸς ἑλκόμενος βορέην ἔπι κόλπος ἀπείρων,</l><l n="120">οὐ μὲν πολλὸν ἄνευθεν ἰσόδρομος· ἄγχι γὰρ ἤδη</l></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>